Humanitext Reader

亚里士多德 · 政治学 §3.1280a

正义的偏颇与作为优良生活的城邦目的

第 51 段,共 155 段 · 希腊语

内容简介

亚里士多德重新确认了寡头政体和民主政体的本质区别在于财富与贫穷,并批评了双方阵营所主张的局部且偏颇的正义观。他论证了城邦的真正目的不仅是生存或经济互助,而是为了优良的生活和美德的实现。

§3.1280aκαὶ ἀναγκαῖον μέν, ὅπου ἂν ἄρχωσι διὰ πλοῦτον, ἄν τʼ ἐλάττους ἄν τε πλείους, εἶναι ταύτην ὀλιγαρχίαν, ὅπου δʼ οἱ ἄποροι, δημοκρατίαν, ἀλλὰ συμβαίνει, καθάπερ εἴπομεν, τοὺς μὲν ὀλίγους εἶναι τοὺς δὲ πολλούς.
因此,一方面,凡是因财富而统治的地方,无论统治者人数较少还是较多,这必然是寡头政体,而凡是贫困者统治的地方,必然是民主政体;但是,正如我们所说,情况往往是前者人少而后者人多。
εὐποροῦσι μὲν γὰρ ὀλίγοι, τῆς δὲ ἐλευθερίας μετέχουσι πάντες· διʼ ἃς αἰτίας ἀμφισβητοῦσιν ἀμφότεροι τῆς πολιτείας.
因为富裕的人少,而所有人共同享有自由;正是由于这些原因,双方才争夺政体(的统治权)。
ληπτέον δὲ πρῶτον τίνας ὅρους λέγουσι τῆς ὀλιγαρχίας καὶ δημοκρατίας, καὶ τί τὸ δίκαιον τό τε ὀλιγαρχικὸν καὶ δημοκρατικόν.
首先,我们必须把握他们对寡头政体和民主政体作出了什么样的规定,以及什么是寡头政体的正义和民主政体的正义。
πάντες γὰρ ἅπτονται δικαίου τινός, ἀλλὰ μέχρι τινὸς προέρχονται, καὶ λέγουσιν οὐ πᾶν τὸ κυρίως δίκαιον.
因为所有人都触及到了某种正义,但是他们只前进到了一定程度,并没有说明完全的、本来意义上的正义。
οἷον δοκεῖ ἴσον τὸ δίκαιον εἶναι, καὶ ἔστιν, ἀλλʼ οὐ πᾶσιν ἀλλὰ τοῖς ἴσοις· καὶ τὸ ἄνισον δοκεῖ δίκαιον εἶναι, καὶ γὰρ ἔστιν, ἀλλʼ οὐ πᾶσιν ἀλλὰ τοῖς ἀνίσοις·
例如,正义似乎是平等,事实上也确实如此,但这不是对所有人而言的,而是对平等的人而言的;不平等似乎也是正义的,事实也确实如此,但这不是对所有人而言的,而是对不平等的人而言的。
οἱ δὲ τοῦτʼ ἀφαιροῦσι, τὸ οἷς, καὶ κρίνουσι κακῶς.
然而,他们去掉了这个“对谁而言”的限制,因而做出了错误的判断。
τὸ δʼ αἴτιον ὅτι περὶ αὑτῶν ἡ κρίσις· σχεδὸν δʼ οἱ πλεῖστοι φαῦλοι κριταὶ περὶ τῶν οἰκείων.
其原因在于,判断是关于他们自身的;而几乎大多数人在涉及自身事务时都是糟糕的裁判官。
ὥστʼ ἐπεὶ τὸ δίκαιον τισίν, καὶ διῄρηται τὸν αὐτὸν τρόπον ἐπί τε τῶν πραγμάτων καὶ οἷς, καθάπερ εἴρηται πρότερον ἐν τοῖς Ἠθικοῖς, τὴν μὲν τοῦ πράγματος ἰσότητα ὁμολογοῦσι, τὴν δὲ οἷς ἀμφισβητοῦσι, μάλιστα μὲν διὰ τὸ λεχθὲν ἄρτι, διότι κρίνουσι τὰ περὶ αὑτοὺς κακῶς, ἔπειτα δὲ καὶ διὰ τὸ λέγειν μέχρι τινὸς ἑκατέρους δίκαιόν τι νομίζουσι δίκαιον λέγειν ἁπλῶς.
因此,既然正义是针对特定的人的,而且在事物和针对的人两方面都以同样的方式进行了划分(正如先前在《伦理学》中所说的那样),那么他们对事物的平等表示赞同,却对“针对的人”产生争执,这最主要是因为刚才所说的原因,即他们对涉及自身的事物做出了糟糕的判断,其次是因为,由于双方在一定程度上都在谈论某种正义,他们便以为自己是在谈论无条件的正义。
οἱ μὲν γὰρ ἂν κατά τι ἄνισοι ὦσιν, οἷον χρήμασιν, ὅλως οἴονται ἄνισοι εἶναι, οἱ δʼ ἂν κατά τι ἴσοι, οἷον ἐλευθερίᾳ, ὅλως ἴσοι.
因为一方如果在某一方面不平等(例如在财产上),就会认为自己完全不平等;而另一方如果在某一方面平等(例如在自由上),就会认为自己完全平等。
τὸ δὲ κυριώτατον οὐ λέγουσιν.
但是,最关键的事情他们却没有说到。
εἰ μὲν γὰρ τῶν κτημάτων χάριν ἐκοινώνησαν καὶ συνῆλθον, τοσοῦτον μετέχουσι τῆς πόλεως ὅσον περ καὶ τῆς κτήσεως, ὥσθʼ ὁ τῶν ὀλιγαρχικῶν λόγος δόξειεν ἂν ἰσχύειν (οὐ γὰρ εἶναι δίκαιον ἴσον μετέχειν τῶν ἑκατὸν μνῶν τὸν εἰσενέγκαντα μίαν μνᾶν τῷ δόντι τὸ λοιπὸν πᾶν, οὔτε τῶν ἐξ ἀρχῆς οὔτε τῶν ἐπιγινομένων)·
因为,如果他们是为了财产的缘故而结合并聚集在一起的,那么他们参与城邦的份额就恰好等于他们占有财产的份额,从而寡头派的论点似乎就具有了说服力(因为一个仅出资一米纳的人,与出资其余全部资金的人,无论是在最初的财产中还是在后来增殖的财富中,都平等地分享这一百米纳,这是不公正的)。
εἰ δὲ μήτε τοῦ ζῆν μόνον ἕνεκεν ἀλλὰ μᾶλλον τοῦ εὖ ζῆν (καὶ γὰρ ἂν δούλων καὶ τῶν ἄλλων ζῴων ἦν πόλις· νῦν δʼ οὐκ ἔστι, διὰ τὸ μὴ μετέχειν εὐδαιμονίας μηδὲ τοῦ ζῆν κατὰ προαίρεσιν), μήτε συμμαχίας ἕνεκεν, ὅπως ὑπὸ μηδενὸς ἀδικῶνται, μήτε διὰ τὰς ἀλλαγὰς καὶ τὴν χρῆσιν τὴν πρὸς ἀλλήλους—καὶ γὰρ ἂν Τυρρηνοὶ καὶ Καρχηδόνιοι, καὶ πάντες οἷς ἔστι σύμβολα πρὸς ἀλλήλους, ὡς μιᾶς ἂν πολῖται πόλεως ἦσαν· εἰσὶ γοῦν αὐτοῖς συνθῆκαι περὶ τῶν εἰσαγωγίμων καὶ σύμβολα περὶ τοῦ μὴ ἀδικεῖν καὶ γραφαὶ περὶ συμμαχίας.
但是,如果他们聚集在一起不仅是为了生存本身,而更是为了优良的生活(否则,奴隶和其它动物也会有城邦了,但现在并没有,因为它们无法分享幸福,也不能按照自主的选择来生活),如果也不是为了结盟以防受到任何人的侵害,也不是为了相互的贸易往来和便利——因为如果是这样的话,提雷尼亚人和迦太基人,以及所有彼此订有贸易协定的人,就会像是一个城邦的公民了;至少,他们之间有关于进口的协议,有关于互不侵害的协定,也有关于结盟的成文条约。
ἀλλʼ οὔτʼ ἀρχαὶ πᾶσιν ἐπὶ τούτοις κοιναὶ καθεστᾶσιν,
但是在这些事物的基础上,并没有为他们所有人设立共同的官职,

词汇与语法注释

  1. 1280a14τὸ οἷς — 表达 τὸ οἷς 由中性单数冠词 τὸ 与关系代名词的与格复数形式 οἷς(意为“对谁而言”,即分配的对象)构成,形成一个名词化短语。亚里士多德用这个紧凑的短语来指明,正义(平等或不平等)必须始终同具体涉及的人相关联。
  2. 1280a16ὥστʼ ἐπεὶ τὸ δίκαιον τισίν — 在由 ὥστʼ(因此)引导的这个从句中,在 τὸ δίκαιον(正义)之后省略了存在动词(如 ἐστί 或类似于 διανέμεται 的动词)。τισίν 是不定代词的与格复数形式,意为“对于某些人而言”。这强调了一个前提,即正义本质上是具有关联性的,是相对于特定的主体而存在的。
  3. 1280a31εἰ δὲ μήτε τοῦ ζῆν μόνον ἕνεκεν — 以 εἰ δὲ...(1280a31-36)开始的漫长条件从句,通过多个 μήτε(“既不单是为了生存……”“也不为了同盟……”“也不因为贸易往来……”)否定性地列举了城邦的目的,但该条件句的主句(结句)在此并没有明确写出,而是被省略了。在上下文语境中,暗含了诸如“那么寡头派的论点便无法成立,城邦必须以美德和优良的生活为目的”之类的主句。

引用这一段

亚里士多德, 政治学 §3.1280a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1280a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。