§3.1280bἀλλʼ ἕτεραι παρʼ ἑκατέροις, οὔτε τοῦ ποίους τινὰς εἶναι δεῖ φροντίζουσιν ἅτεροι τοὺς ἑτέρους, οὐδʼ ὅπως μηδεὶς ἄδικος ἔσται τῶν ὑπὸ τὰς συνθήκας μηδὲ μοχθηρίαν ἕξει μηδεμίαν, ἀλλὰ μόνον ὅπως μηδὲν ἀδικήσουσιν ἀλλήλους.
然而,双方各有其不同的官职,一方并不关心另一方应当具有什么样的品质,也不关心条约约束下的任何人是否不公正或具有任何邪恶,而仅仅关心双方如何不互相侵害。
περὶ δʼ ἀρετῆς καὶ κακίας πολιτικῆς διασκοποῦσιν ὅσοι φροντίζουσιν εὐνομίας.
然而,凡是关心优良法治的人,都会考察政治上的美德与恶德。
ᾗ καὶ φανερὸν ὅτι δεῖ περὶ ἀρετῆς ἐπιμελὲς εἶναι τῇ γʼ ὡς ἀληθῶς ὀνομαζομένῃ πόλει, μὴ λόγου χάριν.
由此显然可见,一名称副其实的、而非徒有其名的城邦,必须关注美德。
γίγνεται γὰρ ἡ κοινωνία συμμαχία, τῶν ἄλλων τόπῳ διαφέρουσα μόνον, τῶν ἄπωθεν συμμάχων.
否则,这种结合就成了一种盟约,与那些相距遥远的盟友之间的盟约相比,仅仅在于地理位置的不同。
καὶ ὁ νόμος συνθήκη καί, καθάπερ ἔφη Λυκόφρων ὁ σοφιστής, ἐγγυητὴς ἀλλήλοις τῶν δικαίων, ἀλλʼ οὐχ οἷος ποιεῖν ἀγαθοὺς καὶ δικαίους τοὺς πολίτας.
而法律也成了一种契约,正如智者吕科弗隆所说,它只是彼此权利的保障者,却不能使公民变得善良和公正。
ὅτι δὲ τοῦτον ἔχει τὸν τρόπον, φανερόν.
这是事实,也是显而易见的。
εἰ γάρ τις καὶ συναγάγοι τοὺς τόπους εἰς ἕν, ὥστε ἅπτεσθαι τὴν Μεγαρέων πόλιν καὶ Κορινθίων τοῖς τείχεσιν, ὅμως οὐ μία πόλις· οὐδʼ εἰ πρὸς ἀλλήλους ἐπιγαμίας ποιήσαιντο· καίτοι τοῦτο τῶν ἰδίων ταῖς πόλεσι κοινωνημάτων ἐστίν.
因为,如果有人将这些地方合而为一,使麦加拉和科林斯的城墙彼此相接,它们依然不是一个城邦;即使他们彼此通婚,也同样不是;尽管通婚是城邦特有的共同关系之一。
ὁμοίως δʼ οὐδʼ εἴ τινες οἰκοῖεν χωρὶς μέν, μὴ μέντοι τοσοῦτον ἄπωθεν ὥστε μὴ κοινωνεῖν, ἀλλʼ εἴησαν αὐτοῖς νόμοι τοῦ μὴ σφᾶς αὐτοὺς ἀδικεῖν περὶ τὰς μεταδόσεις, οἷον εἰ ὁ μὲν εἴη τέκτων ὁ δὲ γεωργὸς ὁ δὲ σκυτοτόμος ὁ δʼ ἄλλο τι τοιοῦτον, καὶ τὸ πλῆθος εἶεν μύριοι, μὴ μέντοι κοινωνοῖεν ἄλλου μηδενὸς ἢ τῶν τοιούτων, οἷον ἀλλαγῆς καὶ συμμαχίας, οὐδʼ οὕτω πω πόλις.
同样,如果有人分开居住,但又没有远到无法交往的程度,并且他们拥有关于在交换中互不侵害的法律(例如,如果一个是木匠,一个是农夫,一个是鞋匠,另一个是其他类似的人,人数达一万人,但他们除了交换和同盟等这类事务之外,在其他任何事情上都没有共同关系),即使如此,也还不能算是一个城邦。
διὰ τίνα δή ποτʼ αἰτίαν;
这究竟是什么原因呢?
οὐ γὰρ δὴ διὰ τὸ μὴ σύνεγγυς τῆς κοινωνίας.
当然不是因为这种结合缺乏地理上的临近。
εἰ γὰρ καὶ συνέλθοιεν οὕτω κοινωνοῦντες (ἕκαστος μέντοι χρῷτο τῇ ἰδίᾳ οἰκίᾳ ὥσπερ πόλει) καὶ σφίσιν αὐτοῖς ὡς ἐπιμαχίας οὔσης βοηθοῦντες ἐπὶ τοὺς ἀδικοῦντας μόνον, οὐδʼ οὕτως ἂν εἶναι δόξειεν πόλις τοῖς ἀκριβῶς θεωροῦσιν, εἴπερ ὁμοίως ὁμιλοῖεν συνελθόντες καὶ χωρίς.
因为,即使他们以这种结合方式聚集在一起(然而每个人都把自己的家当作一个城邦来使用),且相互帮助仅仅是为了对付侵害他人者,就好像存在着防御同盟一样,但对于精确考察这一问题的人来说,如果他们聚集在一起时的交往与分开时没有什么两样,即使如此,也依然不能被看作是一个城邦。
φανερὸν τοίνυν ὅτι ἡ πόλις οὐκ ἔστι κοινωνία τόπου, καὶ τοῦ μὴ ἀδικεῖν σφᾶς αὐτοὺς καὶ τῆς μεταδόσεως χάριν· ἀλλὰ ταῦτα μὲν ἀναγκαῖον ὑπάρχειν, εἴπερ ἔσται πόλις, οὐ μὴν οὐδʼ ὑπαρχόντων τούτων ἁπάντων ἤδη πόλις, ἀλλʼ ἡ τοῦ εὖ ζῆν κοινωνία καὶ ταῖς οἰκίαις καὶ τοῖς γένεσι, ζωῆς τελείας χάριν καὶ αὐτάρκους.
因此显而易见,城邦不仅仅是地理位置上的共同体,也不是为了互不侵害和便于交换而建立的共同体;虽然要成为一个城邦,这些条件是必不可少的,但即使这些条件全部具备,也还不就是城邦,相反,城邦是家庭和家族为了优良生活而建立的共同体,其目的是为了获得一种完满和自足的生活。
οὐκ ἔσται μέντοι τοῦτο μὴ τὸν αὐτὸν καὶ ἕνα κατοικούντων τόπον καὶ χρωμένων ἐπιγαμίαις.
然而,如果他们不居住在同一个地方,不进行通婚,这就无法实现。
διὸ κηδεῖαί τʼ ἐγένοντο κατὰ τὰς πόλεις καὶ φατρίαι καὶ θυσίαι καὶ διαγωγαὶ τοῦ συζῆν.
因此,在城邦中才出现了姻亲关系、胞族、祭祀和共同生活的娱乐活动。
τὸ δὲ τοιοῦτον φιλίας ἔργον· ἡ γὰρ τοῦ συζῆν προαίρεσις φιλία.
而这些事物是友爱的体现;因为选择共同生活就是友爱。
τέλος μὲν οὖν πόλεως τὸ εὖ ζῆν, ταῦτα δὲ τοῦ τέλους χάριν.
因此,城邦的目的是优良的生活,而这些事物都是为了这个目的。
πόλις δὲ ἡ γενῶν καὶ κωμῶν κοινωνία ζωῆς τελείας καὶ αὐτάρκους,
而城邦则是家族和村落为了完满和自足的生活而建立的共同体,