§3.1279bἀλλὰ μάλιστα τὴν πολεμικήν·
(但最能体现在军事德性中;因为这种德性在多数人中产生。
αὕτη γὰρ ἐν πλήθει γίγνεται· διόπερ κατὰ ταύτην τὴν πολιτείαν κυριώτατον τὸ προπολεμοῦν καὶ μετέχουσιν αὐτῆς οἱ κεκτημένοι τὰ ὅπλα.
因此,在这种政体中,防卫作战的阶层拥有最高权力,而拥有武器的人们参与其中。
) παρεκβάσεις δὲ τῶν εἰρημένων τυραννὶς μὲν βασιλείας, ὀλιγαρχία δὲ ἀριστοκρατίας, δημοκρατία δὲ πολιτείας.
)上述政体的变态形式是:僭主政体是王政的变态,寡头政体是贵族政体的变态,民主政体是“政体”(共和政体)的变态。
ἡ μὲν γὰρ τυραννίς ἐστι μοναρχία πρὸς τὸ συμφέρον τὸ τοῦ μοναρχοῦντος, ἡ δʼ ὀλιγαρχία πρὸς τὸ τῶν εὐπόρων, ἡ δὲ δημοκρατία πρὸς τὸ συμφέρον τὸ τῶν ἀπόρων· πρὸς δὲ τὸ τῷ κοινῷ λυσιτελοῦν οὐδεμία αὐτῶν.
因为僭主政体是旨在谋求君主自身利益的单独统治,寡头政体旨在谋求富裕者的利益,而民主政体则旨在谋求贫困者的利益;它们之中没有一个是为了共同的利益。
δεῖ δὲ μικρῷ διὰ μακροτέρων εἰπεῖν τίς ἑκάστη τούτων τῶν πολιτειῶν ἐστιν· καὶ γὰρ ἔχει τινὰς ἀπορίας, τῷ δὲ περὶ ἑκάστην μέθοδον φιλοσοφοῦντι καὶ μὴ μόνον ἀποβλέποντι πρὸς τὸ πράττειν οἰκεῖόν ἐστι τὸ μὴ παρορᾶν μηδέ τι καταλείπειν, ἀλλὰ δηλοῦν τὴν περὶ ἕκαστον ἀλήθειαν.
有必要稍微详细地阐述一下这些政体中的每一种是什么;因为这其中存在一些疑难,而对于在每一种探究方法中进行哲学思考,而不仅着眼于实践的人来说,不忽略也不遗漏任何东西,而是阐明关于每一事物的真相,才是合宜的。
ἔστι δὲ τυραννὶς μὲν μοναρχία, καθάπερ εἴρηται, δεσποτικὴ τῆς πολιτικῆς κοινωνίας, ὀλιγαρχία δʼ ὅταν ὦσι κύριοι τῆς πολιτείας οἱ τὰς οὐσίας ἔχοντες, δημοκρατία δὲ τοὐναντίον ὅταν οἱ μὴ κεκτημένοι πλῆθος οὐσίας ἀλλʼ ἄποροι.
僭主政体正如已经说过的,是对政治共同体的专制单独统治;寡头政体是当占有财产的人掌握政体(最高权力)时;民主政体则相反,是当那些没有占有多量财产而是贫困的人掌握政体时。
πρώτη δʼ ἀπορία πρὸς τὸν διορισμόν ἐστιν.
第一个疑难与这个定义有关。
εἰ γὰρ εἶεν οἱ πλείους, ὄντες εὔποροι, κύριοι τῆς πόλεως, δημοκρατία δʼ ἐστὶν ὅταν ᾖ κύριον τὸ πλῆθος—ὁμοίως δὲ πάλιν κἂν εἴ που συμβαίνοι τοὺς ἀπόρους ἐλάττους μὲν εἶναι τῶν εὐπόρων, κρείττους δʼ ὄντας κυρίους εἶναι τῆς πολιτείας, ὅπου δʼ ὀλίγον κύριον πλῆθος, ὀλιγαρχίαν εἶναί φασιν—οὐκ ἂν καλῶς δόξειεν διωρίσθαι περὶ τῶν πολιτειῶν.
因为,如果占多数的富人掌握了城邦的最高权力,而民主政体是当大众掌握最高权力时——同样,反过来,如果在某个地方贫困的人比富人少,但他们更强大并掌握了政体的最高权力,而人们说在少数大众掌握权力的地方就是寡头政体——那么,关于政体的定义似乎就没有被很好地做出。
ἀλλὰ μὴν κἄν εἴ τις συνθεὶς τῇ μὲν εὐπορίᾳ τὴν ὀλιγότητα τῇ δʼ ἀπορίᾳ τὸ πλῆθος οὕτω προσαγορεύῃ τὰς πολιτείας, ὀλιγαρχίαν μὲν ἐν ᾗ τὰς ἀρχὰς ἔχουσιν οἱ εὔποροι, ὀλίγοι τὸ πλῆθος ὄντες, δημοκρατίαν δὲ ἐν ᾗ οἱ ἄποροι, πολλοὶ τὸ πλῆθος ὄντες, ἄλλην ἀπορίαν ἔχει.
然而,如果有人把少数与富裕结合,把多数与贫困结合,并这样来命名政体:在富人占有官职且其人数较少的政体中为寡头政体,而在贫人占有官职且其人数较多的政体中为民主政体,这又会带来另一个疑难。
τίνας γὰρ ἐροῦμεν τὰς ἄρτι λεχθείσας πολιτείας, τὴν ἐν ᾗ πλείους οἱ εὔποροι καὶ τὴν ἐν ᾗ ἐλάττους οἱ ἄποροι, κύριοι δʼ ἑκάτεροι τῶν πολιτειῶν, εἴπερ μηδεμία ἄλλη πολιτεία παρὰ τὰς εἰρημένας ἔστιν;
因为,对于刚才提到的那些政体——富人占多数的政体和贫人占少数的政体,而双方又各自掌握了其政体的最高权力,如果没有除了上述政体之外的其它政体,我们要把它们称为什么呢?
ἔοικε τοίνυν ὁ λόγος ποιεῖν δῆλον ὅτι τὸ μὲν ὀλίγους ἢ πολλοὺς εἶναι κυρίους συμβεβηκός ἐστιν, τὸ μὲν ταῖς ὀλιγαρχίαις τὸ δὲ ταῖς δημοκρατίαις, διὰ τὸ τοὺς μὲν εὐπόρους ὀλίγους, πολλοὺς δʼ εἶναι τοὺς ἀπόρους πανταχοῦ (διὸ καὶ οὐ συμβαίνει τὰς ῥηθείσας αἰτίας αἰτίας γίνεσθαι διαφορᾶς), ᾧ δὲ διαφέρουσιν ἥ τε δημοκρατία καὶ ἡ ὀλιγαρχία ἀλλήλων πενία καὶ πλοῦτός ἐστιν,
因此,这一论证似乎清楚地表明,少数人或多数人掌握最高权力只是一个伴随的属性(前者伴随于寡头政体,后者伴随于民主政体),因为富人占少数而贫人在任何地方都占多数(因此上述原因并不能成为产生差异的原因),而使民主政体和寡头政体相互区别的,实际上是贫穷与财富。