Humanitext Reader

亚里士多德 · 政治学 §3.1279a

正当政体与变态政体的区别及六种政体分类

第 49 段,共 155 段 · 希腊语

内容简介

将技艺的目的应用于政治统治,论述了旨在实现共同利益的“正确政体”与仅旨在实现统治者私利的“变态政体”的区别。在此基础上,根据统治者的人数(一人、少数或多数),对王政、贵族政体、宪政(共和政体)及其相应的变态形式进行了分类和界定。

§3.1279aοἷον ἰατρικὴν καὶ γυμναστικήν, κατὰ συμβεβηκὸς δὲ κἂν αὐτῶν εἶεν.
例如医术和体育,但伴随地,它们也可能是为了他们自己。
οὐδὲν γὰρ κωλύει τὸν παιδοτρίβην ἕνα τῶν γυμναζομένων ἐνίοτʼ εἶναι καὶ αὐτόν, ὥσπερ ὁ κυβερνήτης εἷς ἐστιν ἀεὶ τῶν πλωτήρων·
因为没有什么能阻止体育教练有时自己也成为受训练者之一,正如领航员始终是船员之一一样。
ὁ μὲν οὖν παιδοτρίβης ἢ κυβερνήτης σκοπεῖ τὸ τῶν ἀρχομένων ἀγαθόν, ὅταν δὲ τούτων εἷς γένηται καὶ αὐτός, κατὰ συμβεβηκὸς μετέχει τῆς ὠφελείας. ὁ μὲν γὰρ πλωτήρ, ὁ δὲ τῶν γυμναζομένων εἷς γίνεται, παιδοτρίβης ὤν.
因此,体育教练或领航员追求的是被统治者的利益,而当他自己也成为其中的一员时,他就伴随地分享了这种利益;因为前者成为了船员,而后者在作为体育教练的同时,也成为了受训练者之一。
διὸ καὶ τὰς πολιτικὰς ἀρχάς, ὅταν ᾖ κατʼ ἰσότητα τῶν πολιτῶν συνεστηκυῖα καὶ καθʼ ὁμοιότητα, κατὰ μέρος ἀξιοῦσιν ἄρχειν, πρότερον μέν, ᾗ πέφυκεν, ἀξιοῦντες ἐν μέρει λειτουργεῖν, καὶ σκοπεῖν τινα πάλιν τὸ αὑτοῦ ἀγαθόν, ὥσπερ πρότερον αὐτὸς ἄρχων ἐσκόπει τὸ ἐκείνου συμφέρον·
因此,对于政治官职,当城邦是根据市民的平等和相似性建立起来的时候,他们要求轮流执政。 以前,他们要求按照自然本性轮流履行公共服务,并要求另一个人反过来关照他自己的利益,正如他以前在执政时关照那个人的利益一样。
νῦν δὲ διὰ τὰς ὠφελείας τὰς ἀπὸ τῶν κοινῶν καὶ τὰς ἐκ τῆς ἀρχῆς βούλονται συνεχῶς ἄρχειν, οἷον εἰ συνέβαινεν ὑγιαίνειν ἀεὶ τοῖς ἄρχουσι νοσακεροῖς οὖσιν. καὶ γὰρ ἂν οὕτως ἴσως ἐδίωκον τὰς ἀρχάς.
但现在,由于从公产和官职中获得的利益,他们希望连续不断地执政,这就好比那些体弱多病的执政者只要当权就能始终保持健康一样;因为在这种情况下,他们大概也会追逐官职。
φανερὸν τοίνυν ὡς ὅσαι μὲν πολιτεῖαι τὸ κοινῇ συμφέρον σκοποῦσιν, αὗται μὲν ὀρθαὶ τυγχάνουσιν οὖσαι κατὰ τὸ ἁπλῶς δίκαιον, ὅσαι δὲ τὸ σφέτερον μόνον τῶν ἀρχόντων, ἡμαρτημέναι πᾶσαι καὶ παρεκβάσεις τῶν ὀρθῶν πολιτειῶν·
因此显而易见,凡是旨在实现共同利益的政体,根据绝对的正义,都属于正确的政体;而那些仅旨在实现统治者自身利益的政体,则全都是错误的,是正确政体的变态形式。
δεσποτικαὶ γάρ, ἡ δὲ πόλις κοινωνία τῶν ἐλευθέρων ἐστίν.
因为它们具有专制的性质,而城邦则是自由人的共同体。
διωρισμένων δὲ τούτων ἐχόμενόν ἐστι τὰς πολιτείας ἐπισκέψασθαι, πόσαι τὸν ἀριθμὸν καὶ τίνες εἰσί, καὶ πρῶτον τὰς ὀρθὰς αὐτῶν· καὶ γὰρ αἱ παρεκβάσεις ἔσονται φανεραὶ τούτων διορισθεισῶν.
在这些规定清楚之后,接下来要做的是考察政体,看它们在数量上有多少种,是什么,并首先考察其中的正确政体;因为在这些正确政体规定清楚之后,变态形式也就会一目了然。
ἐπεὶ δὲ πολιτεία μὲν καὶ πολίτευμα σημαίνει ταὐτόν, πολίτευμα δʼ ἐστὶ τὸ κύριον τῶν πόλεων, ἀνάγκη δʼ εἶναι κύριον ἢ ἕνα ἢ ὀλίγους ἢ τοὺς πολλούς, ὅταν μὲν ὁ εἷς ἢ οἱ ὀλίγοι ἢ οἱ πολλοὶ πρὸς τὸ κοινὸν συμφέρον ἄρχωσι, ταύτας μὲν ὀρθὰς ἀναγκαῖον εἶναι τὰς πολιτείας, τὰς δὲ πρὸς τὸ ἴδιον ἢ τοῦ ἑνὸς ἢ τῶν ὀλίγων ἢ τοῦ πλήθους παρεκβάσεις.
既然政体(宪法)和统治团体表示同一个意思,而统治团体是城邦中的最高权力,且最高权力必然要么由一人、要么由少数人、要么由多数人掌握,那么当一人、少数人或多数人为了共同利益进行统治时,这些政体就必然是正确的政体;而那些仅为了个人、少数人或大众的私利而统治的政体则是变态形式。
ἢ γὰρ οὐ πολίτας φατέον εἶναι τοὺς μετέχοντας, ἢ δεῖ κοινωνεῖν τοῦ συμφέροντος.
因为,要么必须说参与其中的人不是市民,要么他们必须分享利益。
καλεῖν δʼ εἰώθαμεν τῶν μὲν μοναρχιῶν τὴν πρὸς τὸ κοινὸν ἀποβλέπουσαν συμφέρον βασιλείαν, τὴν δὲ τῶν ὀλίγων μὲν πλειόνων δʼ ἑνὸς ἀριστοκρατίαν (ἢ διὰ τὸ τοὺς ἀρίστους ἄρχειν, ἢ διὰ τὸ πρὸς τὸ ἄριστον τῇ πόλει καὶ τοῖς κοινωνοῦσιν αὐτῆς), ὅταν δὲ τὸ πλῆθος πρὸς τὸ κοινὸν πολιτεύηται συμφέρον, καλεῖται τὸ κοινὸν ὄνομα πασῶν τῶν πολιτειῶν, πολιτεία.
在君主政体中,我们习惯于将旨在实现共同利益的政体称为王政,而将少数人(但不止一人)的统治称为贵族政体(这或者是由于最优秀的人进行统治,或者是由于其目标是为城邦及其成员争取最大福祉)。 而当多数人为了共同利益而管理政事时,它被称为所有政体的共同名称——“政体”(共和政体)。
(συμβαίνει δʼ εὐλόγως· ἕνα μὲν γὰρ διαφέρειν κατʼ ἀρετὴν ἢ ὀλίγους ἐνδέχεται, πλείους δʼ ἤδη χαλεπὸν ἠκριβῶσθαι πρὸς πᾶσαν ἀρετήν,
(而这也是合乎情理的;因为一人或少数人在德性上表现杰出是可能的,但要让更多的人在所有德性上都达到完美则是困难的,)

词汇与语法注释

  1. 1279a1κἂν αὐτῶν εἶεν — κἂν 是 καὶ ἂν 的缩略形式,与希求式 εἶεν(εἰμί 的第三人称复数)连用表示潜在可能性(“也可能是”)。在上下文中,αὐτῶν(第三人称属格复数)指代前述“技艺”(医术和体育)的主体即“技艺者自身”,属格表示所属或受益对象(“为了他们自己”)。
  2. 1279a10τινα — 不定代词的宾格,担任不定式 σκοπεῖν 的逻辑主语。在上下文中,它指代在自己卸任后轮流担任统治者的“其他某个人”(另一个市民)。整个“宾格加不定式”结构(σκοπεῖν τινα... τὸ αὑτοῦ ἀγαθόν,“让某个人来关照他自己的利益”)由分词 ἀξιοῦντες(“要求”)所支配。
  3. 1279a19τὸ σφέτερον — 物主代词 σφέτερος(“他们自己的”)的中性单数宾格形式。在此作为省略的动词 σκοποῦσιν(“追求”)的宾语,意为“仅统治者们自身的私利”。虽然 σφέτερος 原本表示第三人称复数的所属,但在这里与属格 τῶν ἀρχόντων 连用,用以强调统治者的自身利益。
  4. 1279a31ἢ γὰρ οὐ πολίτας φατέον εἶναι — 使用 ἢ... ἤ...(“要么……要么……”)的抉择句。在第一分句中,否定词 οὐ 修饰 πολίτας,意为“必须说他们不是市民”。整句展现了一个逻辑两难:要么必须承认参与该共同体的人不配被称为市民,要么(如果称其为市民)他们就必须分享其中的共同利益。

引用这一段

亚里士多德, 政治学 §3.1279a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1279a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。