Humanitext Reader

亚里士多德 · 政治学 §3.1278a

不同政体下手工业者的市民资格与标准差异

第 47 段,共 155 段 · 希腊语

内容简介

亚里士多德论证了承担必然性劳作的手工业者和劳动者是否被接纳为市民取决于政体类型,并解释了贵族政体、寡头政体和民主政体中市民资格标准的差异,以及历史上帝邦扩张和限制市民权的程序。

§3.1278aοὐδὲ γὰρ οἱ δοῦλοι τῶν εἰρημένων οὐδέν, οὐδʼ οἱ ἀπελεύθεροι.
因为奴隶不是上述任何一类人,释放奴隶也不是。
τοῦτο γὰρ ἀληθές, ὡς οὐ πάντας θετέον πολίτας ὧν ἄνευ οὐκ ἂν εἴη πόλις, ἐπεὶ οὐδʼ οἱ παῖδες ὡσαύτως πολῖται καὶ οἱ ἄνδρες, ἀλλʼ οἱ μὲν ἁπλῶς οἱ δʼ ἐξ ὑποθέσεως· πολῖται μὲν γάρ εἰσιν, ἀλλʼ ἀτελεῖς.
因为这是真实的:我们不应该把没有他们城邦就无法存在的所有人都列为市民,因为甚至孩子们也不像成年男子那样是市民,而是后者是绝对意义上的,前者是假定意义上的;因为他们虽是市民,但却是未完成的市民。
ἐν μὲν οὖν τοῖς ἀρχαίοις χρόνοις παρʼ ἐνίοις ἦν δοῦλον τὸ βάναυσον ἢ ξενικόν, διόπερ οἱ πολλοὶ τοιοῦτοι καὶ νῦν· ἡ δὲ βελτίστη πόλις οὐ ποιήσει βάναυσον πολίτην.
因此,在古时,在某些城邦中,机械手工业者阶层或者是奴隶或者是外国人,所以至今他们中的大多数人仍然如此;而最优秀的城邦是不会把机械手工业者立为市民的。
εἰ δὲ καὶ οὗτος πολίτης, ἀλλὰ πολίτου ἀρετὴν ἣν εἴπομεν λεκτέον οὐ παντός, οὐδʼ ἐλευθέρου μόνον, ἀλλʼ ὅσοι τῶν ἔργων εἰσὶν ἀφειμένοι τῶν ἀναγκαίων.
但如果这样的人也是市民,那么我们所说的市民的德性,就不能说是属于每一个市民的,甚至不能说仅仅属于自由人,而只能说属于那些免于必然性劳作的人。
τῶν δʼ ἀναγκαίων οἱ μὲν ἑνὶ λειτουργοῦντες τὰ τοιαῦτα δοῦλοι, οἱ δὲ κοινοὶ βάναυσοι καὶ θῆτες.
在承担必然性劳作的人中,为单个人服务的人是奴隶,而为公众服务的人则是机械手工业者和日雇工。
φανερὸν δʼ ἐντεῦθεν μικρὸν ἐπισκεψαμένοις πῶς ἔχει περὶ αὐτῶν.
由此,如果我们稍微加以考察,关于他们的情况就很清楚了。
ἐπεὶ γὰρ πλείους εἰσὶν αἱ πολιτεῖαι, καὶ εἴδη πολίτου ἀναγκαῖον εἶναι πλείω, καὶ μάλιστα τοῦ ἀρχομένου πολίτου, ὥστʼ ἐν μὲν τινὶ πολιτείᾳ τὸν βάναυσον ἀναγκαῖον εἶναι καὶ τὸν θῆτα πολίτας, ἐν τισὶ δʼ ἀδύνατον, οἷον εἴ τίς ἐστιν ἣν καλοῦσιν ἀριστοκρατικὴν καὶ ἐν ᾗ κατʼ ἀρετὴν αἱ τιμαὶ δίδονται καὶ κατʼ ἀξίαν· οὐ γὰρ οἷόν τʼ ἐπιτηδεῦσαι τὰ τῆς ἀρετῆς ζῶντα βίον βάναυσον ἢ θητικόν.
因为既然政体有多种,那么市民的种类必然也是多种,尤其是受统治的市民。 因此,在某种政体中,机械手工业者和日雇工必然是市民,而在某些政体中这则是不可行的,例如在人们所谓的贵族政体中,官职是根据德性和功绩来授予的;因为一个人过着机械手工业者或日雇工的生活,是不可能实践德性之事的。
ἐν δὲ ταῖς ὀλιγαρχίαις θῆτα μὲν οὐκ ἐνδέχεται εἶναι πολίτην (ἀπὸ τιμημάτων γὰρ μακρῶν αἱ μεθέξεις τῶν ἀρχῶν), βάναυσον δὲ ἐνδέχεται· πλουτοῦσι γὰρ καὶ οἱ πολλοὶ τῶν τεχνιτῶν.
但在寡头政体中,日雇工是不可能成为市民的(因为官职的分享取决于高额的财产资格),但机械手工业者却有可能;因为多数手艺人确实很富裕。
ἐν Θήβαις δὲ νόμος ἦν τὸν διὰ δέκα ἐτῶν μὴ ἀπεσχημένον τῆς ἀγορᾶς μὴ μετέχειν ἀρχῆς.
而在底比斯曾有一条法律,规定凡在十年之内未曾脱离市场商业活动的人,不得参与官职。
ἐν πολλαῖς δὲ πολιτείαις προσεφέλκει τινὰς καὶ τῶν ξένων ὁ νόμος· ὁ γὰρ ἐκ πολίτιδος ἔν τισι δημοκρατίαις πολίτης ἐστίν, τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ τὰ περὶ τοὺς νόθους παρὰ πολλοῖς.
在许多政体中,法律甚至还拉拢了一部分外邦人;因为在某些民主政体中,由女市民所生的人就是市民,而在许多地方,关于私生子的规定也采取同样的方式。
οὐ μὴν ἀλλʼ ἐπεὶ διʼ ἔνδειαν τῶν γνησίων πολιτῶν ποιοῦνται πολίτας τοὺς τοιούτους (διὰ γὰρ ὀλιγανθρωπίαν οὕτω χρῶνται τοῖς νόμοις), εὐποροῦντες δὴ ὄχλου κατὰ μικρὸν παραιροῦνται τοὺς ἐκ δούλου πρῶτον ἢ δούλης, εἶτα τοὺς ἀπὸ γυναικῶν, τέλος δὲ μόνον τοὺς ἐξ ἀμφοῖν ἀστῶν πολίτας ποιοῦσιν.
然而,既然他们是因为缺乏真正的市民才把这类人立为市民(因为由于人口稀少,他们才如此使用法律),那么当人口充足时,他们就会逐渐地首先排除那些由男奴或女奴所生的人,接着是那些仅由女性市民所生的人,最后只把双亲皆为公民的人立为市民。
ὅτι μὲν οὖν εἴδη πλείω πολίτου, φανερὸν ἐκ τούτων, καὶ ὅτι λέγεται μάλιστα πολίτης ὁ μετέχων τῶν τιμῶν, ὥσπερ καὶ Ὅμηρος ἐποίησεν " ὡς εἴ τινʼ ἀτίμητον μετανάστην· " ὥσπερ μέτοικος γάρ ἐστιν ὁ τῶν τιμῶν μὴ μετέχων.
因此,市民有多种类型,这一点从这些事实中已经很清楚,而且最被称为市民的,是分享荣誉(官职)的人,正如荷马所写的那样:“就像一个没有荣誉的侨民”;因为不分享荣誉的人就像是在外邦的侨民。
ἀλλʼ ἐστὶν ὅπου τὸ τοιοῦτον ἐπικεκρυμμένον ἐστίν, ἀπάτης χάριν τῶν συνοικούντων ἐστίν.
但在某些地方,这种事情被隐瞒了,这是为了欺骗那些共同居住的人。

词汇与语法注释

  1. 1278aοὐδὲ γὰρ οἱ δοῦλοι τῶν εἰρημένων οὐδέν — 代词 οὐδέν 用作省略了的动词 ἐστί 的表语。属格短语 τῶν εἰρημένων(上述的)为部分属格,指前文中提到的外邦侨民(μέτοικος)和外国人(ξένος)等类别。
  2. 1278aὧν ἄνευ οὐκ ἂν εἴη πόλις — 关系代词 ὧν(因介词 ἄνευ 而用属格)以 πάντας 为先行词。οὐκ ἂν εἴη 是 ἄν + 祈愿法(潜在用法),表示条件性的可能:“没有他们,城邦就无法存在”。
  3. 1278aτὸν διὰ δέκα ἐτῶν μὴ ἀπεσχημένον τῆς ἀγορᾶς — 介词短语 διὰ δέκα ἐτῶν 表示时间的间隔(“在十年之内”)。τῆς ἀγορᾶς(市场)是分词 ἀπεσχημένον(脱离)所要求的夺格性属格(分离属格),指脱离阿哥拉(广场)的商业活动。
  4. 1278aἀπάτης χάριν τῶν συνοικούντων — χάριν 是支配属格并表示目的(“为了……”)的准介词。属格现在分词的名词化用法 τῶν συνοικούντων(共同居住的人)指共同居住在城邦内的被统治阶层。

引用这一段

亚里士多德, 政治学 §3.1278a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1278a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。