Humanitext Reader

亚里士多德 · 政治学 §3.1277b

统治与受统治的德性及工匠的公民资格问题

第 46 段,共 155 段 · 希腊语

内容简介

统治者必须通过接受统治的经验来学习政治统治,市民的德性包含统治与受统治两个方面,但唯有统治者才具备“明智”这一德性。随后作者提出了关于机械手工业者是否应被视作市民的新疑难。

§3.1277bἐν οἷς ὁ βάναυσος τεχνίτης ἐστίν.
其中也包括机械手工业者。
διὸ παρʼ ἐνίοις οὐ μετεῖχον οἱ δημιουργοὶ τὸ παλαιὸν ἀρχῶν, πρὶν δῆμον γενέσθαι τὸν ἔσχατον.
因此,在某些城邦中,古时手艺人是不参与官职的,直到极端的民主制出现为止。
τὰ μὲν οὖν ἔργα τῶν ἀρχομένων οὕτως οὐ δεῖ τὸν ἀγαθὸν οὐδὲ τὸν πολιτικὸν οὐδὲ τὸν πολίτην τὸν ἀγαθὸν μανθάνειν, εἰ μή ποτε χρείας χάριν αὐτῷ πρὸς αὑτόν· οὐ γὰρ ἔτι συμβαίνει γίνεσθαι τὸν μὲν δεσπότην τὸν δὲ δοῦλον.
因此,好人、政治家以及优秀市民,都不应当学习这种受统治者的事务,除非偶尔为了自己个人的需要;因为否则的话,一为主人、一为奴隶的关系就无法继续维持了。
ἀλλʼ ἔστι τις ἀρχὴ καθʼ ἣν ἄρχει τῶν ὁμοίων τῷ γένει καὶ τῶν ἐλευθέρων.
但是,存在着一种针对出身相同且自由的人们的统治。
ταύτην γὰρ λέγομεν εἶναι τὴν πολιτικὴν ἀρχήν, ἣν δεῖ τὸν ἄρχοντα ἀρχόμενον μαθεῖν, οἷον ἱππαρχεῖν ἱππαρχηθέντα, στρατηγεῖν στρατηγηθέντα καὶ ταξιαρχήσαντα καὶ λοχαγήσαντα.
我们说这就是政治统治,统治者必须通过接受统治来学习它,正如通过接受骑兵长官的指挥来学习做骑兵长官,通过接受将军的指挥、并担任过部落首长和百人队长来学习做将军一样。
διὸ λέγεται καὶ τοῦτο καλῶς, ὡς οὐκ ἔστιν εὖ ἄρξαι μὴ ἀρχθέντα.
因此,这句话也说得很对:“未曾受统治者,不能很好地进行统治。
τούτων δὲ ἀρετὴ μὲν ἑτέρα, δεῖ δὲ τὸν πολίτην τὸν ἀγαθὸν ἐπίστασθαι καὶ δύνασθαι καὶ ἄρχεσθαι καὶ ἄρχειν, καὶ αὕτη ἀρετὴ πολίτου, τὸ τὴν τῶν ἐλευθέρων ἀρχὴν ἐπίστασθαι ἐπʼ ἀμφότερα.
”虽然这些人的德性是不同的,但优秀的市民必须懂得并且能够既接受统治又实施统治,而这正是市民的德性:在两个方面都懂得对自由人的统治。
καὶ ἀνδρὸς δὴ ἀγαθοῦ ἄμφω, καὶ εἰ ἕτερον εἶδος σωφροσύνης καὶ δικαιοσύνης ἀρχικῆς.
而且,这也属于好人的德性,即便统治者的节制和正义属于不同的类型。
καὶ γὰρ ἀρχομένου μὲν ἐλευθέρου δὲ δῆλον ὅτι οὐ μία ἂν εἴη τοῦ ἀγαθοῦ ἀρετή, οἷον δικαιοσύνη, ἀλλʼ εἴδη ἔχουσα καθʼ ἃ ἄρξει καὶ ἄρξεται, ὥσπερ ἀνδρὸς καὶ γυναικὸς ἑτέρα σωφροσύνη καὶ ἀνδρεία (δόξαι γὰρ ἂν εἶναι δειλὸς ἀνήρ, εἰ οὕτως ἀνδρεῖος εἴη ὥσπερ γυνὴ ἀνδρεία, καὶ γυνὴ λάλος, εἰ οὕτω κοσμία εἴη ὥσπερ ὁ ἀνὴρ ὁ ἀγαθός·
因为对于一个自由且接受统治的好人来说,显然其德性不会是单一的(例如正义),而是具有不同的形式,以便其据此进行统治和接受统治,正如男人的节制与勇敢和女人的不同一样。
ἐπεὶ καὶ οἰκονομία ἑτέρα ἀνδρὸς καὶ γυναικός· τοῦ μὲν γὰρ κτᾶσθαι τῆς δὲ φυλάττειν ἔργον ἐστίν).
(因为如果一个男人像一个勇敢的女人那样勇敢,他就会被认为是懦夫;而如果一个女人像一个优秀男人那样庄重,她就会被认为是个多嘴的人;因为甚至男人和女人的家务管理也是不同的:前者的任务是获取,后者的任务是保管。
ἡ δὲ φρόνησις ἄρχοντος ἴδιος ἀρετὴ μόνη.
)而明智则是唯独属于统治者特有的德性。
τὰς γὰρ ἄλλας ἔοικεν ἀναγκαῖον εἶναι κοινὰς καὶ τῶν ἀρχομένων καὶ τῶν ἀρχόντων, ἀρχομένου δέ γε οὐκ ἔστιν ἀρετὴ φρόνησις, ἀλλὰ δόξα ἀληθής· ὥσπερ αὐλοποιὸς γὰρ ὁ ἀρχόμενος, ὁ δʼ ἄρχων αὐλητὴς ὁ χρώμενος.
因为其他德性似乎必然是受统治者和统治者所共有的,但受统治者的德性绝非明智,而是真实的意见;因为受统治者就像是笛子制造者,而统治者则是使用笛子的笛手。
πότερον μὲν οὖν ἡ αὐτὴ ἀρετὴ ἀνδρὸς ἀγαθοῦ καὶ πολίτου σπουδαίου ἢ ἑτέρα, καὶ πῶς ἡ αὐτὴ καὶ πῶς ἑτέρα, φανερὸν ἐκ τούτων.
因此,好人的德性与优秀市民的德性是相同还是不同,以及在何种意义上相同、何种意义上不同,从这些中已经很清楚了。
περὶ δὲ τὸν πολίτην ἔτι λείπεταί τις τῶν ἀποριῶν.
然而,关于市民,还有一个疑难有待解决。
ὡς ἀληθῶς γὰρ πότερον πολίτης ἐστὶν ᾧ κοινωνεῖν ἔξεστιν ἀρχῆς, ἢ καὶ τοὺς βαναύσους πολίτας θετέον;
因为,真正意义上的市民,是那些有权分享官职的人,还是说我们也必须把机械手工业者也列为市民?
εἰ μὲν οὖν καὶ τούτους θετέον οἷς μὴ μέτεστιν ἀρχῶν, οὐχ οἷόν τε παντὸς εἶναι πολίτου τὴν τοιαύτην ἀρετήν (οὗτος γὰρ πολίτης)· εἰ δὲ μηδεὶς τῶν τοιούτων πολίτης, ἐν τίνι μέρει θετέος ἕκαστος;
如果说那些不分享官职的人也必须被列为市民,那么这种德性就不可能属于每一个市民了(因为这样的人也是市民);但如果这些人都不是市民,那么他们每个人应该被归入哪一个部分?
οὐδὲ γὰρ μέτοικος οὐδὲ ξένος.
因为他们既不是外邦侨民,也不是外国人。
ἢ διά γε τοῦτον τὸν λόγον οὐδὲν φήσομεν συμβαίνειν ἄτοπον;
或者,我们是否可以说,仅仅由于这种论证,并不产生任何荒谬的结果?

词汇与语法注释

  1. 1277b1ἐν οἷς — 关系代词短语,其先行词为前文的 `οἱ χερνῆτες`(手工业者/体力劳动者),表明机械手工业者(ὁ βάναυσος τεχνίτης)也被包含在这一群体之中。
  2. 1277b9ἀρχόμενον — 谓语性分词,修饰不定式 `μαθεῖν`(学习)的逻辑主语——宾格的 `τὸν ἄρχοντα`(统治者),表示其处于“受统治”的状态,强调统治者必须通过处于受统治者的地位来学习。
  3. 1277b10ἱππαρχηθέντα — 被动过去分词 `ἱππαρχηθέντα` 和 `στρατηγηθέντα`(作为受指挥者的被动经历)与主动过去分词 `ταξιαρχήσαντα` 和 `λοχαγήσαντα`(作为下级指挥官的主动经历)形成对比,展示了统治者必须积累的多方面的实际经验。
  4. 1277b18ἀρχομένου μὲν ἐλευθέρου δὲ — 属格短语,限定后文的属格 `τοῦ ἀγαθοῦ`(好人),意为“对于一个自由且受统治的好人”。
  5. 1277b36οὗτος — 单数代词,指代前文的复数宾格 `τούτους`(不分享官职的手工业者)。此处作总称性的单数使用,以 `πολίτης`(市民)为谓语主格补足语。

引用这一段

亚里士多德, 政治学 §3.1277b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1277b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。