Humanitext Reader

亚里士多德 · 政治学 §3.1276a

非正当市民的身份与政体变革时的城邦同一性

第 43 段,共 155 段 · 希腊语

内容简介

作者论证了即使是不正当地获得市民权的人,如果他们参与官职,也必须被视为市民。接着,他开始探讨在国制发生变革时,城邦的同一性是否得以维持的问题。

§3.1276aἆρʼ εἰ μὴ δικαίως πολίτης, οὐ πολίτης, ὡς ταὐτὸ δυναμένου τοῦ τʼ ἀδίκου καὶ τοῦ ψευδοῦς.
是否如果一个人不是正当地成为市民,他就不是市民,仿佛“不正当”和“虚假”具有相同的效力一样。
ἐπεὶ δʼ ὁρῶμεν καὶ ἄρχοντάς τινας ἀδίκως, οὓς ἄρχειν μὲν φήσομεν ἀλλʼ οὐ δικαίως, ὁ δὲ πολίτης ἀρχῇ τινὶ διωρισμένος ἐστίν (ὁ γὰρ κοινωνῶν τῆς τοιᾶσδε ἀρχῆς πολίτης ἐστίν, ὡς ἔφαμεν), δῆλον ὅτι πολίτας μὲν εἶναι φατέον καὶ τούτους·
但是,既然我们也看到一些人不正当地担任统治者,我们虽说他们在统治,但并非正当地统治;而市民是通过某种官职来定义的(因为正如我们所说,参与这类官职的人就是市民),那么显然也必须说这些人也是市民。
περὶ δὲ τοῦ δικαίως ἢ μὴ δικαίως συνάπτει πρὸς τὴν εἰρημένην πρότερον ἀμφισβήτησιν.
关于“正当地还是不正当地”的问题,这与前面提到的争论相联系。
ἀποροῦσι γάρ τινες πόθʼ ἡ πόλις ἔπραξε καὶ πότε οὐχ ἡ πόλις, οἷον ὅταν ἐξ ὀλιγαρχίας ἢ τυραννίδος γένηται δημοκρατία (τότε γὰρ οὔτε τὰ συμβόλαια ἔνιοι βούλονται διαλύειν, ὡς οὐ τῆς πόλεως ἀλλὰ τοῦ τυράννου λαβόντος, οὔτʼ ἄλλα πολλὰ τῶν τοιούτων, ὡς ἐνίας τῶν πολιτειῶν τῷ κρατεῖν οὔσας, ἀλλὰ οὐ διὰ τὸ κοινῇ συμφέρον)·
因为有些人会提出疑问,国家何时行使了行为,何时又不是国家行使的行为,例如当民主制产生于寡头制或僭主制时(因为在那种情况下,有些人既不想履行契约,理由是接受贷款的不是国家而是僭主,也不想履行其他许多此类事情,理由是某些国制仅靠强权存在,而非为了共同利益)。
εἴπερ οὖν καὶ δημοκρατοῦνταί τινες κατὰ τὸν τρόπον τοῦτον, ὁμοίως τῆς πόλεως φατέον εἶναι ταύτης τὰς τῆς πολιτείας ταύτης πράξεις καὶ τὰς ἐκ τῆς ὀλιγαρχίας καὶ τῆς τυραννίδος.
因此,如果有些人也以这种方式处于民主制下,我们必须说,这一国制的行为同样是该城邦的行为,正如来自寡头制和僭主制的行为一样。
ἔοικε δʼ οἰκεῖος ὁ λόγος εἶναι τῆς ἀπορίας ταύτης πως ποτὲ χρὴ λέγειν τὴν πόλιν εἶναι τὴν αὐτὴν ἢ μὴ τὴν αὐτὴν ἀλλʼ ἑτέραν.
然而,适合这一难题的讨论似乎在于,究竟应当如何说城邦是同一个,还是不是同一个而是另一个。
ἡ μὲν οὖν ἐπιπολαιοτάτη τῆς ἀπορίας ζήτησις περὶ τὸν τόπον καὶ τοὺς ἀνθρώπους ἐστίν· ἐνδέχεται γὰρ διαζευχθῆναι τὸν τόπον καὶ τοὺς ἀνθρώπους, καὶ τοὺς μὲν ἕτερον τοὺς δʼ ἕτερον οἰκῆσαι τόπον.
因此,对这一难题最表面的探讨是关于地点和人的;因为地点和人有可能是分离的,一些人居住在一个地方,另一些人居住在另一个地方。
ταύτην μὲν οὖν πραοτέραν θετέον τὴν ἀπορίαν, πολλαχῶς γὰρ τῆς πόλεως λεγομένης, ἐστί πως εὐμάρεια τῆς τοιαύτης ζητήσεως· ὁμοίως δὲ καὶ τῶν τὸν αὐτὸν κατοικούντων ἀνθρώπων πότε δεῖ νομίζειν μίαν εἶναι τὴν πόλιν;
因此,我们必须将这一疑问视为较易解决的;因为既然“城邦”有多重含义,此类探究在某种程度上是容易的。
οὐ γὰρ δὴ τοῖς τείχεσιν·
但同样地,对于居住在同一地点的那些人,何时应当认为城邦是同一个?
εἴη γὰρ ἂν Πελοποννήσῳ περιβαλεῖν ἓν τεῖχος. τοιαύτη δʼ ἴσως ἐστὶ καὶ Βαβυλὼν καὶ πᾶσα ἥτις ἔχει περιγραφὴν μᾶλλον ἔθνους ἢ πόλεως·
因为这绝非由于城墙;因为如果那样的话,给整个伯罗奔尼撒筑起一整道围墙也是可能的。
ἧς γέ φασιν ἑαλωκυίας τρίτην ἡμέραν οὐκ αἰσθέσθαι τι μέρος τῆς πόλεως.
巴比伦或许也属于这一类,以及所有其边界与其说是城邦不如说是民族的那些地方;据说,在巴比伦被攻陷的三天之后,城邦的某些部分甚至还没有察觉到。
ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας εἰς ἄλλον καιρὸν χρήσιμος ἡ σκέψις (περὶ γὰρ μεγέθους τῆς πόλεως, τό τε πόσον καὶ πότερον ἔθνος ἓν ἢ πλείω συμφέρει, δεῖ μὴ λανθάνειν τὸν πολιτικόν)· ἀλλὰ τῶν αὐτῶν κατοικούντων τὸν αὐτὸν τόπον, πότερον ἕως ἂν ᾖ τὸ γένος ταὐτὸ τῶν κατοικούντων, τὴν αὐτὴν εἶναι φατέον πόλιν, καίπερ αἰεὶ τῶν μὲν φθειρομένων τῶν δὲ γινομένων, ὥσπερ καὶ ποταμοὺς εἰώθαμεν λέγειν τοὺς αὐτοὺς καὶ κρήνας τὰς αὐτάς, καίπερ αἰεὶ τοῦ μὲν ἐπιγινομένου νάματος τοῦ δʼ ὑπεξιόντος, ἢ τοὺς μὲν ἀνθρώπους φατέον εἶναι τοὺς αὐτοὺς διὰ τὴν τοιαύτην αἰτίαν, τὴν δὲ πόλιν ἑτέραν;
然而,关于这一难题的考察在另一个时机将是有用的(因为关于城邦的规模,即其大小以及是一个民族还是多个民族有利,是政治家必须注意的);但是在相同的人居住在相同的地点时,是否只要居民的世代保持相同,就必须说城邦是同一个,尽管有的人一直在消亡,有的人一直在诞生,正如我们习惯于说河流是同一个、泉水是同一个一样,尽管溪流总是有的在流入,有的在流走;或者说,人类确实由于此类原因而是同一个,而城邦则是另一个?

词汇与语法注释

  1. 1276a1ὡς ταὐτὸ δυναμένου τοῦ τʼ ἀδίκου καὶ τοῦ ψευδοῦς — 由 ὡς 引导的属格绝对结构,其中 ταὐτὸ δυναμένου(具有相同的效力/意义)作为分词短语。名词化短语 τὸ ἄδικον(不正当的事物)和 τὸ ψεῦδος(虚假的事物)以属格形式 τοῦ τʼ ἀδίκου καὶ τοῦ ψευδοῦς 出现,作为分词 δυναμένου 语义上的主语。
  2. 1276a15τὰς τῆς πολιτείας ταύτης πράξεις καὶ τὰς ἐκ τῆς ὀλιγαρχίας καὶ τῆς τυραννίδος — 这些名词短语取决于作谓语的属格 τῆς πόλεως(属于城邦)。在 τὰς ἐκ τῆς ὀλιγαρχίας... 之后省略了名词 πράξεις(行为),从而构成并列结构:“这一国制的行为,以及来自寡头制和僭主制的行为,同样必须被说成是属于该城邦的。”
  3. 1276a26οὐ γὰρ δὴ τοῖς τείχεσιν· εἴη γὰρ ἂν Πελοποννήσῳ περιβαλεῖν ἓν τεῖχος — 前半部分是对前文问题“何时应当认为城邦是同一个?”的省略性否定回答,省略了“城邦是通过……来定义的”等表达。后半部分的 εἴη γὰρ ἂν 是非人称动词 ἔστι(能够)带有 ἄν 的潜能祈愿法,与不定式 περιβαλεῖν(围起/筑起)连用,表示“因为……将是可能的”。
  4. 1276a35πότερον ἕως ἂν ᾖ τὸ γένος ταὐτὸ ... ἢ ... — 由 πότερον ... ἢ ...(是……还是……)引导的选择性双重疑问句结构。前半部分(ἕως ἂν ᾖ...)提问只要居民的世代/血统相同,是否就该说是同一个城邦;后半部分(ἢ τοὺς μὲν ἀνθρώπους...)则提出另一种选择,即虽然人类是同一个,但城邦却是另一个。

引用这一段

亚里士多德, 政治学 §3.1276a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1276a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。