§3.1275bτὰς γὰρ ἡμαρτημένας καὶ παρεκβεβηκυίας ἀναγκαῖον ὑστέρας εἶναι τῶν ἀναμαρτήτων (τὰς δὲ παρεκβεβηκυίας πῶς λέγομεν, ὕστερον ἔσται φανερόν).
因为错误和偏离的国制必然在无错误的国制之后(我们以何种方式说偏离的国制,此后将会明了)。
ὥστε καὶ τὸν πολίτην ἕτερον ἀναγκαῖον εἶναι τὸν καθʼ ἑκάστην πολιτείαν.
因此,在每种国制下的公民也必然不同。
διόπερ ὁ λεχθεὶς ἐν μὲν δημοκρατίᾳ μάλιστʼ ἐστὶ πολίτης, ἐν δὲ ταῖς ἄλλαις ἐνδέχεται μέν, οὐ μὴν ἀναγκαῖον.
所以,前面所说的公民在民主制中最为适用,而在其他国制中虽然可能,但并非必然。
ἐν ἐνίαις γὰρ οὐκ ἔστι δῆμος, οὐδʼ ἐκκλησίαν νομίζουσιν ἀλλὰ συγκλήτους, καὶ τὰς δίκας δικάζουσι κατὰ μέρος, οἷον ἐν Λακεδαίμονι τὰς τῶν συμβολαίων δικάζει τῶν ἐφόρων ἄλλος ἄλλας, οἱ δὲ γέροντες τὰς φονικάς, ἑτέρα δʼ ἴσως ἀρχή τις ἑτέρας.
因为在某些国制中并没有平民,他们也不召集常规的公民大会,而是召开特约会议,并且他们分工审判诉讼;例如在拉栖代梦,监察官中的一人审判某些契约纠纷,另一人审判另一些,而长老们审判杀人案,或许还有另一个官职审判另一种案件。
οὐ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ Καρχηδόνα· πάσας γὰρ ἀρχαί τινες κρίνουσι τὰς δίκας.
但迦太基的情况并非以同样的方式,因为某些官职审判所有的诉讼。
ἀλλʼ ἔχει διόρθωσιν ὁ τοῦ πολίτου διορισμός.
但是,公民的定义可以进行修正。
ἐν γὰρ ταῖς ἄλλαις πολιτείαις οὐχ ὁ ἀόριστος ἄρχων ἐκκλησιαστής ἐστι καὶ δικαστής, ἀλλὰ ὁ κατὰ τὴν ἀρχὴν ὡρισμένος· τούτων γὰρ ἢ πᾶσιν ἢ τισὶν ἀποδέδοται τὸ βουλεύεσθαι καὶ δικάζειν ἢ περὶ πάντων ἢ περὶ τινῶν.
因为在其他国制中,并非无限定的官员才是公民大会成员和法官,而是由那些根据特定官职被限定的人担任;因为在这些人中,要么是全部,要么是其中一部分人,被赋予了对全部事务或部分事务进行议事和审判的职责。
τίς μὲν οὖν ἐστιν ὁ πολίτης, ἐκ τούτων φανερόν· ᾧ γὰρ ἐξουσία κοινωνεῖν ἀρχῆς βουλευτικῆς ἢ κριτικῆς, πολίτην ἤδη λέγομεν εἶναι ταύτης τῆς πόλεως, πόλιν δὲ τὸ τῶν τοιούτων πλῆθος ἱκανὸν πρὸς αὐτάρκειαν ζωῆς, ὡς ἁπλῶς εἰπεῖν.
因此,公民是谁,从这些内容中就很明显了:凡是有权参与议事或审判官职的人,我们便称他为该城邦的公民;而城邦,简而言之,就是能够提供自给自足生活的此类人群的集合。
ὁρίζονται δὲ πρὸς τὴν χρῆσιν πολίτην τὸν ἐξ ἀμφοτέρων πολιτῶν καὶ μὴ θατέρου μόνον, οἷον πατρὸς ἢ μητρός, οἱ δὲ καὶ τοῦτʼ ἐπὶ πλέον ζητοῦσιν, οἷον ἐπὶ πάππους δύο ἢ τρεῖς ἢ πλείους.
然而,在实际使用中,人们将公民定义为父母双方皆为公民的人,而不仅是其中一方(例如仅父亲或仅母亲),还有些人则要求追溯得更远,例如追溯到两代、三代或更多的祖父。
οὕτω δὲ ὁριζομένων πολιτικῶς καὶ ταχέως, ἀποροῦσί τινες τὸν τρίτον ἐκεῖνον ἢ τέταρτον, πῶς ἔσται πολίτης.
但当人们以这种政治的且简捷的方式定义时,有人会提出疑问:那第三代或第四代的祖先又是如何成为公民的呢?
Γοργίας μὲν οὖν ὁ Λεοντῖνος, τὰ μὲν ἴσως ἀπορῶν τὰ δʼ εἰρωνευόμενος, ἔφη, καθάπερ ὅλμους εἶναι τοὺς ὑπὸ τῶν ὁλμοποιῶν πεποιημένους, οὕτω καὶ Λαρισαίους τοὺς ὑπὸ τῶν δημιουργῶν πεποιημένους· εἶναι γάρ τινας λαρισοποιούς.
于是,雷翁提尼的高尔吉亚或许是因为困惑,或许是在反讽,说道,正如臼是由臼工制造的一样,拉里萨人也是由行政官(或工匠)制造的;因为存在某种拉里萨制造者。
ἔστι δʼ ἁπλοῦν.
但这个问题其实很简单。
εἰ γὰρ μετεῖχον κατὰ τὸν ῥηθέντα διορισμὸν τῆς πολιτείας, ἦσαν πολῖται· καὶ γὰρ οὐδὲ δυνατὸν ἐφαρμόττειν τὸ ἐκ πολίτου ἢ ἐκ πολίτιδος ἐπὶ τῶν πρώτων οἰκησάντων ἢ κτισάντων.
因为如果他们根据上述定义参与了国制,他们就是公民;因为我们确实无法将“由公民父亲或公民母亲所生”这一条件应用于最初的居民或建城者。
ἀλλʼ ἴσως ἐκεῖνο μᾶλλον ἔχει ἀπορίαν, ὅσοι μετέσχον μεταβολῆς γενομένης πολιτείας, οἷον Ἀθήνησιν ἐποίησε Κλεισθένης μετὰ τὴν τῶν τυράννων ἐκβολήν· πολλοὺς γὰρ ἐφυλέτευσε ξένους καὶ δούλους μετοίκους.
但或许那个情况更具有疑问,即在国制发生变革时参与其中的那些人,例如在驱逐僭主之后,克里斯提尼在雅典所做的那样:他将许多外邦人和奴隶、外来侨民编入了部落。
τὸ δʼ ἀμφισβήτημα πρὸς τούτους ἐστὶν οὐ τίς πολίτης, ἀλλὰ πότερον ἀδίκως ἢ δικαίως.
而针对这些人的争论,不在于“谁是公民”,而在于“是不正当地还是正当地(成为公民)”。
καίτοι κἂν τοῦτό τις ἔτι προσαπορήσειεν,
然而,关于这一点,有人或许还会进一步提出疑问,