Humanitext Reader

亚里士多德 · 政治学 §3.1276b

好人的德性与优秀公民德性的异同

第 44 段,共 155 段 · 希腊语

内容简介

通过合唱队和乐调的类比,论证了国制的改变会导致城邦同一性的改变,随后通过船员的类比,探讨了好人的德性与优秀市民的德性是否相同。

§3.1276bεἴπερ γάρ ἐστι κοινωνία τις ἡ πόλις, ἔστι δὲ κοινωνία πολιτῶν πολιτείας, γινομένης ἑτέρας τῷ εἴδει καὶ διαφερούσης τῆς πολιτείας ἀναγκαῖον εἶναι δόξειεν ἂν καὶ τὴν πόλιν εἶναι μὴ τὴν αὐτήν, ὥσπερ γε καὶ χορὸν ὁτὲ μὲν κωμικὸν ὁτὲ δὲ τραγικὸν ἕτερον εἶναί φαμεν, τῶν αὐτῶν πολλάκις ἀνθρώπων ὄντων, ὁμοίως δὲ καὶ πᾶσαν ἄλλην κοινωνίαν καὶ σύνθεσιν ἑτέραν, ἂν εἶδος ἕτερον ᾖ τῆς συνθέσεως, οἷον ἁρμονίαν τῶν αὐτῶν φθόγγων ἑτέραν εἶναι λέγομεν, ἂν ὁτὲ μὲν ᾖ Δώριος ὁτὲ δὲ Φρύγιος.
因为如果城邦确实是某种共同体,而且是市民关于国制而结成的共同体,那么当国制在种类上变得不同并发生变化时,国家似乎也必然不再是同一个。 正如我们说,合唱队在某一时刻是喜剧的,在另一时刻是悲剧的,就是不同的合唱队,尽管其成员往往是相同的人;同样地,如果结合的种类不同,我们也说所有其他的共同体和结合体都是不同的,例如,我们说相同音符的和谐,在某一时刻是多利亚调式,在另一时刻是弗里吉亚调式,就是不同的。
εἰ δὴ τοῦτον ἔχει τὸν τρόπον, φανερὸν ὅτι μάλιστα λεκτέον τὴν αὐτὴν πόλιν εἰς τὴν πολιτείαν βλέποντας· ὄνομα δὲ καλεῖν ἕτερον ἢ ταὐτὸν ἔξεστι καὶ τῶν αὐτῶν κατοικούντων αὐτὴν καὶ πάμπαν ἑτέρων ἀνθρώπων.
如果情况确实如此,那么显然,我们应当主要通过关注国制来判定城邦是否为同一个;而无论居住在其中的是相同的人,还是完全不同的人,我们都可以用另一个名字或相同的名字来称呼它。
εἰ δὲ δίκαιον διαλύειν ἢ μὴ διαλύειν, ὅταν εἰς ἑτέραν μεταβάλῃ πολιτείαν ἡ πόλις, λόγος ἕτερος.
但是,当城邦转变为另一种国制时,解除还是不解除契约是公正的,这则是另一个论题。
τῶν δὲ νῦν εἰρημένων ἐχόμενόν ἐστιν ἐπισκέψασθαι πότερον τὴν αὐτὴν ἀρετὴν ἀνδρὸς ἀγαθοῦ καὶ πολίτου σπουδαίου θετέον, ἢ μὴ τὴν αὐτήν.
紧接着刚才所说内容的是,我们需要考察是否应当将好人的德性与优秀市民的德性视为相同,还是不相同。
ἀλλὰ μὴν εἴ γε τοῦτο τυχεῖν δεῖ ζητήσεως, τὴν τοῦ πολίτου τύπῳ τινὶ πρῶτον ληπτέον.
然而,如果这确实需要得到探究,我们首先必须以某种粗略的轮廓来把握市民的德性。
ὥσπερ οὖν ὁ πλωτὴρ εἷς τις τῶν κοινωνῶν ἐστιν, οὕτω καὶ τὸν πολίτην φαμέν.
那么,正如船员是共同体中的一员一样,我们说市民也是如此。
τῶν δὲ πλωτήρων καίπερ ἀνομοίων ὄντων τὴν δύναμιν (ὁ μὲν γάρ ἐστιν ἐρέτης, ὁ δὲ κυβερνήτης, ὁ δὲ πρῳρεύς, ὁ δʼ ἄλλην τινʼ ἔχων τοιαύτην ἐπωνυμίαν) δῆλον ὡς ὁ μὲν ἀκριβέστατος ἑκάστου λόγος ἴδιος ἔσται τῆς ἀρετῆς, ὁμοίως δὲ καὶ κοινός τις ἐφαρμόσει πᾶσιν.
尽管船员们的职责各不相同(因为有的是桨手,有的是舵手,有的是瞭望员,有的则拥有其他此类头衔),但显然,虽然对每个人的最精确的规定将是针对其特有德性的,但同样,某种共同的规定也适用于所有人。
ἡ γὰρ σωτηρία τῆς ναυτιλίας ἔργον ἐστὶν αὐτῶν πάντων· τούτου γὰρ ἕκαστος ὀρέγεται τῶν πλωτήρων.
因为航海的安全是他们所有人的共同任务;每个船员都追求这一目标。
ὁμοίως τοίνυν καὶ τῶν πολιτῶν, καίπερ ἀνομοίων ὄντων, ἡ σωτηρία τῆς κοινωνίας ἔργον ἐστί, κοινωνία δʼ ἐστὶν ἡ πολιτεία· διὸ τὴν ἀρετὴν ἀναγκαῖον εἶναι τοῦ πολίτου πρὸς τὴν πολιτείαν.
因此同样地,对于市民来说,尽管他们各不相同,但共同体的安全是他们的任务,而共同体就是国制;故而,市民的德性必须与国制相联系。
εἴπερ οὖν ἔστι πλείω πολιτείας εἴδη, δῆλον ὡς οὐκ ἐνδέχεται τοῦ σπουδαίου πολίτου μίαν ἀρετὴν εἶναι, τὴν τελείαν· τὸν δʼ ἀγαθὸν ἄνδρα φαμὲν κατὰ μίαν ἀρετὴν εἶναι τὴν τελείαν.
因此,如果国制有多种,显而易见,优秀市民的德性就不可能是唯一的、完满的德性;而我们说,好人则是根据唯一的、完满的德性而成为好人的。
ὅτι μὲν οὖν ἐνδέχεται πολίτην ὄντα σπουδαῖον μὴ κεκτῆσθαι τὴν ἀρετὴν καθʼ ἣν σπουδαῖος ἀνήρ, φανερόν·
因此,作为一个优秀的市民却不具备使人成为好人的那种德性,这显然是可能的。
οὐ μὴν ἀλλὰ καὶ κατʼ ἄλλον τρόπον ἔστι διαποροῦντας ἐπελθεῖν τὸν αὐτὸν λόγον περὶ τῆς ἀρίστης πολιτείας.
然而不仅如此,我们还可以通过以另一种方式对最善国制提出质疑,来探讨相同的论点。
εἰ γὰρ ἀδύνατον ἐξ ἁπάντων σπουδαίων ὄντων εἶναι πόλιν, δεῖ γʼ ἕκαστον τὸ καθʼ αὑτὸν ἔργον εὖ ποιεῖν, τοῦτο δὲ ἀπʼ ἀρετῆς· ἐπειδὴ ἀδύνατον ὁμοίους εἶναι πάντας τοὺς πολίτας,
因为,如果城邦不可能由全部都是优秀的人组成,但每个人又必须很好地完成自己的工作,而这又要凭借德性;既然所有的市民不可能都一样,

词汇与语法注释

  1. 1276b1κοινωνία πολιτῶν πολιτείας — πολιτείας 是属格,修饰 κοινωνία,表示参与或关联的对象。应理解为“市民在国制中的共同体”。
  2. 1276b2ἀναγκαῖον εἶναι δόξειεν ἂν — 潜在希求法动词 δόξειεν ἂν 支配带“与格/对格的不定式”结构 καὶ τὴν πόλιν εἶναι μὴ τὴν αὐτήν,而 ἀναγκαῖον 作为其谓语性补足语。
  3. 1276b16τῶν δὲ νῦν εἰρημένων ἐχόμενόν ἐστιν — ἐχόμενον 是中动分词(意为“紧贴”、“紧随”),支配属格 τῶν νῦν εἰρημένων,构成“紧接着刚才所说内容”的惯用表达。

引用这一段

亚里士多德, 政治学 §3.1276b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1276b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。