Humanitext Reader

亚里士多德 · 政治学 §2.1271a

斯巴达长老会与王制及会食制的缺陷与立法失误

第 35 段,共 155 段 · 希腊语

内容简介

亚里士多德分析了斯巴达长老会、君主制、公共食堂(菲迪蒂亚)以及海军司令制度的制度性缺陷,批评了立法者在国制设想上的失误。

§2.1271aτὸν τρόπον δὲ τοῦτον πεπαιδευμένων ὥστε καὶ τὸν νομοθέτην αὐτὸν ἀπιστεῖν ὡς οὐκ ἀγαθοῖς ἀνδράσιν, οὐκ ἀσφαλές.
而他们以这种方式受过教育,以至于立法者自己也不信任他们,认为他们不是优秀的人,这是不安全的。
φαίνονται δὲ καὶ καταδωροδοκούμενοι καὶ καταχαριζόμενοι πολλὰ τῶν κοινῶν οἱ κεκοινωνηκότες τῆς ἀρχῆς ταύτης.
而且参与了这一官署的人,显然在许多公务上接受贿赂并徇私舞弊。
διόπερ βέλτιον αὐτοὺς μὴ ἀνευθύνους εἶναι· νῦν δʼ εἰσίν.
因此,他们不应当免受审查,这才是更好的;但现在他们确实是免受审查的。
δόξειε δʼ ἂν ἡ τῶν ἐφόρων ἀρχὴ πάσας εὐθύνειν τὰς ἀρχάς· τοῦτο δὲ τῇ ἐφορείᾳ μέγα λίαν τὸ δῶρον, καὶ τὸν τρόπον οὐ τοῦτον λέγομεν διδόναι δεῖν τὰς εὐθύνας.
也许有人会认为监察官的官职对所有官职进行审查;但这对于监察官制度来说是过于巨大的特权,而且我们认为不应当以这种方式来给予审查权。
ἔτι δὲ καὶ τὴν αἵρεσιν ἣν ποιοῦνται τῶν γερόντων κατά τε τὴν κρίσιν ἐστὶ παιδαριώδης, καὶ τὸ αὐτὸν αἰτεῖσθαι τὸν ἀξιωθησόμενον τῆς ἀρχῆς οὐκ ὀρθῶς ἔχει· δεῖ γὰρ καὶ βουλόμενον καὶ μὴ βουλόμενον ἄρχειν τὸν ἄξιον τῆς ἀρχῆς.
此外,他们对长老的选举在判定方式上也是幼稚的,而且由被认为配得上该官职的人自己来请求也是不对的;因为无论愿意与否,配得上该官职的人都应当进行统治。
νῦν δʼ ὅπερ καὶ περὶ τὴν ἄλλην πολιτείαν ὁ νομοθέτης φαίνεται ποιῶν· φιλοτίμους γὰρ κατασκευάζων τοὺς πολίτας τούτῳ κέχρηται πρὸς τὴν αἵρεσιν τῶν γερόντων· οὐδεὶς γὰρ ἂν ἄρχειν αἰτήσαιτο μὴ φιλότιμος ὤν.
但现在,立法者似乎做着他在其余国制中所做的事;因为他为了使公民具有荣誉心,便在选举长老时利用了这一点;因为若非具有荣誉心,就没有人会请求去统治。
καίτοι τῶν γʼ ἀδικημάτων τῶν γʼ ἑκουσίων τὰ πλεῖστα συμβαίνει σχεδὸν διὰ φιλοτιμίαν καὶ διὰ φιλοχρηματίαν τοῖς ἀνθρώποις.
然而,在人类自愿犯下的罪行中,绝大多数大抵都是因为荣誉心和金钱欲而发生的。
περὶ δὲ βασιλείας, εἰ μὲν βέλτιόν ἐστιν ὑπάρχειν ταῖς πόλεσιν ἢ μὴ βέλτιον, ἄλλος ἔστω λόγος· ἀλλὰ μὴν βέλτιόν γε μὴ καθάπερ νῦν, ἀλλὰ κατὰ τὸν αὑτοῦ βίον ἕκαστον κρίνεσθαι τῶν βασιλέων.
关于君主制,城邦中存在它究竟是好还是不好,且留待另一个讨论;然而,不应当像现在这样,而应当根据每个国王自身的品行来判定,这肯定是更好的。
ὅτι δʼ ὁ νομοθέτης οὐδʼ αὐτὸς οἴεται δύνασθαι ποιεῖν καλοὺς κἀγαθούς, δῆλον· ἀπιστεῖ γοῦν ὡς οὐκ οὖσιν ἱκανῶς ἀγαθοῖς ἀνδράσιν· διόπερ ἐξέπεμπον συμπρεσβευτὰς τοὺς ἐχθρούς, καὶ σωτηρίαν ἐνόμιζον τῇ πόλει εἶναι τὸ στασιάζειν τοὺς βασιλεῖς.
显然,立法者自己也不认为他能使人变得高尚而优秀;无论如何,他不信任他们,认为他们不够优秀;因此,他们派系对立的敌人作为共同使节派往国外,并且认为国王们相互争斗是城邦的安全保障。
οὐ καλῶς δʼ οὐδὲ περὶ τὰ συσσίτια τὰ καλούμενα φιδίτια νενομοθέτηται τῷ καταστήσαντι πρῶτον.
此外,最初设立被称为“菲迪蒂亚”的公共食堂的人,在这方面的立法也并不妥当。
ἔδει γὰρ ἀπὸ κοινοῦ μᾶλλον εἶναι τὴν σύνοδον, καθάπερ ἐν Κρήτῃ· παρὰ δὲ τοῖς Λάκωσιν ἕκαστον δεῖ φέρειν, καὶ σφόδρα πενήτων ἐνίων ὄντων καὶ τοῦτο τὸ ἀνάλωμα οὐ δυναμένων δαπανᾶν, ὥστε συμβαίνει τοὐναντίον τῷ νομοθέτῃ τῆς προαιρέσεως.
因为这一聚会原本应该像在克里特那样,更多地从公共资金中支出;但在拉栖代梦人那里,每个人都必须自己交纳,甚至在某些人极其贫穷、无法支付这笔开支的情况下也是如此,以至于结果与立法者的本意相反。
βούλεται μὲν γὰρ δημοκρατικὸν εἶναι τὸ κατασκεύασμα τῶν συσσιτίων, γίνεται δʼ ἥκιστα δημοκρατικὸν οὕτω νενομοθετημένον.
因为他虽然希望公共食堂的制度具有民主性质,但以这种方式立法后,它反而变得最不具有民主性了。
μετέχειν μὲν γὰρ οὐ ῥᾴδιον τοῖς λίαν πένησιν, ὅρος δὲ τῆς πολιτείας οὗτός ἐστιν αὐτοῖς ὁ πάτριος, τὸν μὴ δυνάμενον τοῦτο τὸ τέλος φέρειν μὴ μετέχειν αὐτῆς·
因为极度贫穷的人很难参与其中,而这正是他们传统的国制界限,即无力缴纳这笔费用的人不能参与国制。
τῷ δὲ περὶ τοὺς ναυάρχους νόμῳ καὶ ἕτεροί τινες ἐπιτετιμήκασιν, ὀρθῶς ἐπιτιμῶντες.
也有其他人对关于海军司令的法律提出过批评,他们的批评是正确的。
στάσεως γὰρ γίνεται αἴτιος· ἐπὶ γὰρ τοῖς βασιλεῦσιν, οὖσι στρατηγοῖς ἀιδίοις, ἡ ναυαρχία σχεδὸν ἑτέρα βασιλεία καθέστηκεν.
因为这成了派系斗争的根源;因为在作为终身将军的国王之上,海军司令的职位几乎确立为了另一个王位。
καὶ ὡδὶ δὲ τῇ ὑποθέσει τοῦ νομοθέτου ἐπιτιμήσειεν ἄν τις, ὅπερ καὶ Πλάτων ἐν τοῖς Νόμοις ἐπιτετίμηκεν·
而且人们还可以对立法者的设想提出如下批评,正如柏拉图在《法律篇》中也曾批评过的那样:

词汇与语法注释

  1. 1271aτὸν τρόπον δὲ τοῦτον πεπαιδευμένων — 分词 πεπαιδευμένων 构成了以“他们(长老们)”为逻辑主语的属格绝对结构。该结构修饰主句中的谓语形容词短语 οὐκ ἀσφαλές([……]是不安全的),而主句中省略了系动词 ἐστίν。
  2. 1271aὅπερ καὶ περὶ τὴν ἄλλην πολιτείαν ὁ νομοθέτης φαίνεται ποιῶν — 此句呈现出句法脱节(anacoluthon),分词 ποιῶν 之后缺少直接相连的主动词。紧接着由 γάρ 引导的从句提供了实质性的解释,即指立法者引导公民基于名誉心(荣誉欲)来行动。
  3. 1271aὅρος δὲ τῆς πολιτείας — 此处的 ὅρος 意为“界限”或“标准/定义”。该短语指“参与国制(公民权)的最低标准”,描述了斯巴达不平等的现实,即无力支付公共食堂分摊费用的贫困阶层在事实上被排除在公民共同体之外。

引用这一段

亚里士多德, 政治学 §2.1271a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:2.1271a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。