Humanitext Reader

亚里士多德 · 政治学 §2.1270b

斯巴达的人口政策与监察官及长老会制度

第 34 段,共 155 段 · 希腊语

内容简介

本节分析了斯巴达鼓励生育的法律与不均等的土地分割相结合如何导致贫困,并指出了监察官制度和长老会的缺陷,包括易受贿赂和终身制的问题。

§2.1270bβουλόμενος γὰρ ὁ νομοθέτης ὡς πλείστους εἶναι τοὺς Σπαρτιάτας, προάγεται τοὺς πολίτας ὅτι πλείστους ποιεῖσθαι παῖδας· ἔστι γὰρ αὐτοῖς νόμος τὸν μὲν γεννήσαντα τρεῖς υἱοὺς ἄφρουρον εἶναι, τὸν δὲ τέτταρας ἀτελῆ πάντων.
因为立法者希望斯巴达人尽可能多,所以鼓励公民生育尽可能多的孩子;因为他们有一条法律,生育三个儿子的父亲免除兵役,生育四个儿子的父亲免除一切负担。
καίτοι φανερὸν ὅτι πολλῶν γινομένων, τῆς δὲ χώρας οὕτω διῃρημένης, ἀναγκαῖον πολλοὺς γίνεσθαι πένητας.
然而显然,如果生育了很多孩子,而土地又是这样分割的,那么必然会有许多人变得贫穷。
ἀλλὰ μὴν καὶ τὰ περὶ τὴν ἐφορείαν ἔχει φαύλως.
此外,关于监察官制度的事情也处于糟糕的状态。
ἡ γὰρ ἀρχὴ κυρία μὲν αὐτὴ τῶν μεγίστων αὐτοῖς ἐστιν, γίνονται δʼ ἐκ τοῦ δήμου παντός, ὥστε πολλάκις ἐμπίπτουσιν ἄνθρωποι σφόδρα πένητες εἰς τὸ ἀρχεῖον, οἳ διὰ τὴν ἀπορίαν ὤνιοι ἦσαν.
因为这个官职本身掌握着他们最重要的事务的最高权力,但他们是从全体人民中选出的,所以经常有非常贫穷的人进入这个官署,他们因为贫困而易于被收买。
ἐδήλωσαν δὲ πολλάκις μὲν καὶ πρότερον, καὶ νῦν δὲ ἐν τοῖς Ἀνδρίοις· διαφθαρέντες γὰρ ἀργυρίῳ τινές, ὅσον ἐφʼ ἑαυτοῖς, ὅλην τὴν πόλιν ἀπώλεσαν, καὶ διὰ τὸ τὴν ἀρχὴν εἶναι λίαν μεγάλην καὶ ἰσοτύραννον δημαγωγεῖν ἠναγκάζοντο καὶ οἱ βασιλεῖς, ὥστε καὶ ταύτῃ συνεπιβλάπτεσθαι τὴν πολιτείαν· δημοκρατία γὰρ ἐξ ἀριστοκρατίας συνέβαινεν.
这在以前曾多次表明,最近在安德罗斯人的事件中也是如此;因为某些人被金钱收买,在他们力所能及的范围内摧毁了整个城邦。 又因为这一权力极其巨大且等同于僭主统治,甚至连国王们也不得不讨好民意,从而在这一方面也使国制一同受到了损害;因为从贵族政体中产生出了民主政体。
συνέχει μὲν οὖν τὴν πολιτείαν τὸ ἀρχεῖον τοῦτο—ἡσυχάζει γὰρ ὁ δῆμος διὰ τὸ μετέχειν τῆς μεγίστης ἀρχῆς, ὥστʼ εἴτε διὰ τὸν νομοθέτην εἴτε διὰ τύχην τοῦτο συμπέπτωκεν, συμφερόντως ἔχει τοῖς πράγμασιν· δεῖ γὰρ τὴν πολιτείαν τὴν μέλλουσαν σῴζεσθαι πάντα βούλεσθαι τὰ μέρη τῆς πόλεως εἶναι καὶ διαμένειν κατὰ ταὐτά·
不过,这一官署确实维持着国制——因为民众因分享了这一最重要的官职而保持安分,因此无论这是由于立法者还是由于运气而发生的,对国家事务都是有利的;因为一个想要得以保存的国制,必须使城邦的所有部分都希望其存在并保持同样的状态。
οἱ μὲν οὖν βασιλεῖς διὰ τὴν αὑτῶν τιμὴν οὕτως ἔχουσιν, οἱ δὲ καλοὶ κἀγαθοὶ διὰ τὴν γερουσίαν (ἆθλον γὰρ ἡ ἀρχὴ αὕτη τῆς ἀρετῆς ἐστιν), ὁ δὲ δῆμος διὰ τὴν ἐφορείαν (καθίσταται γὰρ ἐξ ἁπάντων)—ἀλλʼ αἱρετὴν ἔδει τὴν ἀρχὴν εἶναι ταύτην ἐξ ἁπάντων μέν, μὴ τὸν τρόπον δὲ τοῦτον ὃν νῦν (παιδαριώδης γάρ ἐστι λίαν).
因此,国王们因其自身的荣誉而如此,高尚之士因长老会(因为这个官职是美德的奖赏),而民众则因监察官制度(因为它是从所有人中设立的)——但是,这一官署虽然应该从所有人中选举,却不应该以现在这种方式(因为这太幼稚了)。
ἔτι δὲ καὶ κρίσεών εἰσι μεγάλων κύριοι, ὄντες οἱ τυχόντες, διόπερ οὐκ αὐτογνώμονας βέλτιον κρίνειν ἀλλὰ κατὰ γράμματα καὶ τοὺς νόμους.
此外,他们还掌握着重大审判的决定权,尽管他们只是普通人,因此最好不要凭自己的主观意见来裁判,而要根据条文和法律。
ἔστι δὲ καὶ ἡ δίαιτα τῶν ἐφόρων οὐχ ὁμολογουμένη τῷ βουλήματι τῆς πόλεως· αὐτὴ μὲν γὰρ ἀνειμένη λίαν ἐστίν, ἐν δὲ τοῖς ἄλλοις μᾶλλον ὑπερβάλλει ἐπὶ τὸ σκληρόν, ὥστε μὴ δύνασθαι καρτερεῖν ἀλλὰ λάθρᾳ τὸν νόμον ἀποδιδράσκοντας ἀπολαύειν τῶν σωματικῶν ἡδονῶν.
而且,监察官的生活方式也与城邦的意图不相符;因为它自身过于放任,但在其他方面又过于严苛,以至于他们无法忍受,而是偷偷逃避法律去享受肉体上的快乐。
ἔχει δὲ καὶ τὰ περὶ τὴν τῶν γερόντων ἀρχὴν οὐ καλῶς αὐτοῖς.
关于长老官职的事情对他们来说也并不好。
ἐπιεικῶν μὲν γὰρ ὄντων καὶ πεπαιδευμένων ἱκανῶς πρὸς ἀνδραγαθίαν τάχʼ ἂν εἴπειέ τις συμφέρειν τῇ πόλει, καίτοι τό γε διὰ βίου κυρίους εἶναι κρίσεων μεγάλων ἀμφισβητήσιμον (ἕστι γάρ, ὥσπερ καὶ σώματος, καὶ διανοίας γῆρας)·
因为如果他们是优秀且在美德方面受到充分教育的人,也许有人会说这对城邦是有利的,然而终身掌握重大审判的决定权却是值得商榷的(因为正如肉体有衰老一样,智力也有衰老)。

词汇与语法注释

  1. 1270b12ὅσον ἐφʼ ἑαυτοῖς — 惯用短语 ὅσον ἐφʼ ἑαυτοῖς 意为“就他们自身而言”或“在他们力所能及的范围内”。它限定了主句动词 ἀπώλεσαν(“他们摧毁了”),暗示尽管他们的腐败行为在他们自身的职责/限度内毁灭了城邦,但城邦本身因其他外部因素或运气得以存活。
  2. 1270b21-22δεῖ γὰρ τὴν πολιτείαν τὴν μέλλουσαν σῴζεσθαι πάντα βούλεσθαι τὰ μέρη τῆς πόλεως εἶναι καὶ διαμένειν κατὰ ταὐτά — 由无人称动词 δεῖ 引导的复杂的嵌套式“对格加不定式”结构。全句的语法主语是 τὴν πολιτείαν τὴν μέλλουσαν σῴζεσθαι(“想要得以保存的国制”),而不定式 βούλεσθαι(“希望”)的逻辑主语是 πάντα τὰ μέρη τῆς πόλεως(“城邦的所有部分”)。不定式 εἶναι καὶ διαμένειν(“存在并保持相同状态”)作为 βούλεσθαι 的宾语,其逻辑主语是 τὴν πολιτείαν(“国制”)。
  3. 1270b26ἔδει — 此处使用直陈式未完成过去时 ἔδει 来表示未实现的义务或应当(“本应该如此,但实际并非如此”)。这旨在对当前不当的选举方式提出直接批评。

引用这一段

亚里士多德, 政治学 §2.1270b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:2.1270b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。