§2.1271bπρὸς γὰρ μέρος ἀρετῆς ἡ πᾶσα σύνταξις τῶν νόμων ἐστί, τὴν πολεμικήν· αὕτη γὰρ χρησίμη πρὸς τὸ κρατεῖν.
因为法律的整个体系仅针对美德的一部分,即军事美德;因为这对于战胜是有用的。
τοιγαροῦν ἐσῴζοντο μὲν πολεμοῦντες, ἀπώλλυντο δὲ ἄρξαντες διὰ τὸ μὴ ἐπίστασθαι σχολάζειν μηδὲ ἠσκηκέναι μηδεμίαν ἄσκησιν ἑτέραν κυριωτέραν τῆς πολεμικῆς.
因此,他们在作战时得以保存,但在取得统治后便走向毁灭,这是因为他们既不知如何闲暇,也没有进行过任何比军事训练更根本的其他训练。
τούτου δὲ ἁμάρτημα οὐκ ἔλαττον· νομίζουσι μὲν γὰρ γίνεσθαι τἀγαθὰ τὰ περιμάχητα διʼ ἀρετῆς μᾶλλον ἢ κακίας, καὶ τοῦτο μὲν καλῶς, ὅτι μέντοι ταῦτα κρείττω τῆς ἀρετῆς ὑπολαμβάνουσιν, οὐ καλῶς.
而有一个不亚于此的错误:他们固然认为,人们争相追求的好事物是通过美德而非恶德获得的,这确实没错;然而,他们假定这些事物优于美德,这就不对了。
φαύλως δʼ ἔχει καὶ περὶ τὰ κοινὰ χρήματα τοῖς Σπαρτιάταις.
在公家财产方面,斯巴达人的状况也很糟糕。
οὔτε γὰρ ἐν τῷ κοινῷ τῆς πόλεως ἔστιν οὐδὲν πολέμους μεγάλους ἀναγκαζομένοις πολεμεῖν, εἰσφέρουσί τε κακῶς· διὰ γὰρ τὸ τῶν Σπαρτιατῶν εἶναι τὴν πλείστην γῆν οὐκ ἐξετάζουσιν ἀλλήλων τὰς εἰσφοράς.
因为尽管他们被迫进行重大战争,城邦的公库中却一无所有,而且他们缴纳税款的情况很差;因为大部分土地都属于斯巴达人自己,所以他们并不互相核查彼此的税款缴纳。
ἀποβέβηκέ τε τοὐναντίον τῷ νομοθέτῃ τοῦ συμφέροντος· τὴν μὲν γὰρ πόλιν πεποίηκεν ἀχρήματον, τοὺς δʼ ἰδιώτας φιλοχρημάτους.
结果,与对立法者有利相反的事情发生了:他使城邦变得没有钱,却使私人变得贪财。
περὶ μὲν οὖν τῆς Λακεδαιμονίων πολιτείας ἐπὶ τοσοῦτον εἰρήσθω· ταῦτα γάρ ἐστιν ἃ μάλιστʼ ἄν τις ἐπιτιμήσειεν.
关于拉栖代梦人的国制,就说这么多吧;因为这些是人们最会予以批评的地方。
ἡ δὲ Κρητικὴ πολιτεία πάρεγγυς μέν ἐστι ταύτης, ἔχει δὲ μικρὰ μὲν οὐ χεῖρον, τὸ δὲ πλεῖον ἧττον γλαφυρῶς.
另一方面,克里特国制与这种国制非常接近,尽管在极少数的细节上不比它差,但在大多数方面却不够精美。
καὶ γὰρ ἔοικε καὶ λέγεταί γε τὰ πλεῖστα μεμιμῆσθαι τὴν Κρητικὴν πολιτείαν ἡ τῶν Λακώνων· τὰ δὲ πλεῖστα τῶν ἀρχαίων ἧττον διήρθρωται τῶν νεωτέρων.
因为拉科尼亚国制确实似乎而且据说在大多数方面模仿了克里特国制;而大多数古老的体制都不如较新的体制那样条理分明。
φασὶ γὰρ τὸν Λυκοῦργον, ὅτε τὴν ἐπιτροπείαν τὴν Χαριλάου τοῦ βασιλέως καταλιπὼν ἀπεδήμησεν, τότε τὸν πλεῖστον διατρῖψαι χρόνον περὶ Κρήτην διὰ τὴν συγγένειαν· ἄποικοι γὰρ οἱ Λύκτιοι τῶν Λακώνων ἦσαν, κατέλαβον δʼ οἱ πρὸς τὴν ἀποικίαν ἐλθόντες τὴν τάξιν τῶν νόμων ὑπάρχουσαν ἐν τοῖς τότε κατοικοῦσιν.
据说,吕库古在卸下对国王查里拉乌斯的监护权并出国时,由于亲缘关系,他在克里特度过了大部分时间;因为吕克托斯人是拉科尼亚人的殖民者,而前往该殖民地的人继承了当时那里的居民中已存在的法律秩序。
διὸ καὶ νῦν οἱ περίοικοι τὸν αὐτὸν τρόπον χρῶνται αὐτοῖς, ὡς κατασκευάσαντος Μίνω πρώτου τὴν τάξιν τῶν νόμων.
所以直到现在,周边的自由民仍以同样的方式使用这些法律,认为米诺斯是最初建立这一法律秩序的人。
δοκεῖ δʼ ἡ νῆσος καὶ πρὸς τὴν ἀρχὴν τὴν Ἑλληνικὴν πεφυκέναι καὶ κεῖσθαι καλῶς· πάσῃ γὰρ ἐπίκειται τῇ θαλάττῃ, σχεδὸν τῶν Ἑλλήνων ἱδρυμένων περὶ τὴν θάλατταν πάντων·
该岛似乎天生适合统治希腊,而且地理位置优越;因为它面临着整个海洋,而几乎所有的希腊人都居住在海洋周围。
ἀπέχει γὰρ τῇ μὲν τῆς Πελοποννήσου μικρόν, τῇ δὲ τῆς Ἀσίας τοῦ περὶ Τριόπιον τόπου καὶ Ῥόδου.
因为它一方面距离伯罗奔尼撒很近,另一方面距离亚洲,即特里奥皮翁和罗得岛附近的地区很近。
διὸ καὶ τὴν τῆς θαλάττης ἀρχὴν κατέσχεν ὁ Μίνως, καὶ τὰς νήσους τὰς μὲν ἐχειρώσατο τὰς δʼ ᾤκισεν, τέλος δὲ ἐπιθέμενος τῇ Σικελίᾳ τὸν βίον ἐτελεύτησεν ἐκεῖ περὶ Καμικόν.
因此米诺斯也掌握了海上霸权,征服了一些岛屿,殖民了另一些岛屿,最后在进攻西西里之后,在靠近卡米科斯的地方死于那里。
ἔχει δʼ ἀνάλογον ἡ Κρητικὴ τάξις πρὸς τὴν Λακωνικήν.
克里特的体制与拉科尼亚体制具有对应关系。
γεωργοῦσί τε γὰρ τοῖς μὲν οἱ εἵλωτες τοῖς δὲ Κρησὶν οἱ περίοικοι,
因为黑劳士为后者耕作土地,而周边自由民则为克里特人耕作,