§2.1268aτὰς δὲ κρίσεις ἐν τοῖς δικαστηρίοις οὐ διὰ ψηφοφορίας ᾤετο γίγνεσθαι δεῖν, ἀλλὰ φέρειν ἕκαστον πινάκιον, ἐν ᾧ γράφειν, εἰ καταδικάζοι ἁπλῶς, τὴν δίκην, εἰ δʼ ἀπολύοι ἁπλῶς, κενόν, εἰ δὲ τὸ μὲν τὸ δὲ μή, τοῦτο διορίζειν.
他又认为法庭上的判决不应通过投票来进行,而应当由每人携带一块小板,若无条件判处有罪,便在其上写下判决;若无条件宣告无罪,则留空;若判处部分有罪而部分无罪,则对此予以明细划分。
νῦν γὰρ οὐκ ᾤετο νενομοθετῆσθαι καλῶς· ἀναγκάζειν γὰρ ἐπιορκεῖν ἢ ταῦτα ἢ ταῦτα δικάζοντας.
因为他认为现行的立法并不妥当;因为这会强迫那些非此即彼地进行判决的审判官违背誓言。
ἔτι δὲ νόμον ἐτίθει περὶ τῶν εὑρισκόντων τι τῇ πόλει συμφέρον, ὅπως τυγχάνωσι τιμῆς, καὶ τοῖς παισὶ τῶν ἐν τῷ πολέμῳ τελευτώντων ἐκ δημοσίου γίνεσθαι τὴν τροφήν, ὡς οὔπω τοῦτο παρʼ ἄλλοις νενομοθετημένον (ἔστι δὲ καὶ ἐν Ἀθήναις οὗτος ὁ νόμος νῦν καὶ ἐν ἑτέραις τῶν πόλεων)· τοὺς δʼ ἄρχοντας αἱρετοὺς ὑπὸ τοῦ δήμου εἶναι πάντας.
此外,他还针对为城邦发现有益事物的人制定了法律,以使他们获得荣誉,并规定阵亡将士的子女应当由公家供养,仿佛这在其他地方尚未确立为法律(然而这一法律现在不仅存在于雅典,也存在于其他城邦中);且所有执政官都应由平民选举产生。
δῆμον δʼ ἐποίει τὰ τρία μέρη τῆς πόλεως· τοὺς δʼ αἱρεθέντας ἐπιμελεῖσθαι κοινῶν καὶ ξενικῶν καὶ ὀρφανικῶν.
而他将城邦的三个部分视作平民;选出的人则负责管理公共事务、外侨事务以及孤儿事务。
τὰ μὲν οὖν πλεῖστα καὶ τὰ μάλιστα ἀξιόλογα τῆς Ἱπποδάμου τάξεως ταῦτʼ ἐστίν·
那么,希波达摩斯的制度中最多且最值得注意的,便是这些。
ἀπορήσειε δʼ ἄν τις πρῶτον μὲν τὴν διαίρεσιν τοῦ πλήθους τῶν πολιτῶν.
不过,人们首先可能会对公民人数的划分提出疑问。
οἵ τε γὰρ τεχνῖται καὶ οἱ γεωργοὶ καὶ οἱ τὰ ὅπλα ἔχοντες κοινωνοῦσι τῆς πολιτείας πάντες, οἱ μὲν γεωργοὶ οὐκ ἔχοντες ὅπλα, οἱ δὲ τεχνῖται οὔτε γῆν οὔτε ὅπλα, ὥστε γίνονται σχεδὸν δοῦλοι τῶν τὰ ὅπλα κεκτημένων.
因为手工业者、农夫以及持有武器者都共同参与了国制,但农夫没有武器,而手工业者既没有土地也没有武器,以至于他们几乎成了占有武器者的奴隶。
μετέχειν μὲν οὖν πασῶν τῶν τιμῶν ἀδύνατον (ἀνάγκη γὰρ ἐκ τῶν τὰ ὅπλα ἐχόντων καθίστασθαι καὶ στρατηγοὺς καὶ πολιτοφύλακας καὶ τὰς κυριωτάτας ἀρχὰς ὡς εἰπεῖν)· μὴ μετέχοντας δὲ τῆς πολιτείας πῶς οἷόν τε φιλικῶς ἔχειν πρὸς τὴν πολιτείαν;
因此,让他们分享所有的官职是不可能的(因为将军、城邦卫士以及可以说最重要的官职,都必须由持有武器的人来充任);而既然不参与国制,他们又怎能对这一国制怀有友好的态度呢?
"ἀλλὰ δεῖ καὶ κρείττους εἶναι τοὺς τὰ ὅπλα γε κεκτημένους ἀμφοτέρων τῶν μερῶν"
.
“但是,占有武器的人也必须比其他两个部分都更强大才行。
τοῦτο δʼ οὐ ῥᾴδιον μὴ πολλοὺς ὄντας· εἰ δὲ τοῦτʼ ἔσται, τί δεῖ τοὺς ἄλλους μετέχειν τῆς πολιτείας καὶ κυρίους εἶναι τῆς τῶν ἀρχόντων καταστάσεως;
”但如果他们人数不多,这并非易事;而如果果真如此,其他两部分人又为何必须参与国制并拥有决定执政官任命的权力呢?
ἔτι οἱ γεωργοὶ τί χρήσιμοι τῇ πόλει;
再者,农夫对城邦又有什么用处呢?
τεχνίτας μὲν γὰρ ἀναγκαῖον εἶναι (πᾶσα γὰρ δεῖται πόλις τεχνιτῶν), καὶ δύνανται διαγίγνεσθαι καθάπερ ἐν ταῖς ἄλλαις πόλεσιν ἀπὸ τῆς τέχνης· οἱ δὲ γεωργοὶ πορίζοντες μὲν τοῖς τὰ ὅπλα κεκτημένοις τὴν τροφὴν εὐλόγως ἂν ἦσάν τι τῆς πόλεως μέρος, νῦν δʼ ἰδίαν ἔχουσιν καὶ ταύτην ἰδίᾳ γεωργήσουσιν.
因为,虽然手工业者的存在是必需的(每个城邦都需要手工业者),而且他们可以像在其他城邦中那样依靠自己的手艺度日;但农夫们如果能为占有武器者提供食物,那理所当然会成为城邦的一个组成部分,可现如今他们拥有私有土地,并且只是为自己耕作。
ἔτι δὲ τὴν κοινήν, ἀφʼ ἧς οἱ προπολεμοῦντες ἕξουσι τὴν τροφήν, εἰ μὲν αὐτοὶ γεωργήσουσιν, οὐκ ἂν εἴη τὸ μάχιμον ἕτερον καὶ τὸ γεωργοῦν, βούλεται δʼ ὁ νομοθέτης· εἰ δʼ ἕτεροί τινες ἔσονται τῶν τε τὰ ἴδια γεωργούντων καὶ τῶν μαχίμων, τέταρτον αὖ μόριον ἔσται τοῦτο τῆς πόλεως, οὐδενὸς μετέχον, ἀλλὰ ἀλλότριον τῆς πολιτείας·
再者,关于战士们用以获取食物的公有地,如果由他们自己来耕作,那么战士阶层和农耕阶层就不会是不同的,而立法者却希望它们是不同的;而如果耕作公有地的人是既不同于私人土地耕作者、也不同于战士的另一些人,那么这又将成为城邦的第四个部分,它不分享任何权利,而是与国制格格不入。
ἀλλὰ μὴν εἴ τις τοὺς αὐτοὺς θήσει τούς τε τὴν ἰδίαν καὶ τοὺς τὴν κοινὴν γεωργοῦντας, τό τε πλῆθος ἄπορον ἔσται τῶν καρπῶν ἐξ ὧν ἕκαστος γεωργήσει δύο οἰκίαις,
但是,如果有人假定耕作私有地和耕作公有地的是同一批人,那么,每人需要耕作出供养两个家庭的作物的数量,将是难以解决的问题,