Humanitext Reader

亚里士多德 · 政治学 §2.1264a

历史经验的检验与对被统治阶层制度规定的缺失

第 22 段,共 155 段 · 希腊语

内容简介

亚里士多德指出历史检验的重要性,认为如果柏拉图式的共有国制是优良的,那么它早就应该在漫长的历史中被发现。他还批评苏格拉底未对占人口大多数的非守卫者阶层(如农夫等)的财产与家庭制度做出明确规定,并警告这会导致国家分裂和被统治者的反叛。

§2.1264aδεῖ δὲ μηδὲ τοῦτο αὐτὸ ἀγνοεῖν, ὅτι χρὴ προσέχειν τῷ πολλῷ χρόνῳ καὶ τοῖς πολλοῖς ἔτεσιν, ἐν οἷς οὐκ ἂν ἔλαθεν, εἰ ταῦτα καλῶς εἶχεν·
而且我们不应当忽略这一点,即应当注意到漫长的时间和许多的岁月,在其中,如果这些制度是好的,就不会不被发现。
πάντα γὰρ σχεδὸν εὕρηται μέν, ἀλλὰ τὰ μὲν οὐ συνῆκται, τοῖς δʼ οὐ χρῶνται γινώσκοντες.
因为几乎所有的事情确实都已经被发现,但有些事情还没有被系统地总结,而另一些事情人们虽然知道却不予采用。
μάλιστα δʼ ἂν γένοιτο φανερὸν εἴ τις τοῖς ἔργοις ἴδοι τὴν τοιαύτην πολιτείαν κατασκευαζομένην·
如果有人看到这种国制在实际中被构建起来,这一点就会变得最明显。
οὐ γὰρ δυνήσεται μὴ μερίζων αὐτὰ καὶ χωρίζων ποιῆσαι τὴν πόλιν, τὰ μὲν εἰς συσσίτια τὰ δὲ εἰς φατρίας καὶ φυλάς.
因为,如果不把国家分割并区分开来——一些分为共餐,另一些分为胞族和部落,他就无法建成这个城邦。
ὥστε οὐδὲν ἄλλο συμβήσεται νενομοθετημένον πλὴν μὴ γεωργεῖν τοὺς φύλακας· ὅπερ καὶ νῦν Λακεδαιμόνιοι ποιεῖν ἐπιχειροῦσιν.
因此,除了守卫者不从事耕作之外,将不会有任何其他被立法的规定,而这正是拉刻代蒙人现在也试图做的事情。
οὐ μὴν ἀλλʼ οὐδὲ ὁ τρόπος τῆς ὅλης πολιτείας τίς ἔσται τοῖς κοινωνοῦσιν, οὔτʼ εἴρηκεν ὁ Σωκράτης οὔτε ῥᾴδιον εἰπεῖν.
然而,对于参与其中的人来说,整个国制的具体方式将是怎样的,苏格拉底既没有说,也难以说明。
καίτοι σχεδὸν τό γε πλῆθος τῆς πόλεως τὸ τῶν ἄλλων πολιτῶν γίνεται πλῆθος, περὶ ὧν οὐδὲν διώρισται, πότερον καὶ τοῖς γεωργοῖς κοινὰς εἶναι δεῖ τὰς κτήσεις ἢ καὶ καθʼ ἕκαστον ἰδίας, ἔτι δὲ καὶ γυναῖκας καὶ παῖδας ἰδίους ἢ κοινούς.
然而,城邦中的大多数人实际上是由其他公民群体组成的,关于他们却没有任何规定,即农夫们的财产是否也必须共有,还是各自私有,以及他们的妻子和孩子是各自私有还是共有。
εἰ μὲν γὰρ τὸν αὐτὸν τρόπον κοινὰ πάντα πάντων, τί διοίσουσιν οὗτοι ἐκείνων τῶν φυλάκων;
因为,如果一切都以同样的方式属于所有人共有,那么这些人与那些守卫者有什么区别呢?
ἢ τί πλεῖον αὐτοῖς ὑπομένουσι τὴν ἀρχὴν αὐτῶν, ἢ τί μαθόντες ὑπομενοῦσι τὴν ἀρχήν, ἐὰν μή τι σοφίζωνται τοιοῦτον οἷον Κρῆτες;
或者,他们忍受那些人的统治能得到什么更多的好处,或者他们是出于什么理由而忍受这种统治,除非他们采用像克里特人那样的某种策略?
ἐκεῖνοι γὰρ τἆλλα ταὐτὰ τοῖς δούλοις ἐφέντες μόνον ἀπειρήκασι τὰ γυμνάσια καὶ τὴν τῶν ὅπλων κτῆσιν.
因为克里特人虽然允许奴隶在其他所有事情上享有同样的待遇,但唯独禁止他们进入体育场和拥有武器。
εἰ δέ, καθάπερ ἐν ταῖς ἄλλαις πόλεσι, καὶ παρʼ ἐκείνοις ἔσται τὰ τοιαῦτα, τίς ὁ τρόπος ἔσται τῆς κοινωνίας;
但如果像在其他城邦中那样,类似的事情也存在于他们中间,那么他们共同体的方式又将如何呢?
ἐν μιᾷ γὰρ πόλει δύο πόλεις ἀναγκαῖον εἶναι, καὶ ταύτας ὑπεναντίας ἀλλήλαις.
因为在一个城邦中,必然会存在两个城邦,而且这两个城邦相互对立。
ποιεῖ γὰρ τοὺς μὲν φύλακας οἷον φρουρούς, τοὺς δὲ γεωργοὺς καὶ τοὺς τεχνίτας καὶ τοὺς ἄλλους πολίτας· ἐγκλήματα δὲ καὶ δίκαι, καὶ ὅσα ἄλλα ταῖς πόλεσιν ὑπάρχειν φησὶ κακά, πάνθʼ ὑπάρξει καὶ τούτοις.
实际上,他把守卫者弄得像驻军,而把农夫、工匠和其他人当作公民;并且,不平、诉讼以及其他他宣称在城邦中存在的种种弊端,在这些人中间也同样会全部存在。
καίτοι λέγει ὁ Σωκράτης ὡς οὐ πολλῶν δεήσονται νομίμων διὰ τὴν παιδείαν, οἷον ἀστυνομικῶν καὶ ἀγορανομικῶν καὶ τῶν ἄλλων τῶν τοιούτων, ἀποδιδοὺς μόνον τὴν παιδείαν τοῖς φύλαξιν.
然而,苏格拉底却说,由于教育的缘故,他们将不需要许多法规,例如城市管理、市场管理及其他类似的规章,尽管他只把教育赋予了守卫者。
ἔτι δὲ κυρίους ποιεῖ τῶν κτημάτων τοὺς γεωργοὺς τοὺς ἀποφορὰν φέροντας· ἀλλὰ πολὺ μᾶλλον εἰκὸς εἶναι χαλεποὺς καὶ φρονημάτων πλήρεις, ἢ τὰς παρʼ ἐνίοις εἱλωτείας τε καὶ πενεστείας καὶ δουλείας.
此外,他让缴纳贡赋的农夫成为财产的主人;但他们很可能比某些地方的黑劳士、佩涅斯特以及奴隶要难对付得多,且充满傲慢。
ἀλλὰ γὰρ εἴτʼ ἀναγκαῖα ταῦθʼ ὁμοίως εἴτε μή, νῦν γε οὐδὲν διώρισται.
不过,这些事情无论是否同样必要,现在都没有做任何规定。
καὶ περὶ τῶν ἐχομένων τίς ἡ τούτων τε πολιτεία καὶ παιδεία καὶ νόμοι τίνες.
同样,关于与此相关的事情——这些人的国制、教育以及法律是怎样的,也没有规定。
ἔστι δʼ οὔθʼ εὑρεῖν ῥᾴδιον, οὔτε τὸ διαφέρον μικρὸν, τὸ ποιούς τινας εἶναι τούτους πρὸς τὸ σῴζεσθαι τὴν τῶν φυλάκων κοινωνίαν.
而要找出这些并不容易,且其结果带来的差别也绝非小事,即为了维护守卫者的共同体,这些人应该具有怎样的特质。

词汇与语法注释

  1. 1264a3ἐν οἷς οὐκ ἂν ἔλαθεν — 关系代词“ἐν οἷς”指代先行词“漫长的时间和许多的岁月”。“οὐκ ἂν ἔλαθεν”是动词“λανθάνω”(隐藏、未被发现)的直陈式过去时带语气小词“ἄν”,与条件从句“εἰ ταῦτα καλῶς εἶχεν”(如果这些制度是好的,表示过去虚拟条件)相呼应,构成了过去反事实条件句的主句,意为“(在那些岁月里)就不会不被发现”。
  2. 1264a18αὐτοῖς ὑπομένουσι — 人称代词“αὐτοῖς”作利害与格(或所有与格),由与之性数格一致的现在分词与格复数“ὑπομένουσι”修饰。整句构成了“对于(那些)忍受他们统治的他们来说,还有什么更多的好处呢?”的句式。
  3. 1264a34εἰκὸς εἶναι χαλεποὺς — 这是由无人称形容词“εἰκός”(自然的、理所当然的)引导的宾格加不定式结构。不定式“εἶναι”的逻辑主语是宾格的“χαλεποὺς καὶ φρονημάτων πλήρεις”(变得难以对付且充满傲慢),在间接陈述中,原本直陈式动词“ἐστίν”转化为了不定式“εἶναι”。

引用这一段

亚里士多德, 政治学 §2.1264a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:2.1264a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。