§2.1263bμὴ γὰρ οὐ μάτην τὴν πρὸς αὑτὸν αὐτὸς ἔχει φιλίαν ἕκαστος, ἀλλʼ ἔστι τοῦτο φυσικόν.
因为每个人对自己所拥有的爱确实并非徒劳,相反,这是出于天性。
τὸ δὲ φίλαυτον εἶναι ψέγεται δικαίως· οὐκ ἔστι δὲ τοῦτο τὸ φιλεῖν ἑαυτόν, ἀλλὰ τὸ μᾶλλον ἢ δεῖ φιλεῖν, καθάπερ καὶ τὸ φιλοχρήματον, ἐπεὶ φιλοῦσί γε πάντες ὡς εἰπεῖν ἕκαστον τῶν τοιούτων.
自私(自爱者)受到指责是理所当然的;但这指的并不是爱自己本身,而是指超过应有分寸地爱自己,正如爱钱财(贪财)也是如此,因为实际上几乎每个人都爱这类事物的每一种。
ἀλλὰ μὴν καὶ τὸ χαρίσασθαι καὶ βοηθῆσαι φίλοις ἢ ξένοις ἢ ἑταίροις ἥδιστον· ὃ γίνεται τῆς κτήσεως ἰδίας οὔσης.
此外,对朋友、客人或同伴施以恩惠和予以帮助是最令人愉快的;而这在财产是私有的情况下才能实现。
ταῦτά τε δὴ οὐ συμβαίνει τοῖς λίαν ἓν ποιοῦσι τὴν πόλιν, καὶ πρὸς τούτοις ἀναιροῦσιν ἔργα δυοῖν ἀρεταῖν φανερῶς, σωφροσύνης μὲν τὸ περὶ τὰς γυναῖκας (ἕργον γὰρ καλὸν ἀλλοτρίας οὔσης ἀπέχεσθαι διὰ σωφροσύνην), ἐλευθεριότητος δὲ τὸ περὶ τὰς κτήσεις·
因此,对于那些使城邦过度单一化的人来说,这些事情不仅不会发生,而且除此之外,他们显然还废除了两种德行的活动:其一是关于妇女的节制(因为由于节制而远离他人的妻子是一件高尚的行为),其二是关于财产的慷慨。
οὔτε γὰρ ἔσται φανερὸς ἐλευθέριος ὤν, οὔτε πράξει πρᾶξιν ἐλευθέριον οὐδεμίαν· ἐν τῇ γὰρ χρήσει τῶν κτημάτων τὸ τῆς ἐλευθεριότητος ἔργον ἐστίν.
因为既不能显明某人是慷慨的,他也无法做出任何慷慨的行为;因为慷慨的活动就在于财产的使用之中。
εὐπρόσωπος μὲν οὖν ἡ τοιαύτη νομοθεσία καὶ φιλάνθρωπος ἂν εἶναι δόξειεν· ὁ γὰρ ἀκροώμενος ἄσμενος ἀποδέχεται, νομίζων ἔσεσθαι φιλίαν τινὰ θαυμαστὴν πᾶσι πρὸς ἅπαντας, ἄλλως τε καὶ ὅταν κατηγορῇ τις τῶν νῦν ὑπαρχόντων ἐν ταῖς πολιτείαις κακῶν ὡς γινομένων διὰ τὸ μὴ κοινὴν εἶναι τὴν οὐσίαν, λέγω δὲ δίκας τε πρὸς ἀλλήλους περὶ συμβολαίων καὶ ψευδομαρτυριῶν κρίσεις καὶ πλουσίων κολακείας·
因此,这样的立法(妻子的共有和财产共有)也许表面上看起来很美,而且显得富有仁爱精神;因为听众会乐意接受它,以为所有人之间将会产生某种奇妙的友谊,特别是当有人指责现今城邦中存在的种种弊端是由于财产没有共有而产生的时候,更是如此。
ὧν οὐδὲν γίνεται διὰ τὴν ἀκοινωνησίαν ἀλλὰ διὰ τὴν μοχθηρίαν, ἐπεὶ καὶ τοὺς κοινὰ κεκτημένους καὶ κοινωνοῦντας πολλῷ διαφερομένους μᾶλλον ὁρῶμεν ἢ τοὺς χωρὶς τὰς οὐσίας ἔχοντας· ἀλλὰ θεωροῦμεν ὀλίγους τοὺς ἐκ τῶν κοινωνιῶν διαφερομένους, πρὸς πολλοὺς συμβάλλοντες τοὺς κεκτημένους ἰδίᾳ τὰς κτήσεις.
我指的是关于契约的相互诉讼、关于伪证的审判,以及对富人的谄媚;然而,这些事情没有一件是因为财产不共有产生的,而是因为人类的邪恶,因为我们看到,那些拥有共有财产并共同生活的人,比那些财产分开的人发生争吵要多得多;然而,我们将因共有关系而争吵的少数人,与拥有私有财产的多数人进行对比,才显得前者是少数。
ἔτι δὲ δίκαιοιν μὴ μόνον λέγειν ὅσων στερήσονται κακῶν κοινωνήσαντες, ἀλλὰ καὶ ὅσων ἀγαθῶν· φαίνεται δʼ εἶναι πάμπαν ἀδύνατος ὁ βίος.
此外,不仅要说明共有会免除多少弊端,还要说明会失去多少好处,这才是公正的;而那样的生活似乎是完全不可能的。
αἴτιον δὲ τῷ Σωκράτει τῆς παρακρούσεως χρὴ νομίζειν τὴν ὑπόθεσιν οὐκ οὖσαν ὀρθήν.
必须认为,苏格拉底陷入这一谬误的原因在于其前提是不正确的。
δεῖ μὲν γὰρ εἶναί πως μίαν καὶ τὴν οἰκίαν καὶ τὴν πόλιν, ἀλλʼ οὐ πάντως.
因为家庭和城邦在某种意义上确实应当是单一的,但绝非完全如此。
ἔστι μὲν γὰρ ὡς οὐκ ἔσται προϊοῦσα πόλις, ἔστι δʼ ὡς ἔσται μέν, ἐγγὺς δʼ οὖσα τοῦ μὴ πόλις εἶναι χείρων πόλις, ὥσπερ κἂν εἴ τις τὴν συμφωνίαν ποιήσειεν ὁμοφωνίαν ἢ τὸν ῥυθμὸν βάσιν μίαν.
因为如果某种单一化继续前进,城邦就不再是城邦;而另一种情况是,虽然它仍然是城邦,但由于接近于不再是城邦,它将成为一个更糟的城邦,正如有人把和声变成同音单调,或把节奏变成单一的步伐一样。
ἀλλὰ δεῖ πλῆθος ὄν, ὥσπερ εἴρηται πρότερον, διὰ τὴν παιδείαν κοινὴν καὶ μίαν ποιεῖν· καὶ τόν γε μέλλοντα παιδείαν εἰσάγειν καὶ νομίζοντα διὰ ταύτης ἔσεσθαι τὴν πόλιν σπουδαίαν ἄτοπον τοῖς τοιούτοις οἴεσθαι διορθοῦν, ἀλλὰ μὴ τοῖς ἔθεσι καὶ τῇ φιλοσοφίᾳ καὶ τοῖς νόμοις, ὥσπερ τὰ περὶ τὰς κτήσεις ἐν Λακεδαίμονι καὶ Κρήτῃ τοῖς συσσιτίοις ὁ νομοθέτης ἐκοίνωσε.
然而,既然城邦是一个群体,正如前面所说,就必须通过教育使之成为共有且统一的;而且,一个打算引入教育并认为通过教育使城邦变得优秀的人,却企图用这种手段来纠正城邦,这是荒谬的,而不是通过习俗、哲学和法律,正如立法者在拉刻代蒙和克里特通过共餐制使关于财产的事物共有那样。