Humanitext Reader

亚里士多德 · 政治学 §2.1264b

终身统治者的危险与城邦整体的幸福

第 23 段,共 155 段 · 希腊语

内容简介

批判了苏格拉底关于家庭和财产共有的矛盾,指出固定统治者的危险性以及在部分不幸福的情况下整体城邦不可能是幸福的。接着,为考察后期著作《法律篇》作准备,指出了《国家篇》中规定的不足。

§2.1264bἀλλὰ μὴν εἴ γε τὰς μὲν γυναῖκας ποιήσει κοινὰς τὰς δὲ κτήσεις ἰδίας, τίς οἰκονομήσει ὥσπερ τὰ ἐπὶ τῶν ἀγρῶν οἱ ἄνδρες αὐτῶν—κἂν εἰ κοιναὶ αἱ κτήσεις καὶ αἱ τῶν γεωργῶν γυναῖκες;
然而,如果他把妻子们设为共有而把财产设为私有,那么谁来管理家务呢,就像他们的丈夫管理田间事务那样? 即使财产和农夫的妻子们都是共有的,情况又将如何呢?
ἄτοπον δὲ καὶ τὸ ἐκ τῶν θηρίων ποιεῖσθαι τὴν παραβολήν, ὅτι δεῖ τὰ αὐτὰ ἐπιτηδεύειν τὰς γυναῖκας τοῖς ἀνδράσιν, οἷς οἰκονομίας οὐδὲν μέτεστιν.
此外,从野兽那里类比,认为妇女应该从事与男子相同的活动,这也是荒谬的,因为野兽根本不参与家务管理。
ἐπισφαλὲς δὲ καὶ τοὺς ἄρχοντας ὡς καθίστησιν ὁ Σωκράτης.
苏格拉底确立统治者的方式也同样是危险的。
ἀεὶ γὰρ ποιεῖ τοὺς αὐτοὺς ἄρχοντας· τοῦτο δὲ στάσεως αἴτιον γίνεται καὶ παρὰ τοῖς μηδὲν ἀξίωμα κεκτημένοις, ἦ που δῆθεν παρά γε θυμοειδέσι καὶ πολεμικοῖς ἀνδράσιν.
因为他总是让相同的人担任统治者;而这即使在没有任何地位的人们中间也会成为内讧的原因,更不用说在那些血气方刚且好战的男子中间了。
ὅτι δʼ ἀναγκαῖον αὐτῷ ποιεῖν τοὺς αὐτοὺς ἄρχοντας, φανερόν· οὐ γὰρ ὁτὲ μὲν ἄλλοις ὁτὲ δὲ ἄλλοις μέμεικται ταῖς ψυχαῖς ὁ παρὰ τοῦ θεοῦ χρυσός, ἀλλʼ ἀεὶ τοῖς αὐτοῖς.
显然,他必须让相同的人担任统治者;因为神赐的黄金并不是在此时混合在一些人的灵魂中,而在彼时混合在另一些人的灵魂中,而是始终混合在相同的人灵魂中。
φησὶ δὲ τοῖς μὲν εὐθὺς γινομένοις μεῖξαι χρυσόν, τοῖς δʼ ἄργυρον, χαλκὸν δὲ καὶ σίδηρον τοῖς τεχνίταις μέλλουσιν ἔσεσθαι καὶ γεωργοῖς.
他说,神在一些人刚出生时就混入了黄金,在另一些人中混入了白银,而在那些将要成为工匠和农夫的人中混入了青铜和铁。
ἔτι δὲ καὶ τὴν εὐδαιμονίαν ἀφαιρούμενος τῶν φυλάκων, ὅλην φησὶ δεῖν εὐδαίμονα ποιεῖν τὴν πόλιν τὸν νομοθέτην.
此外,他一方面剥夺了守卫者的幸福,另一方面又说立法者必须使整个城邦获得幸福。
ἀδύνατον δὲ εὐδαιμονεῖν ὅλην, μὴ τῶν πλείστων ἢ μὴ πάντων μερῶν ἢ τινῶν ἐχόντων τὴν εὐδαιμονίαν.
但是,如果整个城邦的大部分、或全部、或某些部分不拥有幸福,那么整个城邦就不可能幸福。
οὐ γὰρ τῶν αὐτῶν τὸ εὐδαιμονεῖν ὧνπερ τὸ ἄρτιον· τοῦτο μὲν γὰρ ἐνδέχεται τῷ ὅλῳ ὑπάρχειν, τῶν δὲ μερῶν μηδετέρῳ, τὸ δὲ εὐδαιμονεῖν ἀδύνατον.
因为获得幸福并不属于与“偶数”相同的属性;因为“偶数”这一属性可以属于整体,而不属于任何一个部分,但获得幸福却是无法如此的。
ἀλλὰ μὴν εἰ οἱ φύλακες μὴ εὐδαίμονες, τίνες ἕτεροι;
的确,如果守卫者不幸福,那还有谁会幸福呢?
οὐ γὰρ δὴ οἵ γε τεχνῖται καὶ τὸ πλῆθος τὸ τῶν βαναύσων.
因为肯定不会是工匠和那些从事粗鄙行业的大众。
ἡ μὲν οὖν πολιτεία περὶ ἧς ὁ Σωκράτης εἴρηκεν ταύτας τε τὰς ἀπορίας ἔχει καὶ τούτων οὐκ ἐλάττους ἑτέρας.
因此,苏格拉底所谈论的国制不仅存在这些疑难,还存在其他不亚于此的疑难。
σχεδὸν δὲ παραπλησίως καὶ τὰ περὶ τοὺς Νόμους ἔχει τοὺς ὕστερον γραφέντας, διὸ καὶ περὶ τῆς ἐνταῦθα πολιτείας ἐπισκέψασθαι μικρὰ βέλτιον.
至于后来撰写的《法律》中的情况也几乎相似,因此,对那里所阐述的国制稍作考察也是较好的。
καὶ γὰρ ἐν τῇ Πολιτείᾳ περὶ ὀλίγων πάμπαν διώρικεν ὁ Σωκράτης, περί τε γυναικῶν καὶ τέκνων κοινωνίας, πῶς ἔχειν δεῖ, καὶ περὶ κτήσεως, καὶ τῆς πολιτείας τὴν τάξιν (διαιρεῖται γὰρ εἰς δύο μέρη τὸ πλῆθος τῶν οἰκούντων, τὸ μὲν εἰς τοὺς γεωργούς, τὸ δὲ εἰς τὸ προπολεμοῦν μέρος· τρίτον δʼ ἐκ τούτων τὸ βουλευόμενον καὶ κύριον τῆς πόλεως), περὶ δὲ τῶν γεωργῶν καὶ τῶν τεχνιτῶν, πότερον οὐδεμιᾶς μεθέξουσιν ἤ τινος ἀρχῆς, καὶ πότερον ὅπλα δεῖ κεκτῆσθαι καὶ τούτους καὶ συμπολεμεῖν ἢ μή, περὶ τούτων οὐδὲν διώρικεν ὁ Σωκράτης, ἀλλὰ τὰς μὲν γυναῖκας οἴεται δεῖν συμπολεμεῖν καὶ παιδείας μετέχειν τῆς αὐτῆς τοῖς φύλαξιν, τὰ δʼ ἄλλα τοῖς ἔξωθεν πεπλήρωκε τὸν λόγον καὶ περὶ τῆς παιδείας, ποίαν τινὰ δεῖ γίνεσθαι τῶν φυλάκων.
因为在《国家篇》中,苏格拉底只规定了极少数的事情,即关于妻子和孩子的共有应该如何、关于财产以及国制的组织结构(因为居民的大众被分为两个部分,一部分是农夫,另一部分是保家卫国的战斗人员;而第三部分则是从这些人中产生、进行审议并掌握城邦主权的部分),但是关于农夫和工匠,他们是完全不参与任何官职还是参与某种官职,以及他们是否也应该拥有武器并共同参与战争,关于这些事情苏格拉底没有做出任何规定,他只是认为妇女应该共同参与战争并与守卫者接受相同的教育,至于其他方面,他则用一些外在的枝节问题以及关于守卫者的教育应当是怎样的讨论填满了他的篇幅。

词汇与语法注释

  1. 1264b1κἂν εἰ κοιναὶ αἱ κτήσεις καὶ αἱ τῶν γεωργῶν γυναῖκες; — 在条件从句“即使……是共有的”(κἂν εἰ)之前,主句被省略了。需结合上下文补充如“谁来管理?”或“情况将会如何?”这样的主句,用以强调反问语气或存在的困难。
  2. 1264b5οἷς οἰκονομίας οὐδὲν μέτεστιν — 关系代名词 οἷς 的先行词是前文的 θηρίων(野兽)。由于野兽根本无法适用人类“家务管理”(οἰκονομία)的概念,该从句用以反驳从野兽类比人类男女分工的合理性。
  3. 1264b9ἦ που δῆθεν παρά γε θυμοειδέσι καὶ πολεμικοῖς ἀνδράσιν — 语气词组合 ἦ που δῆθεν 引入了一个更强理由(a fortiori)的推论。承接前文“即使在没有地位的人中也会引起内讧”,强调在血气方刚且好战的男子中间,“毫无疑问更是如此”。
  4. 1264b19οὐ γὰρ τῶν αὐτῶν τὸ εὐδαιμονεῖν ὧνπερ τὸ ἄρτιον — 关系代词 ὧνπερ 为属格,对应指示代词 τῶν αὐτῶν。这里将“获得幸福”与“偶数”(τὸ ἄρτιον)进行了逻辑性质上的对比。虽然“偶数”这一属性可以属于由奇数构成的整体,但“幸福”却无法在各个部分不幸福的情况下属于整体,属格结构在此用于表达此类属性归属的差异。

引用这一段

亚里士多德, 政治学 §2.1264b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:2.1264b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。