Humanitext Reader

亚里士多德 · 政治学 §1.1257b

作为致富术的零售业与对财富的无限追求

第 11 段,共 155 段 · 希腊语

内容简介

货币的出现催生了作为货币获得术另一形式的零售业,其以无限追求财富为目的,这导致了它与原本的家政货币获得术之间的混淆。

§1.1257bπορισθέντος οὖν ἤδη νομίσματος ἐκ τῆς ἀναγκαίας ἀλλαγῆς θάτερον εἶδος τῆς χρηματιστικῆς ἐγένετο, τὸ καπηλικόν, τὸ μὲν πρῶτον ἁπλῶς ἴσως γινόμενον, εἶτα διʼ ἐμπειρίας ἤδη τεχνικώτερον, πόθεν καὶ πῶς μεταβαλλόμενον πλεῖστον ποιήσει κέρδος.
因此,当货币已经从必要的交换中被提供出来时,货币获得术的另一种形式——零售业便产生了。 起初,这也许只是简单地进行,但随后通过经验,它变得更加专门,[探求]从哪里以及通过何种交换方式,才能产生最大的利润。
διὸ δοκεῖ ἡ χρηματιστικὴ μάλιστα περὶ τὸ νόμισμα εἶναι, καὶ ἔργον αὐτῆς τὸ δύνασθαι θεωρῆσαι πόθεν ἔσται πλῆθος, ποιητικὴ γὰρ εἶναι πλούτου καὶ χρημάτων.
因此,人们认为货币获得术主要是关于货币的,而它的功能就是能够考察从哪里可以获得大量的货币,因为人们认为它是创造财富和货物的。
καὶ γὰρ τὸν πλοῦτον πολλάκις τιθέασι νομίσματος πλῆθος, διὰ τὸ περὶ τοῦτʼ εἶναι τὴν χρηματιστικὴν καὶ τὴν καπηλικήν.
实际上,人们也经常将财富定义为大量的货币,因为货币获得术和零售业都是关于货币的。
ὁτὲ δὲ πάλιν λῆρος εἶναι δοκεῖ τὸ νόμισμα καὶ νόμος παντάπασι, φύσει δʼ οὐθέν, ὅτι μεταθεμένων τε τῶν χρωμένων οὐθενὸς ἄξιον οὐδὲ χρήσιμον πρὸς οὐδὲν τῶν ἀναγκαίων ἐστί, καὶ νομίσματος πλουτῶν πολλάκις ἀπορήσει τῆς ἀναγκαίας τροφῆς·
但另一方面,有时货币又被认为纯属虚妄,完全是法定(约定)的产物,而在本性上毫无地位,因为一旦使用者改变了[他们的约定],它就毫无价值,对任何生活必需品也毫无用处,而一个拥有丰富货币的人也常常会缺乏必需的食物。
καίτοι ἄτοπον τοιοῦτον εἶναι πλοῦτον οὗ εὐπορῶν λιμῷ ἀπολεῖται, καθάπερ καὶ τὸν Μίδαν ἐκεῖνον μυθολογοῦσι διὰ τὴν ἀπληστίαν τῆς εὐχῆς πάντων αὐτῷ γιγνομένων τῶν παρατιθεμένων χρυσῶν.
然而,如果一种财富在极其丰富时仍会让人因饥饿而死,那真是太荒谬了,就像神话中关于那个著名的米达斯的传说一样,由于他贪婪的祈求,摆在他面前的一切都变成了黄金。
διὸ ζητοῦσιν ἕτερόν τι τὸν πλοῦτον καὶ τὴν χρηματιστικήν, ὀρθῶς ζητοῦντες.
因此,人们在寻找另一种财富和货币获得术,而这种寻找是正确的。
ἔστι γὰρ ἑτέρα ἡ χρηματιστικὴ καὶ ὁ πλοῦτος ὁ κατὰ φύσιν, καὶ αὕτη μὲν οἰκονομική, ἡ δὲ καπηλική, ποιητικὴ πλούτου οὐ πάντως ἀλλὰ διὰ χρημάτων μεταβολῆς.
因为合乎本性的货币获得术和财富是不同的,前者属于家政学,而后者(零售业)则不是全方位地、而是通过货物的交换来创造财富。
καὶ δοκεῖ περὶ τὸ νόμισμα αὕτη εἶναι· τὸ γὰρ νόμισμα στοιχεῖον καὶ πέρας τῆς ἀλλαγῆς ἐστιν.
而且,这[零售业]似乎是关于货币的;因为货币是交换的媒介(要素)和终点。
καὶ ἄπειρος δὴ οὗτος ὁ πλοῦτος, ὁ ἀπὸ ταύτης τῆς χρηματιστικῆς.
而且,这种源于零售货币获得术的财富确实是无限的。
ὥσπερ γὰρ ἡ ἰατρικὴ τοῦ ὑγιαίνειν εἰς ἄπειρόν ἐστι, καὶ ἑκάστη τῶν τεχνῶν τοῦ τέλους εἰς ἄπειρον (ὅτι μάλιστα γὰρ ἐκεῖνο βούλονται ποιεῖν), τῶν δὲ πρὸς τὸ τέλος οὐκ εἰς ἄπειρον (πέρας γὰρ τὸ τέλος πάσαις), οὕτω καὶ ταύτης τῆς χρηματιστικῆς οὐκ ἔστι τοῦ τέλους πέρας, τέλος δὲ ὁ τοιοῦτος πλοῦτος καὶ χρημάτων κτῆσις.
因为正如医术在使人健康上是无限的,且每种技术在追求其目标上都是无限的(因为它们最想实现的就是那个目标),但在通往目标的手段上却不是无限的(因为目标对所有技术来说都是一个界限),同样,这种货币获得术在目标上也没有界限,而这种财富和货币的获取就是其目标。
τῆς δʼ οἰκονομικῆς χρηματιστικῆς ἔστι πέρας· οὐ γὰρ τοῦτο τῆς οἰκονομικῆς ἔργον.
但是,属于家政的货币获得术却是有界限的;因为这并不是家政的功能。
διὸ τῇ μὲν φαίνεται ἀναγκαῖον εἶναι παντὸς πλούτου πέρας, ἐπὶ δὲ τῶν γινομένων ὁρῶμεν συμβαῖνον τοὐναντίον· πάντες γὰρ εἰς ἄπειρον αὔξουσιν οἱ χρηματιζόμενοι τὸ νόμισμα.
因此,一方面,一切财富似乎必然有其界限,但在实际发生的事情中,我们看到的情况却相反:所有获取货币的人都在无限地增加他们的货币。
αἴτιον δὲ τὸ σύνεγγυς αὐτῶν.
究其原因,就在于它们之间的邻近性。
ἐπαλλάττει γὰρ ἡ χρῆσις τοῦ αὐτοῦ οὖσα ἑκατέρας τῆς χρηματιστικῆς.
因为在两种货币获得术中,对同一物的使用是重叠的。
τῆς γὰρ αὐτῆς ἐστι κτήσεως χρῆσις, ἀλλʼ οὐ κατὰ ταὐτόν, ἀλλὰ τῆς μὲν ἕτερον τέλος, τῆς δʼ ἡ αὔξησις.
因为它们使用的是同一种财产,但并不是以相同的方式:对于前者(家政),有另外的目标;而对于后者(零售),增加本身就是目标。
ὥστε δοκεῖ τισι τοῦτʼ εἶναι τῆς οἰκονομικῆς ἔργον, καὶ διατελοῦσιν ἢ σῴζειν οἰόμενοι δεῖν ἢ αὔξειν τὴν τοῦ νομίσματος οὐσίαν εἰς ἄπειρον.
因此,在某些人看来,这就是家政的功能,他们始终认为,自己必须要么守护要么无限地增加货币的资产。
αἴτιον δὲ ταύτης τῆς διαθέσεως τὸ σπουδάζειν περὶ τὸ ζῆν, ἀλλὰ μὴ τὸ εὖ ζῆν·
产生这种心态的原因在于他们只专注于生存,而不是专注于过好的生活;

词汇与语法注释

  1. 1257b4μεταβαλλόμενον — 分词 `μεταβαλλόμενον`(中被动因)在间接疑问句 `πόθεν καὶ πῶς` 中起作用,意思是“通过被交换”或“通过交易”。其主语未明确说明,但在上下文中指代被交换的货物或交易本身。
  2. 1257b10νόμος παντάπασι — 这里有意在货币(`νόμισμα`)与法律或约定(`νόμος`)之间进行双关,暗示货币完全是人类社会约定的产物,而非本性之物。
  3. 1257b12μεταθεμένων τε τῶν χρωμένων — 属格独立结构。`τῶν χρωμένων`(使用者)是语义上的主语,而 `μεταθεμένων` 表示条件,即“如果他们改变了[约定]”。
  4. 1257b36ἐπαλλάττει γὰρ ἡ χρῆσις τοῦ αὐτοῦ οὖσα ἑκατέρας τῆς χρηματιστικῆς — 主语是 `ἡ χρῆσις τοῦ αὐτοῦ`(对同一物的使用),`οὖσα`(因为是)是修饰主语的伴随分词。属格短语 `ἑκατέρας τῆς χρηματιστικῆς`(两种货币获得术的每一种)由不及物动词 `ἐπαλλάττει`(重叠、交错)所支配。

引用这一段

亚里士多德, 政治学 §1.1257b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:1.1257b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。