§1.1257aἣν ὡς μίαν καὶ τὴν αὐτὴν τῇ λεχθείσῃ πολλοὶ νομίζουσι διὰ τὴν γειτνίασιν·
由于两者邻近,许多人认为这种货币获得术与前述的获取术是同一种。
ἔστι δʼ οὔτε ἡ αὐτὴ τῇ εἰρημένῃ οὔτε πόρρω ἐκείνης.
然而,它既不同于所说的获取术,也非相距甚远。
ἔστι δʼ ἡ μὲν φύσει ἡ δʼ οὐ φύσει αὐτῶν, ἀλλὰ διʼ ἐμπειρίας τινὸς καὶ τέχνης γίνεται μᾶλλον.
在它们之中,一者是合乎本性的,另一者则不合乎本性,而是更多地通过某种经验和技术产生的。
λάβωμεν δὲ περὶ αὐτῆς τὴν ἀρχὴν ἐντεῦθεν.
让我们从这里开始讨论它。
ἑκάστου γὰρ κτήματος διττὴ ἡ χρῆσίς ἐστιν, ἀμφότεραι δὲ καθʼ αὑτὸ μὲν ἀλλʼ οὐχ ὁμοίως καθʼ αὑτό, ἀλλʼ ἡ μὲν οἰκεία ἡ δʼ οὐκ οἰκεία τοῦ πράγματος, οἷον ὑποδήματος ἥ τε ὑπόδεσις καὶ ἡ μεταβλητική.
因为每种财产都有双重用途,两者都属于物品本身,但并非以同样的方式,而是一者是物品所固有的,另一者则是非固有的;例如,鞋子的用途既是穿着,也是交换。
ἀμφότεραι γὰρ ὑποδήματος χρήσεις· καὶ γὰρ ὁ ἀλλαττόμενος τῷ δεομένῳ ὑποδήματος ἀντὶ νομίσματος ἢ τροφῆς χρῆται τῷ ὑποδήματι ᾗ ὑπόδημα, ἀλλʼ οὐ τὴν οἰκείαν χρῆσιν· οὐ γὰρ ἀλλαγῆς ἕνεκεν γέγονε.
因为两者都是鞋子的用途;实际上,那些为了货币或食物而与需要鞋子的人交换鞋子的人,也是在使用鞋子作为鞋子,但并非其固有的用途,因为鞋子并不是为了交换而制造的。
τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ τῶν ἄλλων κτημάτων.
对于其他财产,情况也是一样。
ἔστι γὰρ ἡ μεταβλητικὴ πάντων, ἀρξαμένη τὸ μὲν πρῶτον ἐκ τοῦ κατὰ φύσιν, τῷ τὰ μὲν πλείω τὰ δὲ ἐλάττω τῶν ἱκανῶν ἔχειν τοὺς ἀνθρώπους (ᾗ καὶ δῆλον ὅτι οὐκ ἔστι φύσει τῆς χρηματιστικῆς ἡ καπηλική· ὅσον γὰρ ἱκανὸν αὐτοῖς, ἀναγκαῖον ἦν ποιεῖσθαι τὴν ἀλλαγήν).
因为交换术适用于一切物品,它最初是从合乎本性的情况开始的,这是因为人们拥有的东西有些超过了需要,有些则不足(由此也清楚表明,零售术在本性上不属于货币获得术;因为他们只需要进行交换,直到满足自己的需要为止)。
ἐν μὲν οὖν τῇ πρώτῃ κοινωνίᾳ (τοῦτο δʼ ἐστὶν οἰκία) φανερὸν ὅτι οὐδὲν ἔστιν ἔργον αὐτῆς, ἀλλʼ ἤδη πλειόνων τῆς κοινωνίας οὔσης.
因此,在最初的共同体(即家庭)中,显然交换术没有任何作用,而只有在共同体已经扩大时才有作用。
οἱ μὲν γὰρ τῶν αὑτῶν ἐκοινώνουν πάντων, οἱ δὲ κεχωρισμένοι πολλῶν πάλιν καὶ ἑτέρων, ὧν κατὰ τὰς δεήσεις ἀναγκαῖον ποιεῖσθαι τὰς μεταδόσεις, καθάπερ ἔτι πολλὰ ποιεῖ καὶ τῶν βαρβαρικῶν ἐθνῶν, κατὰ τὴν ἀλλαγήν.
因为前者共享了所有相同的东西,而后者在分居之后,转而共享了许多不同的东西,对于这些东西,必须根据需要进行分让,正如许多野蛮民族至今在交换中所做的那样。
αὐτὰ γὰρ τὰ χρήσιμα πρὸς αὑτὰ καταλλάττονται, ἐπὶ πλέον δʼ οὐθέν, οἷον οἶνον πρὸς σῖτον διδόντες καὶ λαμβάνοντες, καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστον.
因为他们只是拿有用物品本身去交换另一有用物品,而不做更多,例如给予和接受以葡萄酒换取谷物,以及其他类似物品的每一项。
ἡ μὲν οὖν τοιαύτη μεταβλητικὴ οὔτε παρὰ φύσιν οὔτε χρηματιστικῆς ἐστιν εἶδος οὐδέν (εἰς ἀναπλήρωσιν γὰρ τῆς κατὰ φύσιν αὐταρκείας ἦν)· ἐκ μέντοι ταύτης ἐγένετʼ ἐκείνη κατὰ λόγον.
因此,这种交换既不违反本性,也不是货币获得术的任何一种(因为它是为了补充合乎本性的自给自足);然而,后者则是顺理成章地从前者中产生的。
ξενικωτέρας γὰρ γενομένης τῆς βοηθείας τῷ εἰσάγεσθαι ὧν ἐνδεεῖς ἦσαν καὶ ἐκπέμπειν ὧν ἐπλεόναζον, ἐξ ἀνάγκης ἡ τοῦ νομίσματος ἐπορίσθη χρῆσις.
因为随着通过输入他们所匮乏的物品和输出他们所多余的物品,相互援助变得更加国际化,货币的使用便必然被发明了出来。
οὐ γὰρ εὐβάστακτον ἕκαστον τῶν κατὰ φύσιν ἀναγκαίων· διὸ πρὸς τὰς ἀλλαγὰς τοιοῦτόν τι συνέθεντο πρὸς σφᾶς αὐτοὺς διδόναι καὶ λαμβάνειν, ὃ τῶν χρησίμων αὐτὸ ὂν εἶχε τὴν χρείαν εὐμεταχείριστον πρὸς τὸ ζῆν, οἷον σίδηρος καὶ ἄργυρος κἂν εἴ τι τοιοῦτον ἕτερον, τὸ μὲν πρῶτον ἁπλῶς ὁρισθὲν μεγέθει καὶ σταθμῷ, τὸ δὲ τελευταῖον καὶ χαρακτῆρα ἐπιβαλλόντων, ἵνα ἀπολύσῃ τῆς μετρήσεως αὑτούς·
因为并非每一种合乎本性的必需品都易于携带;因此,为了交换,他们彼此约定给予和接受某种本身属于有用之物、且在生活便利上易于处理的东西,例如铁、银或任何其他类似的东西。
ὁ γὰρ χαρακτὴρ ἐτέθη τοῦ ποσοῦ σημεῖον.
起初,这只是简单地由大小和重量来确定,但最后他们还打上了印记,以便免除自己的称量之苦;因为印记是被作为数量的标记而印上去的。