§1.1258aεἰς ἄπειρον οὖν ἐκείνης τῆς ἐπιθυμίας οὔσης, καὶ τῶν ποιητικῶν ἀπείρων ἐπιθυμοῦσιν.
因此,由于那种[对生存的]欲望是无限的,他们也渴望创造[生存的]手段是无限的。
ὅσοι δὲ καὶ τοῦ εὖ ζῆν ἐπιβάλλονται τὸ πρὸς τὰς ἀπολαύσεις τὰς σωματικὰς ζητοῦσιν, ὥστʼ ἐπεὶ καὶ τοῦτʼ ἐν τῇ κτήσει φαίνεται ὑπάρχειν, πᾶσα ἡ διατριβὴ περὶ τὸν χρηματισμόν ἐστι, καὶ τὸ ἕτερον εἶδος τῆς χρηματιστικῆς διὰ τοῦτʼ ἐλήλυθεν.
而那些致力于过好生活的人,则寻找有助于身体享受的东西,结果,由于这[享受的手段]似乎也存在于财产获得之中,他们所有的活动都与货币获得有关,而货币获得术的另一种形式也因此而产生。
ἐν ὑπερβολῇ γὰρ οὔσης τῆς ἀπολαύσεως, τὴν τῆς ἀπολαυστικῆς ὑπερβολῆς ποιητικὴν ζητοῦσιν· κἂν μὴ διὰ τῆς χρηματιστικῆς δύνωνται πορίζειν, διʼ ἄλλης αἰτίας τοῦτο πειρῶνται, ἑκάστῃ χρώμενοι τῶν δυνάμεων οὐ κατὰ φύσιν.
因为,由于享受处于过度之中,他们便寻找能产生过度享受的方法;如果他们无法通过货币获得术来提供,他们就会通过其他途径来尝试,以违背本性的方式使用他们的每一种能力。
ἀνδρείας γὰρ οὐ χρήματα ποιεῖν ἐστιν ἀλλὰ θάρσος, οὐδὲ στρατηγικῆς καὶ ἰατρικῆς, ἀλλὰ τῆς μὲν νίκην τῆς δʼ ὑγίειαν.
因为,勇气的功用不是创造货币,而是产生胆识;这也不是将帅术和医术的功用,相反,前者的功用是产生胜利,后者的功用是产生健康。
οἱ δὲ πάσας ποιοῦσι χρηματιστικάς, ὡς τοῦτο τέλος ὄν, πρὸς δὲ τὸ τέλος ἅπαντα δέον ἀπαντᾶν.
然而,他们却把所有的能力都变成了货币获得术,仿佛这就是目标,且万物都应当朝着目标汇聚。
περὶ μὲν οὖν τῆς τε μὴ ἀναγκαίας χρηματιστικῆς, καὶ τίς, καὶ διʼ αἰτίαν τίνα ἐν χρείᾳ ἐσμὲν αὐτῆς, εἴρηται, καὶ περὶ τῆς ἀναγκαίας, ὅτι ἑτέρα μὲν αὐτῆς οἰκονομικὴ δὲ κατὰ φύσιν ἡ περὶ τὴν τροφήν, οὐχ ὥσπερ αὕτη ἄπειρος ἀλλʼ ἔχουσα ὅρον.
因此,关于不必要的货币获得术,它是什么,以及出于何种原因我们需要它,已经说过了;同样,关于必要的货币获得术,也已经说过了:它与前者不同,是关于食物的、合乎本性的家政,它不像前者那样无限,而是具有界限。
δῆλον δὲ καὶ τὸ ἀπορούμενον ἐξ ἀρχῆς, πότερον τοῦ οἰκονομικοῦ καὶ πολιτικοῦ ἐστιν ἡ χρηματιστικὴ ἢ οὔ, ἀλλὰ δεῖ τοῦτο μὲν ὑπάρχειν (ὥσπερ γὰρ καὶ ἀνθρώπους οὐ ποιεῖ ἡ πολιτική, ἀλλὰ λαβοῦσα παρὰ τῆς φύσεως χρῆται αὐτοῖς, οὕτω καὶ τροφὴν τὴν φύσιν δεῖ παραδοῦναι γῆν ἢ θάλατταν ἢ ἄλλο τι), ἐκ δὲ τούτων, ὡς δεῖ ταῦτα διαθεῖναι προσήκει τὸν οἰκονόμον.
此外,最初所疑问的问题也变得清晰了,即货币获得术是属于家政管理者和政治家的功用,还是不属于,也就是说,这[财富与资源]必须预先存在(因为正如政治学并不创造人类,而是从自然那里接受他们并加以使用,同样,自然也必须通过土地、海洋或其他东西来提供食物)。 而在这些[提供的东西]之上,如何加以管理,则是家政管理者的职责。
οὐ γὰρ τῆς ὑφαντικῆς ἔρια ποιῆσαι, ἀλλὰ χρήσασθαι αὐτοῖς, καὶ γνῶναι δὲ τὸ ποῖον χρηστὸν καὶ ἐπιτήδειον, ἢ φαῦλον καὶ ἀνεπιτήδειον.
因为,创造羊毛并非织布术的职责,而是去使用它,并去辨别哪种是优质且适用的,哪种是劣质且不适用的。
καὶ γὰρ ἀπορήσειεν ἄν τις διὰ τί ἡ μὲν χρηματιστικὴ μόριον τῆς οἰκονομίας, ἡ δʼ ἰατρικὴ οὐ μόριον·
实际上,有人可能会产生疑问:为什么货币获得术是家政的一部分,而医术却不是?
καίτοι δεῖ ὑγιαίνειν τοὺς κατὰ τὴν οἰκίαν, ὥσπερ ζῆν ἢ ἄλλο τι τῶν ἀναγκαίων.
尽管使家里的人健康,就像使他们生存或拥有其他必需品一样,是必不可少的。
ἐπεὶ δὲ ἔστι μὲν ὡς τοῦ οἰκονόμου καὶ τοῦ ἄρχοντος καὶ περὶ ὑγιείας ἰδεῖν, ἔστι δʼ ὡς οὔ, ἀλλὰ τοῦ ἰατροῦ, οὕτω καὶ περὶ τῶν χρημάτων ἔστι μὲν ὡς τοῦ οἰκονόμου, ἔστι δʼ ὡς οὔ, ἀλλὰ τῆς ὑπηρετικῆς·
但是,既然家政管理者和统治者在某种意义上需要关注健康,但在另一种意义上又不需要、而是医生的职责,同样,关于财产,在某种意义上它是家政管理者的职责,但在另一种意义上又不是、而是服务性技术的职责。
μάλιστα δέ, καθάπερ εἴρηται πρότερον, δεῖ φύσει τοῦτο ὑπάρχειν.
但最重要的是,正如前面所说的,这[财产]必须由自然预先提供。
φύσεως γάρ ἐστιν ἔργον τροφὴν τῷ γεννηθέντι παρέχειν· παντὶ γάρ, ἐξ οὗ γίνεται, τροφὴ τὸ λειπόμενόν ἐστι.
因为,为新诞生的生命提供食物是自然的功用;实际上,对于万物而言,它们所由产生的那个源头的剩余物就是食物。
διὸ κατὰ φύσιν ἐστὶν ἡ χρηματιστικὴ πᾶσιν ἀπὸ τῶν καρπῶν καὶ τῶν ζῴων.
因此,所有人从作物和动物中获取财富的货币获得术都是合乎自然的。
διπλῆς δʼ οὔσης αὐτῆς, ὥσπερ εἴπομεν, καὶ τῆς μὲν καπηλικῆς τῆς δʼ οἰκονομικῆς, καὶ ταύτης μὲν ἀναγκαίας καὶ ἐπαινουμένης,
正如我们所说,由于它是双重的,一种是零售业,另一种是家政学,且后者是必要的、受人赞许的,