§1.1256bνομαδικὸς λῃστρικὸς ἁλιευτικὸς θηρευτικὸς γεωργικός.
即游牧、掠夺、渔猎、狩猎和农耕。
οἱ δὲ καὶ μιγνύντες ἐκ τούτων ἡδέως ζῶσι, προσαναπληροῦντες τὸν ἐνδεέστερον βίον, ᾗ τυγχάνει ἐλλείπων πρὸς τὸ αὐτάρκης εἶναι, οἷον οἱ μὲν νομαδικὸν ἅμα καὶ λῃστρικόν, οἱ δὲ γεωργικὸν καὶ θηρευτικόν· ὁμοίως δὲ καὶ περὶ τοὺς ἄλλους· ὡς ἂν ἡ χρεία συναναγκάζῃ, τοῦτον τὸν τρόπον διάγουσιν.
还有些人通过将这些方式结合起来,过着舒适的生活,以此填补其生活方式中由于无法自给自足而产生的不足;例如,有些人既过着游牧生活也同时进行掠夺,另一些人则兼事农耕和狩猎;其他的人也是如此,随着需要的迫使,他们便以这种方式度日。
ἡ μὲν οὖν τοιαύτη κτῆσις ὑπʼ αὐτῆς φαίνεται τῆς φύσεως διδομένη πᾶσιν, ὥσπερ κατὰ τὴν πρώτην γένεσιν εὐθύς, οὕτω καὶ τελειωθεῖσιν.
因此,这种获取方式显然是由自然本身赋予一切人的,正如在他们最初诞生时一样,在他们成长完满时也是如此。
καὶ γὰρ κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν τὰ μὲν συνεκτίκτει τῶν ζῴων τοσαύτην τροφὴν ὥσθʼ ἱκανὴν εἶναι μέχρις οὗ ἂν δύνηται αὐτὸ αὑτῷ πορίζειν τὸ γεννηθέν, οἷον ὅσα σκωληκοτοκεῖ ἢ ᾠοτοκεῖ· ὅσα δὲ ζῳοτοκεῖ, τοῖς γεννωμένοις ἔχει τροφὴν ἐν αὑτοῖς μέχρι τινός, τὴν τοῦ καλουμένου γάλακτος φύσιν.
因为即使在最初诞生时,有些动物在产下幼仔的同时,也伴随产下足够维持其生活的食物,直到新生的幼兽能够自己谋生为止,例如那些产幼虫或产卵的动物;而那些胎生的动物,其体内在一段时间内也有供新生儿食用的食物,即所谓的乳汁。
ὥστε ὁμοίως δῆλον ὅτι καὶ γενομένοις οἰητέον τά τε φυτὰ τῶν ζῴων ἕνεκεν εἶναι καὶ τὰ ἄλλα ζῷα τῶν ἀνθρώπων χάριν, τὰ μὲν ἥμερα καὶ διὰ τὴν χρῆσιν καὶ διὰ τὴν τροφήν, τῶν δʼ ἀγρίων, εἰ μὴ πάντα, ἀλλὰ τά γε πλεῖστα τῆς τροφῆς καὶ ἄλλης βοηθείας ἕνεκεν, ἵνα καὶ ἐσθὴς καὶ ἄλλα ὄργανα γίνηται ἐξ αὐτῶν.
同样地,显然我们应该认为,对于成长后的生物而言,植物是为了动物而存在的,而其他动物则是为了人类而存在的——驯化的动物既是为了使用也是为了食用,而野生动物,即使不是全部,绝大多数也是为了食物和其他帮助,以便能够从中获得衣服和其他工具。
εἰ οὖν ἡ φύσις μηθὲν μήτε ἀτελὲς ποιεῖ μήτε μάτην, ἀναγκαῖον τῶν ἀνθρώπων ἕνεκεν αὐτὰ πάντα πεποιηκέναι τὴν φύσιν.
因此,如果自然不创造任何未完成的或无用的东西,那么自然必然是为了人类而创造了所有这些。
διὸ καὶ ἡ πολεμικὴ φύσει κτητική πως ἔσται (ἡ γὰρ θηρευτικὴ μέρος αὐτῆς), ᾗ δεῖ χρῆσθαι πρός τε τὰ θηρία καὶ τῶν ἀνθρώπων ὅσοι πεφυκότες ἄρχεσθαι μὴ θέλουσιν, ὡς φύσει δίκαιον τοῦτον ὄντα τὸν πόλεμον.
所以,战争术在本性上也是某种获取术(因为狩猎术是它的一部分),它必须被用来对付野兽以及那些天生应该被统治却不愿顺从的人类,因为这种战争在本性上是正义的。
ἓν μὲν οὖν εἶδος κτητικῆς κατὰ φύσιν τῆς οἰκονομικῆς μέρος ἐστίν, καθὸ δεῖ ἤτοι ὑπάρχειν ἢ πορίζειν αὐτὴν ὅπως ὑπάρχῃ ὧν ἔστι θησαυρισμὸς χρημάτων πρὸς ζωὴν ἀναγκαίων, καὶ χρησίμων εἰς κοινωνίαν πόλεως ἢ οἰκίας.
因此,本性上的获取术的一个种类是家政管理的一部分,根据这一部分,家政管理者必须使那些维持生命所必需的、且对城邦或家庭共同体有用的物资储备已经存在,或者由她自己去获取以使之存在。
καὶ ἔοικεν ὅ γʼ ἀληθινὸς πλοῦτος ἐκ τούτων εἶναι.
真正的财富似乎就是由这些物资构成的。
ἡ γὰρ τῆς τοιαύτης κτήσεως αὐτάρκεια πρὸς ἀγαθὴν ζωὴν οὐκ ἄπειρός ἐστιν, ὥσπερ Σόλων φησὶ ποιήσας
"
πλούτου δʼ οὐθὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται.
因为这种为了美好生活而获取的财产的自给自足并不是无限的,并不像梭伦在诗中所说的那样:“对于人类,财富没有显现的界限。
"
κεῖται γὰρ ὥσπερ καὶ ταῖς ἄλλαις τέχναις· οὐδὲν γὰρ ὄργανον ἄπειρον οὐδεμιᾶς ἐστι τέχνης οὔτε πλήθει οὔτε μεγέθει, ὁ δὲ πλοῦτος ὀργάνων πλῆθός ἐστιν οἰκονομικῶν καὶ πολιτικῶν.
” 因为它像其他技术一样也有界限;因为任何技术的工具在数量上和大小上都不是无限的,而财富正是家庭和城邦工具的总和。
ὅτι μὲν τοίνυν ἔστι τις κτητικὴ κατὰ φύσιν τοῖς οἰκονόμοις καὶ τοῖς πολιτικοῖς, καὶ διʼ ἣν αἰτίαν, δῆλον.
因此,对于家政管理者和城邦政治家来说,存在一种符合本性的获取术,其原因是什么,已很明显。
ἔστι δὲ γένος ἄλλο κτητικῆς, ἣν μάλιστα καλοῦσι, καὶ δίκαιον αὐτὸ καλεῖν, χρηματιστικήν, διʼ ἣν οὐδὲν δοκεῖ πέρας εἶναι πλούτου καὶ κτήσεως·
但还有另一种获取术,人们最常称之为、也最应该称之为货币获取术,因为有了它,财富和财产似乎就没有限制了。