Humanitext Reader

亚里士多德 · 政治学 §1.1256a

获取术与家政的关系及谋生方式

第 8 段,共 155 段 · 希腊语

内容简介

本段提出了获取术与家政管理之间关系的问题,并分析了动物和人类的各种生活方式(如游牧、狩猎和农耕)如何根据其获取食物的方式而被决定。

§1.1256aὅλως δὲ περὶ πάσης κτήσεως καὶ χρηματιστικῆς θεωρήσωμεν κατὰ τὸν ὑφηγημένον τρόπον, ἐπείπερ καὶ ὁ δοῦλος τῆς κτήσεως μέρος τι ἦν.
一般而言,让我们按照既定的方法,对所有财产和获取术进行考察,因为奴隶也是财产的一个部分。
πρῶτον μὲν οὖν ἀπορήσειεν ἄν τις πότερον ἡ χρηματιστικὴ ἡ αὐτὴ τῇ οἰκονομικῇ ἐστιν ἢ μέρος τι, ἢ ὑπηρετική, καὶ εἰ ὑπηρετική, πότερον ὡς ἡ κερκιδοποιικὴ τῇ ὑφαντικῇ ἢ ὡς ἡ χαλκουργικὴ τῇ ἀνδριαντοποιίᾳ (οὐ γὰρ ὡσαύτως ὑπηρετοῦσιν, ἀλλʼ ἡ μὲν ὄργανα παρέχει, ἡ δὲ τὴν ὕλην· λέγω δὲ ὕλην τὸ ὑποκείμενον ἐξ οὗ τι ἀποτελεῖται ἔργον, οἷον ὑφάντῃ μὲν ἔρια ἀνδριαντοποιῷ δὲ χαλκόν).
首先,有人可能会提出疑问:获取术究竟是与家政管理相同,还是它的一部分,或者是为之服务的;如果是为之服务的,究竟是像造杼术之于织造术那样,还是像冶铜术之于雕塑术那样(因为它们的服务方式并不相同,而是一方提供工具,另一方提供原料;我所说的原料,是指从中完成某件作品的基础物质,例如对于织工来说是羊毛,对于雕塑家来说是青铜)。
ὅτι μὲν οὖν οὐχ ἡ αὐτὴ ἡ οἰκονομικὴ τῇ χρηματιστικῇ, δῆλον (τῆς μὲν γὰρ τὸ πορίσασθαι, τῆς δὲ τὸ χρήσασθαι· τίς γὰρ ἔσται ἡ χρησομένη τοῖς κατὰ τὴν οἰκίαν παρὰ τὴν οἰκονομικήν;
显然,家政管理与获取术并非同一回事(因为一者的职责是获取,另一者的职责是使用;因为除了家政管理之外,还有什么艺术会去使用家中的物品呢?
)。
πότερον δὲ μέρος αὐτῆς ἐστί τι ἢ ἕτερον εἶδος, ἔχει διαμφισβήτησιν· εἰ γάρ ἐστι τοῦ χρηματιστικοῦ θεωρῆσαι πόθεν χρήματα καὶ κτῆσις ἔσται, ἥ δὲ κτῆσις πολλὰ περιείληφε μέρη καὶ ὁ πλοῦτος, ὥστε πρῶτον ἡ γεωργικὴ πότερον μέρος τι τῆς οἰκονομικῆς ἢ ἕτερόν τι γένος, καὶ καθόλου ἡ περὶ τὴν τροφὴν ἐπιμέλεια καὶ κτῆσις;
但它是其一部分,还是另一种类型,则存在争论;因为,如果考察钱财和财产从何而来是获取者的职责,而财产和财富又包含许多部分,那么首先,农耕究竟是家政管理的一部分,还是另一种不同的类别? 以及更广泛地说,关于食物的照管和获取又如何呢?
ἀλλὰ μὴν εἴδη γε πολλὰ τροφῆς, διὸ καὶ βίοι πολλοὶ καὶ τῶν ζῴων καὶ τῶν ἀνθρώπων εἰσίν· οὐ γὰρ οἷόν τε ζῆν ἄνευ τροφῆς, ὥστε αἱ διαφοραὶ τῆς τροφῆς τοὺς βίους πεποιήκασι διαφέροντας τῶν ζῴων.
诚然,食物有许多种类,因此动物和人类也都有许多种生活方式;因为没有食物就无法生存,所以食物的差异使得动物的生活方式各不相同。
τῶν τε γὰρ θηρίων τὰ μὲν ἀγελαῖα τὰ δὲ σποραδικά ἐστιν, ὁποτέρως συμφέρει πρὸς τὴν τροφὴν αὐτοῖς διὰ τὸ τὰ μὲν ζῳοφάγα τὰ δὲ καρποφάγα τὰ δὲ παμφάγα αὐτῶν εἶναι, ὥστε πρὸς τὰς ῥᾳστώνας καὶ τὴν αἵρεσιν τὴν τούτων ἡ φύσις τοὺς βίους αὐτῶν διώρισεν, ἐπεὶ δʼ οὐ ταὐτὸ ἑκάστῳ ἡδὺ κατὰ φύσιν ἀλλὰ ἕτερα ἑτέροις, καὶ αὐτῶν τῶν ζῳοφάγων καὶ τῶν καρποφάγων οἱ βίοι πρὸς ἄλληλα διεστᾶσιν· ὁμοίως δὲ καὶ τῶν ἀνθρώπων.
因为在野兽中,有些是群居的,有些是独居的,这取决于哪种方式对它们获取食物更有利,因为它们之中有些是肉食的,有些是草食的,有些则是杂食的,所以自然根据这些食物获取的难易和偏好,划分了它们的生活方式;而且,既然对每种动物而言,并非相同的东西在天性上是令人愉快的,而是各有不同,那么即使在肉食动物和草食动物自身内部,它们的生活方式也彼此不同;同样地,人类也是如此。
πολὺ γὰρ διαφέρουσιν οἱ τούτων βίοι.
因为人类的生活方式也大不相同。
οἱ μὲν οὖν ἀργότατοι νομάδες εἰσίν (ἡ γὰρ ἀπὸ τῶν ἡμέρων τροφὴ ζῴων ἄνευ πόνου γίνεται σχολάζουσιν· ἀναγκαίου δʼ ὄντος μεταβάλλειν τοῖς κτήνεσι διὰ τὰς νομὰς καὶ αὐτοὶ ἀναγκάζονται συνακολουθεῖν, ὥσπερ γεωργίαν ζῶσαν γεωργοῦντες)·
最懒散的人是游牧民(因为从驯化动物中获取食物无需劳作,他们便闲暇度日;但由于牲畜因牧草原因必须迁徙,他们自己也行被迫跟从,仿佛是在耕种一块活的农田)。
οἱ δʼ ἀπὸ θήρας ζῶσι, καὶ θήρας ἕτεροι ἑτέρας, οἷον οἱ μὲν ἀπὸ λῃστείας, οἱ δʼ ἀφʼ ἁλιείας, ὅσοι λίμνας καὶ ἕλη καὶ ποταμοὺς ἢ θάλατταν τοιαύτην προσοικοῦσιν, οἱ δʼ ἀπʼ ὀρνίθων ἢ θηρίων ἀγρίων·
另一些人则靠狩猎为生,而且不同的人靠不同种类的狩猎:例如,有人靠劫掠,有人靠捕鱼——如那些居住在湖泊、沼泽、河流或适于捕鱼的海洋附近的人,还有人靠捕鸟或猎取野兽。
τὸ δὲ πλεῖστον γένος τῶν ἀνθρώπων ἀπὸ τῆς γῆς ζῇ καὶ τῶν ἡμέρων καρπῶν.
而最大一类的人类则是依靠土地和栽培的作物生活。
οἱ μὲν οὖν βίοι τοσοῦτοι σχεδόν εἰσιν, ὅσοι γε αὐτόφυτον ἔχουσι τὴν ἐργασίαν καὶ μὴ διʼ ἀλλαγῆς καὶ καπηλείας πορίζονται τὴν τροφήν,
因此,那些拥有自给自足的劳动、而不通过交换和小贩商业来获取食物的生活方式,大概就有这么多,

词汇与语法注释

  1. 1256a1ἦν — 动词 ἦν(未完成过去时)并非表示与现在事实相反的假设,而是“回想未完成过去时”(即所谓的哲学未完成过去时),用于唤起在前文讨论(例如1253b32)中已确定“奴隶是财产的一部分”这一已知事实。
  2. 1256a14αὐτῆς — 指示代词 αὐτῆς(阴性属格单数)的先行词根据前文的整体语境,是指“家政管理”(οἰκονομική),即此处在讨论获取术是否为其一部分。
  3. 1256a34ὥσπερ γεωργίαν ζῶσαν γεωργοῦντες — 这是一个同族宾语结构,将分词 γεωργοῦντες 与其同族名词 γεωργίαν 结合使用。通过“耕种一块活的农田”这一矛盾修辞法,隐喻式地描绘了因牲畜移动而不得不随之迁移的游牧民生活方式。

引用这一段

亚里士多德, 政治学 §1.1256a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:1.1256a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。