Humanitext Reader

亚里士多德 · 政治学 §1.1255a

关于法律奴隶与自然奴隶正当性的争论

第 6 段,共 155 段 · 希腊语

内容简介

在肯定自然奴隶存在的同时,文中探讨了关于法律和战争所致奴隶制合理性的争论,并分析了双方论点,指出他们最终都诉诸于基于美德与恶德的区别。

§1.1255aὅτι μὲν τοίνυν εἰσὶ φύσει τινὲς οἱ μὲν ἐλεύθεροι οἱ δὲ δοῦλοι, φανερόν, οἷς καὶ συμφέρει τὸ δουλεύειν καὶ δίκαιόν ἐστιν.
因此,显而易见,在自然本性上,有些人是自由人,另一些人是奴隶,对于这些人来说,服从奴役既是有益的,也是公正的。
ὅτι δὲ καὶ οἱ τἀναντία φάσκοντες τρόπον τινὰ λέγουσιν ὀρθῶς, οὐ χαλεπὸν ἰδεῖν.
然而,不难看出,那些持相反观点的人在某种意义上说得也是正确的。
διχῶς γὰρ λέγεται τὸ δουλεύειν καὶ ὁ δοῦλος.
因为“服从奴役” 与“奴隶”是在两种意义上被谈论的。
ἔστι γάρ τις καὶ κατὰ νόμον δοῦλος καὶ δουλεύων· ὁ γὰρ νόμος ὁμολογία τίς ἐστιν ἐν ᾧ τὰ κατὰ πόλεμον κρατούμενα τῶν κρατούντων εἶναί φασιν.
因为也存在着根据法律而成为奴隶并服从奴役的人;因为法律是一种契约,在其中人们规定,战争中被征服的东西属于征服者。
τοῦτο δὴ τὸ δίκαιον πολλοὶ τῶν ἐν τοῖς νόμοις ὥσπερ ῥήτορα γράφονται παρανόμων, ὡς δεινὸν ὂν εἰ τοῦ βιάσασθαι δυναμένου καὶ κατὰ δύναμιν κρείττονος ἔσται δοῦλον καὶ ἀρχόμενον τὸ βιασθέν.
许多懂得法律的人确实指控这一“公正”,就像控告提出违宪法案的雄辩家一样,理由是,如果被强迫者要成为能够施加暴力且在力量上占优势者的奴隶和被统治者,那是件可怕的事。
καὶ τοῖς μὲν οὕτως δοκεῖ τοῖς δʼ ἐκείνως, καὶ τῶν σοφῶν.
即使在智者之中,也有人持这种看法,有人持那种看法。
αἴτιον δὲ ταύτης τῆς ἀμφισβητήσεως, καὶ ὃ ποιεῖ τοὺς λόγους ἐπαλλάττειν, ὅτι τρόπον τινὰ ἀρετὴ τυγχάνουσα χορηγίας καὶ βιάζεσθαι δύναται μάλιστα, καὶ ἔστιν ἀεὶ τὸ κρατοῦν ἐν ὑπεροχῇ ἀγαθοῦ τινος, ὥστε δοκεῖν μὴ ἄνευ ἀρετῆς εἶναι τὴν βίαν, ἀλλὰ περὶ τοῦ δικαίου μόνον εἶναι τὴν ἀμφισβήτησιν (διὰ γὰρ τοῦτο τοῖς μὲν ἄνοια δοκεῖν τὸ δίκαιον εἶναι, τοῖς δʼ αὐτὸ τοῦτο δίκαιον, τὸ τὸν κρείττονα ἄρχειν)·
引起这一争论、并使论点相互交错的原因在于:在某种意义上,美德若获得了外部手段,也最能施加暴力,而且征服者总是占有某种善的优势,因此暴力似乎并非不伴随美德,而争论仅在于什么是公正。 (因为正是由于这个原因,有些人认为公正就是愚蠢,而另一些人则认为这本身就是公正,即强者进行统治)。
ἐπεὶ διαστάντων γε χωρὶς τούτων τῶν λόγων οὔτε ἰσχυρὸν οὐθὲν ἔχουσιν οὔτε πιθανὸν ἅτεροι λόγοι, ὡς οὐ δεῖ τὸ βέλτιον κατʼ ἀρετὴν ἄρχειν καὶ δεσπόζειν.
因为,如果这些论点被彼此分离、独立开来,那么另一种论点——即美德上更优者不应该统治和支配——就没有任何强有力或令人信服的依据了。
ὅλως δʼ ἀντεχόμενοί τινες, ὡς οἴονται, δικαίου τινός (ὁ γὰρ νόμος δίκαιόν τι) τὴν κατὰ πόλεμον δουλείαν τιθέασι δικαίαν, ἅμα δʼ οὔ φασιν· τήν τε γὰρ ἀρχὴν ἐνδέχεται μὴ δικαίαν εἶναι τῶν πολέμων, καὶ τὸν ἀνάξιον δουλεύειν οὐδαμῶς ἂν φαίη τις δοῦλον εἶναι· εἰ δὲ μή, συμβήσεται τοὺς εὐγενεστάτους εἶναι δοκοῦντας δούλους εἶναι καὶ ἐκ δούλων, ἐὰν συμβῇ πραθῆναι ληφθέντας.
但总的来说,有些人坚持他们所认为的某种公正(因为法律就是某种公正),从而断定因战争而产生的奴役是公正的,但同时他们又否定这一点;因为战争的起因可能是非正义的,而且任何人绝不会说一个不配服从奴役的人是奴隶;否则,如果那些被认为出身最高贵的人一旦被俘并被卖掉,结果就会变成奴隶及奴隶的后代。
διόπερ αὐτοὺς οὐ βούλονται λέγειν δούλους, ἀλλὰ τοὺς βαρβάρους.
因此,他们不愿称自己为奴隶,而只愿意称蛮族为奴隶。
καίτοι ὅταν τοῦτο λέγωσιν, οὐθὲν ἄλλο ζητοῦσιν ἢ τὸ φύσει δοῦλον ὅπερ ἐξ ἀρχῆς εἴπομεν· ἀνάγκη γὰρ εἶναί τινας φάναι τοὺς μὲν πανταχοῦ δούλους τοὺς δʼ οὐδαμοῦ.
然而,当他们这样说时,他们所寻求的无非就是我们一开始所说的“自然本性上的奴隶”;因为必须承认,有些人到哪里都是奴隶,而另一些人则到哪里都不是。
τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ εὐγενείας· αὑτοὺς μὲν γὰρ οὐ μόνον παρʼ αὑτοῖς εὐγενεῖς ἀλλὰ πανταχοῦ νομίζουσιν, τοὺς δὲ βαρβάρους οἴκοι μόνον, ὡς ὄν τι τὸ μὲν ἁπλῶς εὐγενὲς καὶ ἐλεύθερον τὸ δʼ οὐχ ἁπλῶς, ὥσπερ καὶ ἡ Θεοδέκτου Ἑλένη φησὶ " θείων δʼ ἀπʼ ἀμφοῖν ἔκγονον ῥιζωμάτων τίς ἂν προσειπεῖν ἀξιώσειεν λάτριν;
同样的方式也适用于出身高贵的问题:因为他们认为自己不仅在自己的国家里高贵,而且在任何地方都高贵,而蛮族则只有在他们自己的家里才高贵,仿佛存在着某种绝对高贵和自由的东西,以及某种非绝对高贵和自由的东西,正如狄奥德克底斯的《海伦》所说: “双方皆源于神圣之根的后代,谁会忍心称其为仆役?
" ὅταν δὲ τοῦτο λέγωσιν, οὐθενὶ ἀλλʼ ἢ ἀρετῇ καὶ κακίᾳ διορίζουσι τὸ δοῦλον καὶ ἐλεύθερον, καὶ τοὺς εὐγενεῖς καὶ τοὺς δυσγενεῖς.
” 当他们这样说时,他们划分奴隶与自由人、以及出身高贵与出身卑微,所依据的无非就是美德与恶德。

词汇与语法注释

  1. ross_section_6τοῦτο δὴ τὸ δίκαιον πολλοὶ τῶν ἐν τοῖς νόμοις ὥσπερ ῥήτορα γράφονται παρανόμων — 中动词 `γράφονται`(意为“指控”、“起诉”)与属格 `παρανόμων` 连用,特指雅典法律中针对“提出违宪法令”(γραφή παρανόμων)的公诉程序。此处构建了一个隐喻,将这种“公正”(`τοῦτο ... τὸ δίκαιον`)视为被起诉的对象,好似它是一个提出了违宪法案的雄辩家(`ῥήτορα`),而起诉者则是许多精通法律的人(`τῶν ἐν τοῖς νόμοις`)。
  2. ross_section_6διὰ γὰρ τοῦτο τοῖς μὲν ἄνοια δοκεῖν τὸ δίκαιον εἶναι — 此处抄本存在 `ἄνοια`(愚蠢、无知)与 `εὔνοια`(好意、善意)两种重要的异文。若遵循所给原文的 `ἄνοια`,则意味着“公正即是愚蠢”(令人联想到《理想国》中色拉叙马霍斯的观点);若采用在大多数现代校勘本中更通行的 `εὔνοια`,则意为“公正即是好意”,以此阐释关于公正究竟是相互善意还是仅仅为强者统治的争论。
  3. ross_section_6ἐπεὶ διαστάντων γε χωρὶς τούτων τῶν λόγων — 由分词 `διαστάντων` 引导的属格独立结构。主句为 `οὔτε ἰσχυρὸν οὐθὲν ἔχουσιν οὔτε πιθανὸν ἅτεροι λόγοι`(另一种论点没有任何强有力或令人信服的依据),其中由 `ὡς` 引导的同位语从句(`ὡς οὐ δεῖ...`)具体说明了“另一种论点”(`ἅτεροι λόγοι`)的内容,即“美德上更优者不应该统治”。

引用这一段

亚里士多德, 政治学 §1.1255a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:1.1255a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。