§1.1254bτῶν γὰρ μοχθηρῶν ἢ μοχθηρῶς ἐχόντων δόξειεν ἂν ἄρχειν πολλάκις τὸ σῶμα τῆς ψυχῆς διὰ τὸ φαύλως καὶ παρὰ φύσιν ἔχειν.
因为在那些恶劣的或处于恶劣状态的人中,由于其处于坏的且违反自然的状态,肉体往往似乎在统治着灵魂。
ἔστι δʼ οὖν, ὥσπερ λέγομεν, πρῶτον ἐν ζῴῳ θεωρῆσαι καὶ δεσποτικὴν ἀρχὴν καὶ πολιτικήν· ἡ μὲν γὰρ ψυχὴ τοῦ σώματος ἄρχει δεσποτικὴν ἀρχήν, ὁ δὲ νοῦς τῆς ὀρέξεως πολιτικὴν ἢ βασιλικήν·
不管怎样,正如我们所说,首先可以在生物中观察到专制的统治和政治的统治;因为灵魂统治肉体是专制的统治,而理智统治欲望则是政治的或君主的统治。
ἐν οἷς φανερόν ἐστιν ὅτι κατὰ φύσιν καὶ συμφέρον τὸ ἄρχεσθαι τῷ σώματι ὑπὸ τῆς ψυχῆς, καὶ τῷ παθητικῷ μορίῳ ὑπὸ τοῦ νοῦ καὶ τοῦ μορίου τοῦ λόγον ἔχοντος, τὸ δʼ ἐξ ἴσου ἢ ἀνάπαλιν βλαβερὸν πᾶσιν.
在这些事物中显而易见的是,肉体受灵魂统治,以及被动部分受理智及具有理性(逻各斯)的部分统治,是符合自然且有益的,而两者平等或倒转则对所有事物都是有害的。
πάλιν ἐν ἀνθρώπῳ καὶ τοῖς ἄλλοις ζῴοις ὡσαύτως·
同样,在人与其他动物之间也是如此。
τὰ μὲν γὰρ ἥμερα τῶν ἀγρίων βελτίω τὴν φύσιν, τούτοις δὲ πᾶσι βέλτιον ἄρχεσθαι ὑπʼ ἀνθρώπου· τυγχάνει γὰρ σωτηρίας οὕτως.
因为驯养的动物在自然本性上优于野生的动物,而对所有这些动物来说,受人统治是更好的;因为这样它们才能获得生存。
ἔτι δὲ τὸ ἄρρεν πρὸς τὸ θῆλυ φύσει τὸ μὲν κρεῖττον τὸ δὲ χεῖρον, καὶ τὸ μὲν ἄρχον τὸ δʼ ἀρχόμενον.
此外,雄性对雌性在自然上,一者较优,一者较劣,一者统治,一者被统治。
τὸν αὐτὸν δὲ τρόπον ἀναγκαῖον εἶναι καὶ ἐπὶ πάντων ἀνθρώπων.
而同样的方式也必然适用于所有人。
ὅσοι μὲν οὖν τοσοῦτον διεστᾶσιν ὅσον ψυχὴ σώματος καὶ ἄνθρωπος θηρίου (διάκεινται δὲ τοῦτον τὸν τρόπον ὅσων ἐστὶν ἔργον ἡ τοῦ σώματος χρῆσις, καὶ τοῦτʼ ἐστʼ ἀπʼ αὐτῶν βέλτιστον), οὗτοι μέν εἰσι φύσει δοῦλοι, οἷς βέλτιόν ἐστιν ἄρχεσθαι ταύτην τὴν ἀρχήν, εἴπερ καὶ τοῖς εἰρημένοις.
因此,凡是人与人之间的差距,大到像灵魂与肉体、人与兽那样的差距的人(凡是以使用肉体为工作、且这就是从他们那里能得到的最好东西的人,就是处于这种状态),这些人就是自然上的奴隶,对他们来说,受这种统治是更好的,如果对前述的那些事物来说也是如此的话。
ἔστι γὰρ φύσει δοῦλος ὁ δυνάμενος ἄλλου εἶναι (διὸ καὶ ἄλλου ἐστίν), καὶ ὁ κοινωνῶν λόγου τοσοῦτον ὅσον αἰσθάνεσθαι ἀλλὰ μὴ ἔχειν.
因为,凡是能够属于他人(因此也确实属于他人),且分有理性(逻各斯)到只能感知却不能拥有的程度的人,就是自然上的奴隶。
τὰ γὰρ ἄλλα ζῷα οὐ λόγῳ ἀλλὰ παθήμασιν ὑπηρετεῖ.
因为其他动物不服从理性,而是服从情感。
καὶ ἡ χρεία δὲ παραλλάττει μικρόν· ἡ γὰρ πρὸς τἀναγκαῖα τῷ σώματι βοήθεια γίνεται παρʼ ἀμφοῖν, παρά τε τῶν δούλων καὶ παρὰ τῶν ἡμέρων ζῴων.
而其用途也相差无几;因为通过肉体来满足生活必需的帮助,是从两者那里得到的,即从奴隶那里和从驯养的动物那里。
βούλεται μὲν οὖν ἡ φύσις καὶ τὰ σώματα διαφέροντα ποιεῖν τὰ τῶν ἐλευθέρων καὶ τῶν δούλων, τὰ μὲν ἰσχυρὰ πρὸς τὴν ἀναγκαίαν χρῆσιν, τὰ δʼ ὀρθὰ καὶ ἄχρηστα πρὸς τὰς τοιαύτας ἐργασίας, ἀλλὰ χρήσιμα πρὸς πολιτικὸν βίον (οὗτος δὲ καὶ γίνεται διῃρημένος εἴς τε τὴν πολεμικὴν χρείαν καὶ τὴν εἰρηνικήν), συμβαίνει δὲ πολλάκις καὶ τοὐναντίον, τοὺς μὲν τὰ σώματα ἔχειν ἐλευθέρων τοὺς δὲ τὰς ψυχάς·
虽然自然确实希望把自由人和奴隶的身体也做成不同的,前者强壮以用于必需的役使,后者则挺直且不适于此类劳动,但对公民生活(这种生活又分为战争用途和和平用途)有用,然而相反的情况也经常发生,即一些人拥有自由人的身体,另一些人拥有自由人的灵魂。
ἐπεὶ τοῦτό γε φανερόν, ὡς εἰ τοσοῦτον γένοιντο διάφοροι τὸ σῶμα μόνον ὅσον αἱ τῶν θεῶν εἰκόνες, τοὺς ὑπολειπομένους πάντες φαῖεν ἂν ἀξίους εἶναι τούτοις δουλεύειν.
因为,这一点是显而易见的:如果人们仅在身体上产生像神像那样巨大的差异,那么所有剩下的人都会说这些人值得做他们的奴隶。
εἰ δʼ ἐπὶ τοῦ σώματος τοῦτʼ ἀληθές, πολὺ δικαιότερον ἐπὶ τῆς ψυχῆς τοῦτο διωρίσθαι· ἀλλʼ οὐχ ὁμοίως ῥᾴδιον ἰδεῖν τό τε τῆς ψυχῆς κάλλος καὶ τὸ τοῦ σώματος.
如果这在身体上是真实的,那么在灵魂上作此规定就更加公正得多;但是,要看见灵魂的美,并不像看见身体的美那样容易。