Humanitext Reader

亚里士多德 · 政治学 §1.1255b

主奴关系的互利性质与主人式统治的界定

第 7 段,共 155 段 · 希腊语

内容简介

本节整理了关于自然奴隶制的争论,阐明在符合自然秩序的主奴关系中存在共同利益与友谊。同时,明确区分了主人式统治(家政)与城邦政治统治,并界定了奴隶使用术与主人术的本质。

§1.1255bἀξιοῦσι γάρ, ὥσπερ ἐξ ἀνθρώπου ἄνθρωπον καὶ ἐκ θηρίων γίνεσθαι θηρίον, οὕτω καὶ ἐξ ἀγαθῶν ἀγαθόν.
因为他们认为,正如人繁衍人、野兽繁衍野兽一样,好人也同样繁衍自好人。
ἡ δὲ φύσις βούλεται μὲν τοῦτο ποιεῖν πολλάκις, οὐ μέντοι δύναται.
然而,自然虽然常常希望做到这一点,却并不能够做到。
ὅτι μὲν οὖν ἔχει τινὰ λόγον ἡ ἀμφισβήτησις, καὶ οὐκ εἰσί τινες οἱ μὲν φύσει δοῦλοι οἱ δʼ ἐλεύθεροι, δῆλον, καὶ ὅτι ἔν τισι διώρισται τὸ τοιοῦτον, ὧν συμφέρει τῷ μὲν τὸ δουλεύειν τῷ δὲ τὸ δεσπόζειν, καὶ δεῖ τὸ μὲν ἄρχεσθαι τὸ δʼ ἄρχειν ἣν πεφύκασιν ἀρχὴν ἄρχειν, ὥστε καὶ δεσπόζειν, τὸ δὲ κακῶς ἀσυμφόρως ἐστὶν ἀμφοῖν (τὸ γὰρ αὐτὸ συμφέρει τῷ μέρει καὶ τῷ ὅλῳ, καὶ σώματι καὶ ψυχῇ, ὁ δὲ δοῦλος μέρος τι τοῦ δεσπότου, οἷον ἔμψυχόν τι τοῦ σώματος κεχωρισμένον δὲ μέρος·
因此,显而易见,这一争论是有一定道理的,并不是说有些人天生是奴隶而另一些人是自由人,而且在某些人身上这种区别是明确划分出来的,在这些情况下,服从奴役对一方有益,而作为主人对另一方有益,且一方应该被统治,而另一方应该以他们天生具有的统治权来进行统治,从而也实行主人式的统治,但如果以错误的方式进行,则对双方都是不利的。
διὸ καὶ συμφέρον ἐστί τι καὶ φιλία δούλῳ καὶ δεσπότῃ πρὸς ἀλλήλους τοῖς φύσει τούτων ἠξιωμένοις, τοῖς δὲ μὴ τοῦτον τὸν τρόπον, ἀλλὰ κατὰ νόμον καὶ βιασθεῖσι, τοὐναντίον).
(因为相同的利益属于部分和整体,也属于身体和灵魂,而奴隶是主人的一部分,仿佛是身体的一个有生命的、但却分离的部分;因此,对于那些天生配得上这些地位的人来说,奴隶和主人之间也存在着某种共同的利益和友谊,但对于那些并非如此,而是根据法律并被迫处于这一地位的人来说,情况正好相反)。
φανερὸν δὲ καὶ ἐκ τούτων ὅτι οὐ ταὐτόν ἐστι δεσποτεία καὶ πολιτική, οὐδὲ πᾶσαι ἀλλήλαις αἱ ἀρχαί, ὥσπερ τινές φασιν.
从这些方面也可以清楚地看出,主人式的统治和城邦政治的统治并不是同一回事,也并非所有的统治都像有些人所说的那样彼此相同。
ἡ μὲν γὰρ ἐλευθέρων φύσει ἡ δὲ δούλων ἐστίν, καὶ ἡ μὲν οἰκονομικὴ μοναρχία (μοναρχεῖται γὰρ πᾶς οἶκος), ἡ δὲ πολιτικὴ ἐλευθέρων καὶ ἴσων ἀρχή.
因为一是对天生自由人的统治,另一是对奴隶的统治;而且家政管理是单人统治(因为每个家庭都由一人统治),而城邦政治则是对自由且平等者的统治。
ὁ μὲν οὖν δεσπότης οὐ λέγεται κατʼ ἐπιστήμην, ἀλλὰ τῷ τοιόσδʼ εἶναι, ὁμοίως δὲ καὶ ὁ δοῦλος καὶ ὁ ἐλεύθερος.
因此,主人被称为主人,并非因为拥有某种知识,而是因为他是这样一种人,奴隶和自由人也是同样如此。
ἐπιστήμη δʼ ἂν εἴη καὶ δεσποτικὴ καὶ δουλική, δουλικὴ μὲν οἵαν περ ὁ ἐν Συρακούσαις ἐπαίδευεν· ἐκεῖ γὰρ λαμβάνων τις μισθὸν ἐδίδασκε τὰ ἐγκύκλια διακονήματα τοὺς παῖδας·
不过,也可以存在主人式的知识和奴隶式的知识;奴隶式的知识就如那个在叙拉古的人所传授的一样,因为在叙拉古,有人接受酬劳,向奴隶子弟传授日常的杂役。
εἴη δʼ ἂν καὶ ἐπὶ πλεῖον τῶν τοιούτων μάθησις, οἷον ὀψοποιικὴ καὶ τἆλλα τὰ τοιαῦτα γένη τῆς διακονίας.
而且对这类事情的系统学习还可以更广泛,例如烹饪术以及其他类似的家务服务。
ἔστι γὰρ ἕτερα ἑτέρων τὰ μὲν ἐντιμότερα ἔργα τὰ δʼ ἀναγκαιότερα, καὶ κατὰ τὴν παροιμίαν " δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου.
因为有些工作比其他工作更体面,而另一些则更必不可少,正如俗话所说: “奴隶前有奴隶,主人前有主人。
" αἱ μὲν οὖν τοιαῦται πᾶσαι δουλικαὶ ἐπιστῆμαί εἰσι· δεσποτικὴ δʼ ἐπιστήμη ἐστὶν ἡ χρηστικὴ δούλων.
” 因而,所有此类知识都是奴隶式的知识;而主人式的知识则是使用奴隶的知识。
ὁ γὰρ δεσπότης οὐκ ἐν τῷ κτᾶσθαι τοὺς δούλους, ἀλλʼ ἐν τῷ χρῆσθαι δούλοις.
因为主人之所以是主人,不在于获取奴隶,而在于使用奴隶。
ἔστι δʼ αὕτη ἡ ἐπιστήμη οὐδὲν μέγα ἔχουσα οὐδὲ σεμνόν· ἃ γὰρ τὸν δοῦλον ἐπίστασθαι δεῖ ποιεῖν, ἐκεῖνον δεῖ ταῦτα ἐπίστασθαι ἐπιτάττειν.
然而,这种知识并无伟大或崇高之处;因为奴隶必须懂得如何去做的事情,主人必须懂得如何去命令。
διὸ ὅσοις ἐξουσία μὴ αὐτοὺς κακοπαθεῖν, ἐπίτροπός τις λαμβάνει ταύτην τὴν τιμήν, αὐτοὶ δὲ πολιτεύονται ἢ φιλοσοφοῦσιν.
因此,对于那些有条件不亲自操劳的人来说,会由一名管家来承担这一职责,而他们自己则投身于政治或哲学。
ἡ δὲ κτητικὴ ἑτέρα ἀμφοτέρων τούτων, οἷον ἡ δικαία, πολεμική τις οὖσα ἢ θηρευτική.
至于获取奴隶的艺术,则与这两者都不同,例如正义的获取,它是一种战争或狩猎。
περὶ μὲν οὖν δούλου καὶ δεσπότου τοῦτον διωρίσθω τὸν τρόπον.
关于奴隶和主人,就以这种方式进行划分吧。

词汇与语法注释

  1. 1255b1ἀξιοῦσι γάρ — 动词 ἀξιοῦσι(他们主张/期望)的主语是前文(1255a32等处)所讨论的、将自己的高贵出身(εὐγένεια)视为绝对的那类人(即希腊人)。他们设想“从优秀的父母(ἀγαθῶν)那里,必然会产生优秀的孩子(ἀγαθόν)”。
  2. 1255b5οὐκ εἰσί τινες οἱ μὲν φύσει δοῦλοι οἱ δʼ ἐλεύθεροι — 关于否定词 οὐκ 的否定范围。这里它否定了整个从句,即“并不是说[普遍地]有些人天生是奴隶而另一些人是自由人”。这一解释与紧随其后的“但在某些人身上,这种区别确实是明确划分出来的”相契合,从而保持了逻辑的连贯。
  3. 1255b9ἣν πεφύκασιν ἀρχὴν ἄρχειν — 在短语 ἣν πεφύκασιν ἀρχὴν ἄρχ意中,名词 ἀρχήν 是不定式 ἄρχειν 的同源宾格(cognate accusative),并且作为关系代词 ἣν 的先行词被吸收到关系从句中。其意思是“进行他们天生适合进行的统治”。
  4. 1255b9τὸ δὲ κακῶς — 冠词 τὸ 使副词 κακῶς(糟糕地/错误地)名词化。根据上下文,它指的是“以糟糕或错误的方式进行这种统治关系”这一事态,这被指出对双方都是不利的(ἀσυμφόρως)。

引用这一段

亚里士多德, 政治学 §1.1255b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:1.1255b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。