§13.1ὧν δὲ δεῖ στοχάζεσθαι καὶ ἃ δεῖ εὐλαβεῖσθαι συνιστάντας τοὺς μύθους καὶ πόθεν ἔσται τὸ τῆς τραγῳδίας ἔργον, ἐφεξῆς ἂν εἴη λεκτέον τοῖς νῦν εἰρημένοις.
在安排情节时,应当追求什么,应当避免什么,以及悲剧的功能将如何产生,接下来应当紧接在刚才所说的话之后予以阐述。
§13.2ἐπειδὴ οὖν δεῖ τὴν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας μὴ ἁπλῆν ἀλλὰ πεπλεγμένην καὶ ταύτην φοβερῶν καὶ ἐλεεινῶν εἶναι μιμητικήν (τοῦτο γὰρ ἴδιον τῆς τοιαύτης μιμήσεώς ἐστιν), πρῶτον μὲν δῆλον ὅτι οὔτε τοὺς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν, οὐ γὰρ φοβερὸν οὐδὲ ἐλεεινὸν τοῦτο ἀλλὰ μιαρόν ἐστιν·
既然最完美的悲剧,其结构不应该是简单的,而应该是复杂的,而且它应该模仿那些激起恐惧与怜悯的事物(因为这是此类模仿的独特特征),那么首先显而易见的是,不应当让有德之士显现出从顺境转入逆境的过程,因为这既不能激发恐惧,也不能激发怜悯,而只会令人反感。
§13.3οὔτε τοὺς μοχθηροὺς ἐξ ἀτυχίας εἰς εὐτυχίαν, ἀτραγῳδότατον γὰρ τοῦτ’ ἐστὶ πάντων, οὐδὲν γὰρ ἔχει ὧν δεῖ, οὔτε γὰρ φιλάνθρωπον οὔτε ἐλεεινὸν οὔτε φοβερόν ἐστιν·
也不应当让恶人从逆境转入顺境,因为这是所有情况中最不具悲剧色彩的,它不具备任何悲剧所需要的要素,既不能引起人道关怀,也不能激起怜悯或恐惧。
§13.4οὐδ’ αὖ τὸν σφόδρα πονηρὸν ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν·
同样,也不应当让极恶之人从顺境堕入逆境。
τὸ μὲν γὰρ φιλάνθρωπον ἔχοι ἂν ἡ τοιαύτη σύστασις ἀλλ’ οὔτε ἔλεον οὔτε φόβον, ὁ μὲν γὰρ περὶ τὸν ἀνάξιόν ἐστιν δυστυχοῦντα, ὁ δὲ περὶ τὸν ὅμοιον, ἔλεος μὲν περὶ τὸν ἀνάξιον, φόβος δὲ περὶ τὸν ὅμοιον, ὥστε οὔτε ἐλεεινὸν οὔτε φοβερὸν ἔσται τὸ συμβαῖνον.
因为这样的结构虽然可能引起人道关怀,却不能激起怜悯,也不能激起恐惧。 因为怜悯是针对那些不该遭受不幸而遭受不幸的人,而恐惧则是针对与我们相似的人——即怜悯因不配受苦的人而起,恐惧因与我们相似的人而生——因此,所发生的事件既非可怜,也非可怕。
§13.5ὁ μεταξὺ ἄρα τούτων λοιπός.
因此,剩下的就只有介于这两者之间的人了。
ἔστι δὲ τοιοῦτος ὁ μήτε ἀρετῇ διαφέρων καὶ δικαιοσύνῃ μήτε διὰ κακίαν καὶ μοχθηρίαν μεταβάλλων εἰς τὴν δυστυχίαν ἀλλὰ δι’ ἁμαρτίαν τινά, τῶν ἐν μεγάλῃ δόξῃ ὄντων καὶ εὐτυχίᾳ, οἷον Οἰδίπους καὶ Θυέστης καὶ οἱ ἐκ τῶν τοιούτων γενῶν ἐπιφανεῖς ἄνδρες.
这样的人既不以美德和正义著称,也不是因为邪恶和卑劣而陷入不幸,而是因为某种错误,且此人属于享有盛名和福泽之人,例如俄狄浦斯、帖塞斯,以及出自此类名门显贵之家的杰出人物。
§13.6ἀνάγκη ἄρα τὸν καλῶς ἔχοντα μῦθον ἁπλοῦν εἶναι μᾶλλον ἢ διπλοῦν, ὥσπερ τινές φασι, καὶ μεταβάλλειν οὐκ εἰς εὐτυχίαν ἐκ δυστυχίας ἀλλὰ τοὐναντίον ἐξ εὐτυχίας εἰς δυστυχίαν μὴ διὰ μοχθηρίαν ἀλλὰ δι’ ἁμαρτίαν μεγάλην ἢ οἵου εἴρηται ἢ βελτίονος μᾶλλον ἢ χείρονος.
因此,设计完美的结构应当是单一的,而不是如某些人所说的双重结构;而且变化的走向不应当是从逆境转入顺境,而相反,应当是从顺境转入逆境。 发生这种变化不应当是因为卑劣,而应当是因为犯了某种重大的错误,且犯错者是如前所述的那种人,或者更好而不是更坏的人。
§13.7σημεῖον δὲ καὶ τὸ γιγνόμενον·
实际发生的事实也证明了这一点。
πρῶτον μὲν γὰρ οἱ ποιηταὶ τοὺς τυχόντας μύθους ἀπηρίθμουν, νῦν δὲ περὶ ὀλίγας οἰκίας αἱ κάλλισται τραγῳδίαι συντίθενται, οἷον περὶ Ἀλκμέωνα καὶ Οἰδίπουν καὶ Ὀρέστην καὶ Μελέαγρον καὶ Θυέστην καὶ Τήλεφον καὶ ὅσοις ἄλλοις συμβέβηκεν ἢ παθεῖν δεινὰ ἢ ποιῆσαι.
因为起初,诗人们只是罗列任意碰巧得到的情节,而现在最完美的悲剧都围绕着少数几个家族来建构,例如围绕着阿尔克迈翁、俄狄浦斯、奥瑞斯忒斯、梅勒阿格罗斯、帖塞斯、忒勒福斯,以及其他任何注定要遭受或做出可怕之事的家族。
§13.8ἡ μὲν οὖν κατὰ τὴν τέχνην καλλίστη τραγῳδία ἐκ ταύτης τῆς συστάσεώς ἐστι.
因此,根据艺术规则最完美的悲剧就是具有这种结构的悲剧。
§13.9διὸ καὶ οἱ Εὐριπίδῃ ἐγκαλοῦντες τὸ αὐτὸ ἁμαρτάνουσιν ὅτι τοῦτο δρᾷ ἐν ταῖς τραγῳδίαις καὶ αἱ πολλαὶ αὐτοῦ εἰς δυστυχίαν τελευτῶσιν.
因此,那些指责欧里庇得斯的人也犯了同样的错误,因为他在悲剧中正是这么做的,而且他的许多悲剧都以不幸告终。
τοῦτο γάρ ἐστιν ὥσπερ εἴρηται ὀρθόν·
正如前面所说,这其实是正确的。
§13.10σημεῖον δὲ μέγιστον· ἐπὶ γὰρ τῶν σκηνῶν καὶ τῶν ἀγώνων τραγικώταται αἱ τοιαῦται φαίνονται, ἂν κατορθωθῶσιν, καὶ ὁ Εὐριπίδης, εἰ καὶ τὰ ἄλλα μὴ εὖ οἰκονομεῖ, ἀλλὰ τραγικώτατός γε τῶν ποιητῶν φαίνεται.
这是一个最大的证据:因为在舞台上和剧作比赛中,此类剧作如果处理得当,会显得最具有悲剧色彩;而欧里庇得斯即使在其他方面组织得不够好,但至少在所有诗人中显得最具有悲剧性。
§13.11δευτέρα δ’ ἡ πρώτη λεγομένη ὑπὸ τινῶν ἐστιν σύστασις, ἡ διπλῆν τε τὴν σύστασιν ἔχουσα καθάπερ ἡ Ὀδύσσεια καὶ τελευτῶσα ἐξ ἐναντίας τοῖς βελτίοσι καὶ χείροσιν.
而第二好的结构,是被某些人称为第一的那种结构,即具有像《奥德赛》那样的双重情节,并对好人和坏人产生相反结局的结构。
§13.12δοκεῖ δὲ εἶναι πρώτη διὰ τὴν τῶν θεάτρων ἀσθένειαν· ἀκολουθοῦσι γὰρ οἱ ποιηταὶκατ’ εὐχὴν ποιοῦντες τοῖς θεαταῖς.
它之所以被认为是第一,是由于观众的软弱;因为诗人们迎合观众,按照他们的愿望来创作。
§13.13ἔστιν δὲ οὐχ αὕτη ἀπὸ τραγῳδίας ἡδονὴ ἀλλὰ μᾶλλον τῆς κωμῳδίας οἰκεία·
但这种快感并不是悲剧所带来的,而是更属于喜剧的特征。
ἐκεῖ γὰρ οἳ ἂν ἔχθιστοι ὦσιν ἐν τῷ μύθῳ, οἷον Ὀρέστης καὶ Αἴγισθος, φίλοι γενόμενοι ἐπὶ τελευτῆς ἐξέρχονται, καὶ ἀποθνῄσκει οὐδεὶς ὑπ’ οὐδενός.
因为在喜剧里,即使在情节中最不可调和的仇敌,如奥瑞斯忒斯与埃癸斯托斯,在结尾也会化敌为友一同退场,而且谁也不会被谁杀死。