§14.1ἔστιν μὲν οὖν τὸ φοβερὸν καὶ ἐλεεινὸν ἐκ τῆς ὄψεως γίγνεσθαι, ἔστιν δὲ καὶ ἐξ αὐτῆς τῆς συστάσεως τῶν πραγμάτων, ὅπερ ἐστὶ πρότερον καὶ ποιητοῦ ἀμείνονος.
那么,恐惧与怜悯固然可以通过视觉效果产生,但也可以通过事件本身的结构产生,而后者更为首要,且属于更优秀的诗人。
§14.2δεῖ γὰρ καὶ ἄνευ τοῦ ὁρᾶν οὕτω συνεστάναι τὸν μῦθον ὥστε τὸν ἀκούοντα τὰ πράγματα γινόμενα καὶ φρίττειν καὶ ἐλεεῖν ἐκ τῶν συμβαινόντων· ἅπερ ἂν πάθοι τις ἀκούων τὸν τοῦ Οἰδίπου μῦθον.
因为即使不看画面,情节也应当被如此建构,以至于听闻事件发生的人,都会因事情的进展而战栗并产生怜悯;这正是任何人在听到俄狄浦斯的故事时会产生的感受。
§14.3τὸ δὲ διὰ τῆς ὄψεως τοῦτο παρασκευάζειν ἀτεχνότερον καὶ χορηγίας δεόμενόν ἐστιν.
通过视觉效果来产生这种感觉,则缺乏艺术技巧,且需要剧场开销的支持。
§14.4οἱ δὲ μὴ τὸ φοβερὸν διὰ τῆς ὄψεως ἀλλὰ τὸ τερατῶδες μόνον παρασκευάζοντες οὐδὲν τραγῳδίᾳ κοινωνοῦσιν· οὐ γὰρ πᾶσαν δεῖ ζητεῖν ἡδονὴν ἀπὸ τραγῳδίας ἀλλὰ τὴν οἰκείαν.
至于那些利用视觉效果不产生恐惧,而仅仅产生怪诞的人,则与悲剧毫无共同之处;因为不应当向悲剧寻求所有的快感,而应当寻求其特有的快感。
§14.5ἐπεὶ δὲ τὴν ἀπὸ ἐλέου καὶ φόβου διὰ μιμήσεως δεῖ ἡδονὴν παρασκευάζειν τὸν ποιητήν, φανερὸν ὡς τοῦτο ἐν τοῖς πράγμασιν ἐμποιητέον.
既然诗人必须通过模仿来产生源于怜悯与恐惧的快感,那么显而易见,这必须融入到事件的处理之中。
§14.6ποῖα οὖν δεινὰ ἢ ποῖα οἰκτρὰ φαίνεται τῶν συμπιπτόντων, λάβωμεν.
那么,让我们来看看,在发生的事件中,哪些显得可怕,哪些显得可怜。
ἀνάγκη δὴ ἢ φίλων εἶναι πρὸς ἀλλήλους τὰς τοιαύτας πράξεις ἢ ἐχθρῶν ἢ μηδετέρων.
这类行为必然是在朋友之间、仇敌之间,或者既非朋友也非仇敌的人之间发生。
§14.7ἂν μὲν οὖν ἐχθρὸς ἐχθρόν, οὐδὲν ἐλεεινὸν οὔτε ποιῶν οὔτε μέλλων, πλὴν κατ’ αὐτὸ τὸ πάθος·
如果是仇敌对待仇敌,无论是正在做出还是企图做出,除了灾难本身之外,并没有什么可怜之处。
§14.8οὐδ’ ἂν μηδετέρως ἔχοντες·
在彼此既非朋友也非仇敌的人之间发生也是如此。
§14.9ὅταν δ’ ἐν ταῖς φιλίαις ἐγγένηται τὰ πάθη, οἷον ἢ ἀδελφὸς ἀδελφὸν ἢ υἱὸς πατέρα ἢ μήτηρ υἱὸν ἢ υἱὸς μητέρα ἀποκτείνῃ ἢ μέλλῃ ἤ τι ἄλλο τοιοῦτον δρᾷ, ταῦτα ζητητέον.
但如果这些灾难发生在亲人之间,例如兄弟杀害兄弟,或儿子杀害父亲,或母亲杀害儿子,或儿子杀害母亲,或企图杀害,或做出其他类似的事情,这就是应当寻求的情节。
§14.10τοὺς μὲν οὖν παρειλημμένους μύθους λύειν οὐκ ἔστιν, λέγω δὲ οἷον τὴν Κλυταιμήστραν ἀποθανοῦσαν ὑπὸ τοῦ Ὀρέστου καὶ τὴν Ἐριφύλην ὑπὸ τοῦ Ἀλκμέωνος, §14.11αὐτὸν δὲ εὑρίσκειν δεῖ καὶ τοῖς παραδεδομένοις χρῆσθαι καλῶς.
固然,我们不能推翻那些代代相传的现成情节——我的意思是,例如克吕泰墨斯特拉被奥瑞斯忒斯杀害,以及埃里费勒被阿尔克迈翁杀害—— 但诗人自己应当发挥创造,并将这些传下来的材料运用得恰到好处。
τὸ δὲ καλῶς τί λέγομεν, εἴπωμεν σαφέστερον.
至于我们所说的“恰到好处”是什么意思,且让我们说得更明白些。
§14.12ἔστι μὲν γὰρ οὕτω γίνεσθαι τὴν πρᾶξιν, ὥσπερ οἱ παλαιοὶ ἐποίουν εἰδότας καὶ γιγνώσκοντας, καθάπερ καὶ Εὐριπίδης ἐποίησεν ἀποκτείνουσαν τοὺς παῖδας τὴν Μήδειαν· §14.13ἔστιν δὲ πρᾶξαι μέν, ἀγνοοῦντας δὲ πρᾶξαι τὸ δεινόν, εἶθ’ ὕστερον ἀναγνωρίσαι τὴν φιλίαν, ὥσπερ ὁ Σοφοκλέους Οἰδίπους· τοῦτο μὲν οὖν ἔξω τοῦ δράματος, ἐν δ’ αὐτῇ τῇ τραγῳδίᾳ οἷον ὁ Ἀλκμέων ὁ Ἀστυδάμαντος ἢ ὁ Τηλέγονος ὁ ἐν τῷ τραυματίᾳ Ὀδυσσεῖ.
因为行动可以这样发生:正如古人所作的那样,人物在知情且意识清楚的情况下行动,就像欧里庇得斯笔下杀害自己孩子的美狄亚那样;或者,也可以实施这一行为,但却是在不知情的情况下做出了这件可怕的事,随后才认出彼此的亲人关系,就像索福克勒斯笔下的俄狄浦斯那样;不过这一行为是在戏剧范围之外的,而属于悲剧本身的例子,则有阿斯堤达马斯的《阿尔克迈翁》,或《负伤的奥德修斯》中的忒勒戈诺斯。
§14.14ἔτι δὲ τρίτον παρὰ ταῦτα τὸ μέλλοντα ποιεῖν τι τῶν ἀνηκέστων δι’ ἄγνοιαν ἀναγνωρίσαι πρὶν ποιῆσαι.
此外,除了这些之外还有第三种情况,即某人由于不知情而企图做出某种无法挽回的恶行,但在付诸行动之前却认出了对方。
§14.15καὶ παρὰ ταῦτα οὐκ ἔστιν ἄλλως.
除此之外,再无其他可能。
ἢ γὰρ πρᾶξαι ἀνάγκη ἢ μὴ καὶ εἰδότας ἢ μὴ εἰδότας.
因为行为要么发生,要么不发生,而且要么是在知情的情况下,要么是在不知情的情况下。
§14.16τούτων δὲ τὸ μὲν γινώσκοντα μελλῆσαι καὶ μὴ πρᾶξαι χείριστον·
在这些情况中,最糟糕的是在知情的情况下企图行动却最终没有行动。
τό τε γὰρ μιαρὸν ἔχει, καὶ οὐ τραγικόν· ἀπαθὲς γάρ.
因为这既令人反感,又不具悲剧色彩,因为它缺乏灾难。
διόπερ οὐδεὶς ποιεῖ ὁμοίως, εἰ μὴ ὀλιγάκις, οἷον ἐν Ἀντιγόνῃ τὸν Κρέοντα ὁ Αἵμων.
因此,除了极少数情况外,没有人会以这种方式创作,例如在《安提戈涅》中海蒙对待克瑞翁那样。
§14.17τὸ δὲ πρᾶξαι δεύτερον.
而付诸行动则是第二种选择。
§14.18βέλτιον δὲ τὸ ἀγνοοῦντα μὲν πρᾶξαι, πράξαντα δὲ ἀναγνωρίσαι·
但更好的方式是在不知情的情况下行动,而在行动之后才认出对方。
τό τε γὰρ μιαρὸν οὐ πρόσεστιν καὶ ἡ ἀναγνώρισις ἐκπληκτικόν.
因为这样既不会产生反感,而且认出的过程还会带来震撼。
§14.19κράτιστον δὲ τὸ τελευταῖον, λέγω δὲ οἷον ἐν τῷ Κρεσφόντῃ ἡ Μερόπη μέλλει τὸν υἱὸν ἀποκτείνειν, ἀποκτείνει δὲ οὔ, ἀλλ’ ἀνεγνώρισε, καὶ ἐν τῇ Ἰφιγενείᾳ ἡ ἀδελφὴ τὸν ἀδελφόν, καὶ ἐν τῇ Ἕλλῃ ὁ υἱὸς τὴν μητέρα ἐκδιδόναι μέλλων ἀνεγνώρισεν.
而最好的则是最后一种。 我的意思是,例如在《克雷斯丰忒斯》中,梅洛佩企图杀害自己的儿子却最终没有杀成,而是认出了他;在《伊菲革涅亚》中,姐姐企图杀害弟弟;以及在《赫勒》中,儿子企图出卖母亲,却在行动前认出了她。
§14.20διὰ γὰρ τοῦτο, ὅπερ πάλαι εἴρηται, οὐ περὶ πολλὰ γένη αἱ τραγῳδίαι εἰσίν.
正是因为这个原因,正如刚才所说,悲剧并不涉及很多的家族。
ζητοῦντες γὰρ οὐκ ἀπὸ τέχνης ἀλλ’ ἀπὸ τύχης εὗρον τὸ τοιοῦτον παρασκευάζειν ἐν τοῖς μύθοις· ἀναγκάζονται οὖν ἐπὶ ταύτας τὰς οἰκίας ἀπαντᾶν ὅσαις τὰ τοιαῦτα συμβέβηκε πάθη.
因为诗人在探索中,不是通过技巧而是通过运气,才发现如何在情节中制造这种效果的;因此他们被迫求助于那些发生过此类惨剧的家族。
§14.21περὶ μὲν οὖν τῆς τῶν πραγμάτων συστάσεως καὶ ποίους τινὰς εἶναι δεῖ τοὺς μύθους εἴρηται ἱκανῶς.
关于事件的结构,以及情节应当具有何种性质,已经阐述得很充分了。