Humanitext Reader

亚里士多德 · 相术 §6.26-6.36

从眼睛额头头部及肤色等判断的性格特征

第 10 段,共 12 段 · 希腊语

内容简介

本段讨论了如何通过眼睛、额头、头部、耳朵、肤色以及身体各部位血管和泛红的状态来判断人的性格与气质。

§6.26Οἱ τοὺς ὀφθαλμοὺς μικροὺς ἔχοντες μικρόψυχοι· ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν καὶ ἐπὶ πίθηκον.
眼睛狭小的人是器量小的;这归因于外显以及猿猴。
Οἱ δὲ μεγαλόφθαλμοι νωθροί· ἀναφέρεται ἐπὶ τοὺς βοῦς.
眼睛宽大的人是迟钝的;这归因于牛。
Τὸν ἄρα εὖ φύντα δεῖ μήτε μικροὺς μήτε μεγάλους ἔχειν τοὺς ὀφθαλμούς.
因此,天生优秀的人,其眼睛应当既不狭小也不宽大。
Οἱ δὲ κοίλους ἔχοντες κακοῦργοι· ἀναφέρεται ἐπὶ πίθηκον.
眼睛凹陷的人是奸诈的;这归因于猿猴。
Ὄσοι ἐξόφθαλμοι, ἀβέλτεροι· ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειάν τε καὶτοὐς ὄνους.
眼睛凸出的人是愚笨的;这归因于外显以及驴。
§6.27Ἐπεὶ δὲ οὔτε ἐξόφθαλμον οὔτε κοιλόφθαλμον δεῖ εἶναι, ἡ μέση ἔξις ἂν κρατοίη.
既然既不应当眼睛凸出也不应当眼睛凹陷,那么两者的中间状态应当占据优势。
Ὄσοις ὀφθαλμοὶ μικρὸν ἐγκοιλότεροι, μεγαλόψυχοι· ἀναφέρεται ἐπὶ τοὺς λέοντας.
眼睛稍微凹陷的人是器量大的;这归因于狮子。
Οἶς δ' ἐπὶ πλεῖον, πραεῖς· ἀναφέρεται ἐπὶτοὺς βοῦς.
眼睛凹陷更深的人是温和的;这归因于牛。
§6.28Οἱ τὸ μέτωπον μικρὸν ἔχοντες ἀμαθεῖς· ἀναφέρεται ἐπὶτοὺς ὗς.
额头狭小的人是愚昧的;这归因于猪。
Οἱ δὲ μέγα ἄγαν ἔχοντες νωθροί· ἀναφέρεται ἐπὶ τοὺς βοῦς.
额头过大的人是迟钝的;这归因于牛。
Οἱ δὲ περιφερὲς ἔχοντες ἀναίσθητοι· ἀναφέρεται ἐπὶ τοὺς ὄνους.
额头圆润的人是愚钝的;这归因于驴。
Οἱ μακρότερον ἐπίπεδον ἔχοντες ἀναίσθητοι· ἀναφέρεται ἐπὶ τοὺς κύνας.
额头较长且扁平的人是愚钝的;这归因于狗。
§6.29Οἱ δὲ τετράγωνον σύμμετρον τῷ μετώπῳ ἔχοντες μεγαλόψυχοι· ἀναφέρεται ἐπὶ τοὺς λέοντας.
额头呈方形且与面部匀称的人是器量大的;这归因于狮子。
Οἱ δὲ συννεφὲς ἔχοντες αὐθάδεις· ἀναφέρεται ἐπὶ ταῦρον καὶ λέοντα.
额头阴沉的人是固执的;这归因于公牛和狮子。
Οἱ δ' ἀτενὲς ἔχοντες κόλακες·
额头紧绷的人是谄媚者;这归因于所产生的状态。
ἀναφέρεται ἐπὶ τὸ γιγνόμενον πάθος, Ἴδοι δ' ἄν τις ἐπὶ τῶν κυνῶν, ὅτι οἱ κύνες ἐπειδὰν θωπεύωσι, γαληνὲς τὸ μέτωπον ἔχουσιν.
人们在狗身上也能看到这一点,因为狗在谄媚时,额头是舒展的。
§6.30Ἐπειδὴ οὖν ἥ τε συννεφὴς ἕξις αὐθάδειαν ἐμφαίνει ἥ τε γαληνὴ κολακείαν, ἡ μέση ἂν τούτων ἕξις εὐαρμόστως ἔχοι.
既然阴沉的状态显出固执,而舒展的状态显出谄媚,那么它们两者的中间状态应当是适宜的。
Οἱ σκυθρωπὰ μέτωπα ἔχοντες δυσάνιοι· ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι οἱ ἀνιώμενοι σκυθρωποί εἰσιν.
额头忧郁的人是易忧郁的;这归因于状态,因为忧郁的人额头是忧郁的。
Οἱ δὲ κατηφεῖς ὀδύρται· ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι οἱ ὀδυρόμενοι κατηφεῖς.
面容沮丧的人是哀怨的;这归因于状态,因为哀怨的人面容是沮丧的。
§6.31Οἱ τὴν κεφαλὴν μεγάλην ἔχοντες αἰσθητικοί· ἀναφέρεται ἐπὶ τοὺς κύνας.
头部宽大的人是感官敏锐的;这归因于狗。
Οἱ δὲ μικρὰν ἀναίσθητοι· ἀναφέρεται ἐπὶ τοὺς ὄνους.
头部狭小的人是愚钝的;这归因于驴。
Οἱ τὰς κεφαλὰςφοξοὶ ἀναιδεῖς· ἀναφέρεται ἐπὶ τοὺς γαμψώνυχας.
头部尖突的人是无耻的;这归因于猛禽。
Οἱ τὰ ὦτα μικρὰ ἔχοντες πιθηκώδεις, οἱ δὲ μεγάλα ὀνώδεις· ἴδοι δ' ἄν τις καὶ τῶν κυνῶν τοὺς ἀρίστους μέτρια ἔχοντας ὦτα.
耳朵狭小的人像猿猴,耳朵宽大的人像驴;人们也可以看到,最优秀的狗也拥有适度大小的耳朵。
§6.32Οἱ ἄγαν μέλανες δειλοί· ἀναφέρεται ἐπὶ τοὺς Αἰγυπτίους, Αἰθίοπας.
肤色极黑的人是胆怯的;这归因于埃及人和埃塞俄比亚人。
Οἱ δὲ λευκοὶ ἄγαν δειλοί· ἀναφέρεται ἐπὶ τὰς γυναῖκας.
肤色极白的人是胆怯的;这归因于女性。
Τὸ δὲ πρὸς ἀνδρείαν συντελοῦν χρῶμα μέσον δεῖ τούτων εἶναι.
有助于勇敢的肤色应当是这两者之间的中间色。
Οἱ ξανθοὶ εὔψυχοι· ἀναφέρεται ἐπὶ τοὺς λέοντας.
肤色黄褐的人是勇敢的;这归因于狮子。
Οἱ πυρροὶ ἄγαν πανοῦργοι· ἀναφέρεται ἐπὶ τὰς ἀλώπεκας.
肤色极红的人是狡诈的;这归因于狐狸。
§6.33Οἱ δὲ ἔνωχροι καὶ τεταραγμένοι τὸ χρῶμα δειλοί· ἀναφέρεται ἐπὶ τὸ πάθος τὸ ἐκ τοῦ φόβου γιγνόμενον.
脸色苍白且肤色不匀的人是胆怯的;这归因于因恐惧而产生的状态。
Οἱ δὲ μελίχλωροι ἀπεψυγμένοι εἶσίν· τὰ δὲ ψυχρὰ δυσκίνητα· δυσκινήτων δὲ ὄντων τῶν κατὰ τὸ σῶμα εἶεν ἂν βραδεῖς.
肤色呈蜜黄色且身体冰冷的人是冰冷的;而冰冷的东西是难以活动的,当身体部分难以活动时,他们便会迟缓。
Οἶς τὸ χρῶμα ἐρυθρόν, ὀξεῖς, ὅτι πάντα τὰ κατὰ τὸ σῶμα ὑπὸ κινήσεως ἐκθερμαινόμενα ἐρυθραίνεται.
肤色红润的人是急躁的,因为身体的所有部分在因运动而受热时都会变红。
§6.34Οἶς δὲ τὸ χρῶμα φλογοειδές, μανικοί, ὅτι τὰ κατὰ τὸ σῶμα σφόδρα ἐκθερμανθέντα φλογοειδῆ χροιὰν ἴσχει· οἱ δὲ ἄκρως θερμανθέντες μανικοὶ ἂν εἴησαν.
肤色呈烈火般赤红的人是狂躁的,因为身体部分在极度受热时会呈现出烈火般的颜色,而受热到极点的人就会变得狂躁。
Οἶς δὲ περὶ τὰ στήθη ἐπιφλεγές ἐστι τὸ χρῶμα, δυσόργητοι· ἀναφέρεται ἐπὶ τὸ πάθος· τοῖς γὰρ ὀργιζομένοις ἐπιφλέγεται τὰ περὶ τὰ στήθη.
胸部周围肤色泛红的人是易怒的;这归因于状态,因为人在发怒时,胸部周围会泛红。
§6.35Οἶς τὰ περὶ τὸν τράχηλον καὶ τοὺς κροτάφους αἱ φλέβες κατατεταμέναι εἰσί, δυσόργητοι· ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι τοῖς ὀργιζομένοις ταῦτα συμβαίνει.
脖子和太阳穴周围血管扩张的人是易怒的;这归因于状态,因为发怒的人会发生这种情况。
Οἶς τὸ πρόσωπον ἐπιφοινίσσον ἐστίν, αἰσχυντηλοί εἰσιν· ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι τοῖς αἰσχυνομένοις ἐπιφοινίσσεται τὸ πρόσωπον.
面部泛红的人是害羞的;这归因于状态,因为害羞的人面部会泛红。
§6.36Οἶς αἱ γνάθοι ἐπιφοινίσσουσιν, οἰνόφλυγες· ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι τοῖς μεθύουσιν ἐπιφοινίσσουσιν αἱ γνάθοι.
双颊泛红的人是嗜酒者;这归因于状态,因为醉酒的人双颊会泛红。
Οἶς δὲ ὀφθαλμοὶ ἐπιφοινίσσουσιν, ἐκστατικοὶ ὑπὸ ὀργῆς· ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι οἱ ὑπ’ ὀργῆς ἐξεστηκότες ἐκφοινίσσυνται τοὺς ὀφθαλμούς.
双眼泛红的人是因愤怒而狂乱的;这归因于状态,因为因愤怒而狂乱的人眼睛会变红。

词汇与语法注释

  1. §6.26εὖ φύντα — 带不定式结构中不定式 ἔχειν 的主格宾语(指示代词形式)。通常指“天生禀赋优异者”或“天生健全者”。
  2. §6.29τετράγωνον σύμμετρον τῷ μετώπῳ — 与格的 τῷ μετώπῳ 依存于形容词 σύμμετρον(匀称的/对称的),表示额头与面部或身体整体比例协调。
  3. §6.33δυσκινήτων δὲ ὄντων τῶν κατὰ τὸ σῶμα — 属格绝对结构(分词独立主格),其中中性复数名词化的短语 τῶν κατὰ τὸ σῶμα(关于身体的部分/功能)作为分词 δυσκινήτων ὄντων 的主语。

引用这一段

亚里士多德, 相术 §6.26-6.36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg032.humanitext-grc1:6.26-6.36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。