§6.37Οἶς δὲ οἱ ὀφθαλμοὶ ἄγαν μέλανες, δειλοί· ἡ γὰρ ἄγανμελαίνη χρόα ἐφάνη δειλίαν σημαίνουσα.
双眼极黑的人是胆怯的;因为极黑的颜色显然预示着胆怯。
Οἱ δὲ μὴ ἄγαν μέλανες ἀλλὰ κλίνοντες πρὸς τὸ ξανθὸν χρῶμα εὔψυχοι.
眼睛并非极黑而是偏向黄褐色的人是勇敢的。
Οἶς δὲ οἱ ὀφθαλμοὶ γλαυκοὶ ἢ λευκοί, δειλοί· ἐφάνη γὰρ τὸ λευκὸν χρῶμα δειλίαν σημαῖνον.
双眼呈青灰色或白色的人是胆怯的;因为白色显然预示着胆怯。
Οἱ δὲ μὴ γλαυκοὶ ἀλλὰ χαροποὶ εὔψυχοι· ἀναφέρεται ἐπὶ λέοντα καὶ ἀετόν.
眼睛并非青灰色而是明亮的人是勇敢的;这归因于狮子和鹰。
§6.38Οἶς δὲ οἰνωποί, μάργοι· ἀναφέρεται ἐπὶ τὰς αἶγας.
双眼呈葡萄酒色的人是好色的;这归因于山羊。
Οἶς δὲ πυρώδεις, ἀναιδεῖς· ἀναφέρεται ἐπὶ τοὺς κύνας.
双眼呈火红色的人是无耻的;这归因于狗。
Οἱ ὠχρόμματοι ἐντεταραγμένους ἔχοντες τοὺς ὀφθαλμοὺς δειλοί· ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι οἱ φοβηθέντες ἔνωχροι γίνονταιχρώμματι οὐχ ὁμαλῷ.
眼睛呈苍白色且眼神惊惶的人是胆怯的;这归因于状态,因为恐惧的人会变得脸色苍白、肤色不均。
Οἱ δὲ τοὺς ὀφθαλμοὺς στιλπνοὺς ἔχοντες λάγνοι· ἀναφέρεται ἐπὶ τοὺς ἀλεκτρυόνας καὶ κόρακας.
双眼闪烁有神的人是好色的;这归因于公鸡和乌鸦。
§6.39Οἱ δασείας ἔχοντες τὰς κνήμας λάγνοι· ἀναφέρεται ἐπὶ τοὺς τράγους.
小腿多毛的人是好色的;这归因于公山羊。
Οἱ δὲ περὶ τὰ στήθη καὶτὴν κοιλίαν ἄγαν δασέως ἔχοντες οὐδέποτε πρὸς τοῖς αὐτοῖς διατελοῦσιν· ἀναφέρεται ἐπὶ τοὺς ὄρνιθας, ὅτι ταῦτα τὰ στήθη καὶ τὴν κοιλίαν δασυτάτην ἔχουσιν.
胸部和腹部周围多毛的人永远无法坚持同一件事;这归因于鸟类,因为鸟类的胸部和腹部羽毛最为茂密。
Οἱ τὰ στήθη ψιλὰ ἄγαν ἔχοντες ἀναιδεῖς· ἀναφέρεται ἐπὶ τὰς γυναῖκας.
胸部极无毛的人是无耻的;这归因于女性。
Ἐπειδὴ οὖν οὔτε ἄγαν δασέα δεῖ εἶναι οὔτε ψιλά, ἡ μέση ἕξις κρατίστη.
既然既不应当多毛也不应当无毛,那么中间状态便是最好的。
§6.40Οἱ τοὺς ὤμους δασεῖς ἔχοντες οὐδέποτε πρὸς τοῖς αὐτοῖς διατελοῦσιν· ἀναφέρεται ἐπὶ τοὺς ὄρνιθας.
肩膀多毛的人永远无法坚持同一件事;这归因于鸟类。
τὸν νῶτον δασὺν ἔχοντες ἄγαν ἀναιδεῖς· ἀναφέρεται ἐπὶ τὰ θηρία.
背部多毛的人是无耻的;这归因于野兽。
Οἱ δὲ τὸν αὐχένα ὄπισθεν δασὺν ἔχοντες ἐλευθέριοι· ἀναφέρεται ἐπὶ τοὺς λέοντας.
颈部后侧多毛的人是高贵的;这归因于狮子。
Οἱ δὲ ἀκρογένειοι εὔψυχοι· ἀναφέρεται ἐπὶ τοὺς κύνας.
仅在下巴尖长有胡须的人是勇敢的;这归因于狗。
§6.41Οἱ δὲ συνόφρυες δυσάνιοι· ἀναφέρεται ἐπὶ τὴν τοῦ πάθους ὁμοιότητα.
连眉的人是易忧郁的;这归因于状态的相似性。
Οἱ δὲ τὰς ὀφρῦς κατεσπασμένοι πρὸς τῆς ῥινός, ἀνεσπασμένοι δὲ πρὸς τὸν κρόταφον εὐήθεις· ἀναφέρεται ἐπὶ τοὺς σῦς.
眉毛向鼻梁下垂而向太阳穴上挑的人是愚蠢的;这归因于猪。
Οἱφριξὰς τὰς τρίχας ἔχοντες ἐπὶ τῆς κεφαλῆς δειλοί· ἀναφέρεται ἐπὶ τὸ πάθος, ὄτικαὶ οἱ ἔκφοβοι γιγνόμενοι φρίσσουσιν.
头上毛发直立的人是胆怯的;这归因于状态,因为恐惧的人头发也会直立起来。
§6.42Οἱ τὰς τρίχας σφόδρα οὔλας ἔχοντες δειλοί· ἀναφέρεται ἐπὶ τοὺς Αἰθίοπας.
头发极度卷曲的人是胆怯的;这归因于埃塞俄比亚人。
Ἐπειδὴ οὖν αἵ τε φριξαὶ καὶ αἱ σφόδρα οὖλαι δειλίαν ἀναφέρουσιν, αἱ ἄκρουλοι ἂν εἶεν πρὸς εὐψυχίαν ἄγουσαι· ἀναφέρεται δὲ καὶ ἐπὶ τὸν λέοντα.
既然直立的毛发和极度卷曲的毛发都代表胆怯,那么仅在末端卷曲的毛发应当会导向勇敢;这也归因于狮子。
§6.43Οἱ τοῦ μετώπου τὸ πρὸς τῇ κεφαλῇ ἀναστεῖλον ἔχοντες ἐλευθέριοι· ἀναφέρεται ἐπὶ τοὺς λέοντας.
额头靠近头部处向后收缩的人是高贵的;这归因于狮子。
Οἱ ἐπὶ τῆς κεφαλῆς προσπεφυκυίας ἔχοντες τὰς τρίχας ἐπὶ τοῦ μετώπου κατὰ τὴν ῥῖναἀνελεύθεροι· ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν, ὅτι δουλοπρεπὲς τὸ φαινόμενον.
头上的毛发在额头处朝鼻梁方向低矮生长的人是卑贱的;这归因于外显,因为其外观显得像奴隶。
§6.44Μακροβάμων καὶ βραδυβάμων εἴη ἂν νωθρεπιθέτης τελεστικός, ὅτι τὸ μακρὰ βαίνειν ἀνυστικόν, τὸ βραδέως δὲ μελλητικόν.
步伐大且行走缓慢的人是起步迟缓但能成事的人,因为大步迈进是高效的,而慢步行走则是犹豫的。
Βραχυβάμων βραδυβάμων νωθρεπιθέτης οὐ τελεστικός, ὅτι τὸ βραχέα βαίνεινκαὶ βραδέως οὐκ ἀνυστικόν.
步伐小且行走缓慢的人是起步迟缓且不能成事的人,因为小步慢行是低效的。
Μακροβάμων ταχυβάμων οὐκ ἐπιθετικός, τελεστικός, ὅτι τὸ μὲν τάχος τελεστικόν, ἡ δὲ μακρότης οὐκ ἀνυστικόν.
步伐大且行走快速的人是不善进取但能成事的人,因为速度本身能成事,而步幅过大却并非高效。
§6.45βραχυβάμων ταχυβάμων ἐπιθετικός, οὐ τελεστικός.
步伐小且行走快速的人是善于进取但不能成事的人。
Περὶ δὲ χειρὸς καὶ πήχεος καὶ βραχίονος φορᾶς, αἱ αὐταὶ ἀναφέρονται.
关于手、前臂和上臂的运动,也归于同样的原则。
Οἱ δὲ τοῖς ὤμοις ἐπισαλεύοντες ὀρθοῖς ἐκτεταμένοιςγαλεαγκῶνες· ἀναφέρεται ἐπὶ τοὺς ἵππους.
双肩挺直展开并摇晃着行进的人是“鼬臂者”;这归因于马。
§6.46Οἱ τοῖς ὤμοις ἐπενσαλεύοντες ἐγκεκυφότες μεγαλόφρονες· ἀναφέρεται ἐπὶ τοὺς λέοντας.
身体前倾且摇晃双肩而行的人是器量大的;这归因于狮子。
Οἱ τοῖς ποσὶν ἐξεστραμμένοις πορευόμενοι καὶ ταῖς κνήμαις θηλείαις· ἀναφέρεται ἐπὶ τὰς γυναῖκας.
双脚外八字且小腿呈女性化姿态行走的人归因于女性。
Οἱ δὲ τοῖς σώμασι περικλώμενοι καὶ ἐντριβόμενοι κόλακες· ἀναφέρεται ἐπὶ τὸ πάθος.
行走时身体弯曲并蹭来蹭去的人是谄媚者;这归因于状态。
§6.47Οἱ ἐγκλινόμενοι εἰς τὰ δεξιὰ ἐν τῷ πορεύεσθαι κίναιδοι· ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν.
行走时身体向右倾斜的人是好色之徒;这归因于外显。
Οἱ εὐκινήτους τοὺς ὀφθαλμοὺς ἔχοντες ὀξεῖς, ἁρπαστικοί· ἀναφέρεται ἐπὶ τοὺς ἱέρακας.
眼神灵活的人是敏捷且贪婪的;这归因于鹰。
Οἱ σκαρδαμύκται δειλοί, ὅτι ἐν τοῖς ὄμμασι πρῶτα τρέπονται.
频繁眨眼的人是胆怯的,因为退缩首先显现在眼睛中。
§6.48Οἱ κατιλλαντιωρίαν τε, καὶ οἶς τὸ ἕτερον βλέφαρον ἐπιβέβηκε τοῖς ὀφθαλμοῖς, κατὰ μέσον τῆς ὄψεως ἑστηκυίας, καὶ οἱ ὑπὸ βλέφαρα τὰ ἄνω τὰς ὀψίας ἀνάγοντες, μαλακόν τε βλέποντες, καὶ οἱ τὰ βλέφαρα ἐπιβεβληκότες, ὅλως τε πάντες οἱ μαλακόν τε καὶ διακεχυμένον βλέποντες, ἀναφέρονται ἐπὶ τὴν ἐπιπρέπειαν καὶ τὰς γυναῖκας.
眼神游离的人、以及在视线固定于中央时单侧眼睑下垂遮住眼睛的人、将视线抬高至上眼睑下方且眼神温柔的人、垂下眼睑的人,总之,所有眼神温柔而散漫的人,都归因于外显和女性。