§6.1Ἡ δὲ ἐκλογὴ τῶν σημείων ἡ κατὰ τοὺς ἀνθρώπους ὦδς λαμβάνεται.
关于人的特征选择是以如下方式进行的。
Ὅσος οἱ πόδες εὐφυεῖς τε καὶ μεγάλοι διηρθρωμένοι τε καὶ νευρώδεις, ἐρρωμένοι τὰ περὶ τὴν ψυχήν· ἀναφέρεται ἐπὶ τὸ ἄρρεν γένος.
凡是双脚发育良好、硕大、关节清晰且富有肌肉感的人,其灵魂也是强壮的;这归因于雄性。
Ὅσοι δὲ τοὺς πόδας μικροὺς στενοὺς ἀνάρθρους ἔχουσιν, ἡδίους τε ἰδεῖν ἢ ῥωμαλεωτέρους, μαλακοὶ τὰ περὶ τὴν ψυχήν· ἀναφέρεταιἐπὶ τὸ θῆλυγένος.
而那些双脚狭小、窄细、关节松弛、与其说强壮倒不如说更好看的人,其灵魂是软弱的;这归因于雌性。
§6.2Οἷς τῶν ποδῶν οἱ δάκτυλοι καμπύλοι, ἀναιδεῖς, καὶ ὅσοις ὄνυχες καμπύλαι· ἀναφέρεται ἐπὶ τοὺς ὄρνεις τοὺς γαμψώνυχας.
凡是脚趾弯曲、指甲也弯曲的人,是无耻的;这归因于猛禽。
Οἷς τῶν ποδῶν τὰ δάκτυλα συμπεφραγμένα ἐστί, δειμαλέοι· ἀναφέρεται ἐπὶ τοὺς ὄρτυγας τοὺς στενόποδας τῶν λιμναίων.
凡是脚趾紧缩的人,是胆怯的;这归因于栖息在沼泽中、脚部狭窄的鹌鹑。
§6.3Ὅσοις τὰ περὶ τὰ σφυρὰ νευρώδη τε καὶ διηρθρωμένα ἐστίν, εὔρωστοι τὰς ψυχάς· ἀναφέρεται ἐπὶ τὸ ἄρρεν γένος.
凡是脚踝周围富有肌肉感且关节清晰的人,其灵魂是强健的;这归因于雄性。
Ὄσοι τὰ σφυρὰ σαρκώδεις καὶ ἄναρθροι, μαλακοὶ τὰς ψυχάς· ἀναφέρεται ἐπὶ τὸ θῆλυ γένος.
凡是脚踝多肉且关节松弛的人,其灵魂是软弱的;这归因于雌性。
§6.4Ὅσοι τὰς κνήμας ἔχουσιν ἠρθρωμένας τε καὶ νευρώδεις καὶ ἐρρωμένας, εὔρωστοι τὴν ψυχήν· ἀναφέρεται ἐπὶ τὸ ἄρρεν.
凡是小腿关节清晰、富有肌肉感且强健的人,其灵魂是强健的;这归因于雄性。
Ὅσοι δὲ τὰς κνήμας λεπτὰς νευρώδεις ἔχουσι, λάγνοι· ἀναφέρεται ἐπὶ τοὺς ὄρνιθας.
凡是小腿纤细且多筋的人,是好色的;这归因于鸟类。
Ὅσοι τὰς κνήμας περιπλέους σφόδρα ἔχουσιν, οἶον ὀλίγου διαρρηγνυμένας, βδελυροὶ καὶ ἀναιδεῖς· ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν.
凡是小腿极其丰满、仿佛快要胀裂的人,是卑劣且无耻的;这归因于外显。
§6.5Οἱ γονύκροτοι κίναιδοι· ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν.
双膝内扣的人是好色之徒;这归因于外显。
Οἱ τοὺς μηροὺς ὁστώδεις καὶ νευρώδεις ἔχοντες εὔρωστοι· ἀναφέρεται ἐπὶ τὸ ἄρρεν.
大腿多骨且富有肌肉感的人是强健的;这归因于雄性。
Οἱ δὲ τοὐς μηροὺς ὁστώδεις καὶ περιπλέους ἔχοντες μαλακοί· ἀναφέρεται ἐπὶ τὸ θῆλυ.
大腿多骨但丰满的人是软弱的;这归因于雌性。
§6.6Ὅσοι δὲ πῦγα ὀξεῖαν ὀστώδη ἔχουσιν, εὔρωστοι, ὅσοι δὲ σαρκώδη πίονα ἔχουσι, μαλακοί, Ὄσοι δὲ ἔχουσιν ὀλίγην σάρκα, οἶον ἀπωμοργμένα, κακοήθεις· ἀναφέρεται ἐπὶ τοὺς πιθήκους.
凡是臀部尖翘且多骨的人是强健的;凡是臀部多肉且肥胖的人是软弱的;凡是臀部肉极少、仿佛被削去的人,是心术不正的;这归因于猿猴。
§6.7Οἱ ζωνοὶ φιλόθηροι· ἀναφέρεται ἐπὶ τοὺς λέοντας καὶ τοὺς κύνας.
腰部纤细的人喜好狩猎;这归因于狮子和狗。
Ἴδοι δ' ἄν τις καὶ τῶν κυνῶν τοὺς φιλοθηροτάτους ζωνοὺς ὄντας.
人们也会看到,最喜好狩猎的狗往往也是腰部纤细的。
Οἷς τὰ περὶ τὴν κοιλίαν λαπαρά, εὔρωστοι· ἀναφέρεται ἐπὶ τὸ ἄρρεν.
腹部周围凹陷的人是强健的;这归因于雄性。
§6.8Ὅσοι δὲ μὴ λαπαροί, μαλακοί· ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν.
凡不凹陷的人是软弱的;这归因于外显。
Ὅσοις τὸ νῶτον εὐμέγεθές τε καὶ ἐρρωμένον, εὔρωστοι τὰς ψυχάς· ἀναφέρεται ἐπὶ τὸ ἄρρεν.
凡是背部宽大且强壮的人,其灵魂是强健的;这归因于雄性。
Ὅσοι δὲ τὸ νῶτον στενὸν καὶ ἀσθενὲς ἔχουσι, μαλακοί· ἀναφέρεται ἐπὶ τὸ θῆλυ.
凡是背部狭窄且软弱的人,是软弱的;这归因于雌性。
§6.9Οἱ εὔπλευροι εὔρωστοι τὰς ψυχάς· ἀναφέρεται ἐπὶ τὸ ἄρρεν.
肋部健壮的人,其灵魂是强健的;这归因于雄性。
Οἱ δὲ ἄπλευροι μαλακοὶ τὰς ψυχάς· ἀναφέρεται ἐπὶ τὸ θῆλυ.
肋部扁平的人,其灵魂是软弱的;这归因于雌性。
Ὅσοι δὲ ἐκ τῶν πλευρῶν περίογκοί εἰσιν, οἷον πεφυσημένοι, λάλοι καὶ μωρολόγοι· ἀναφέρεται ἐπὶ τοὺς βοῦς ἢ ἐπὶ τοὺς βατράχους.
凡是侧肋膨胀、仿佛被吹胀的人,是多嘴且满口胡言的;这归因于牛或青蛙。
§6.10Ὅσοι δὲ τὸ ἀπὸ τοῦ ὀμφαλοῦ πρὸς τὸ ἀκροστήθιον μεῖζον ἔχουσιν ἢ τὸ ἀπὸ τοῦ ἀκροστηθίου πρὸς τὸν τράχηλον, βοροὶ καὶ ἀναίσθητοι, βοροὶ μὲν ὅτι τὸ τεύχος μέγα ἔχουσιν ᾦ δέχονται τὴν τροφήν, ἀναίσθητοι δὲ ὅτι στενώτερον τὸν τόπον ἔχουσιν αἱ αἰσθήσεις, συνενωμένον τε τῷ τὴν τροφὴν δεχομένῳ, ὥστε τὰς αἰσθήσεις βεβαρύνθαι διὰ τὰς τῶν σιτίων πληρώσειςἢ ἐνδείας.
凡是肚脐到胸部的距离大于胸部到颈部距离的人,是贪食且愚钝的;贪食是因为他们盛放食物的容器大,愚钝是因为他们感官所在的部位较窄,且与盛放食物的容器紧密结合,以至于感官因食物的充盈或匮乏而感到沉重。
§6.11Ὅσοι δὲ τὰστηθία ἔχουσι μεγάλα καὶ διηρθρωμένα, εὔρωστοι τὰς ψυχάς· ἀναφέρεται ἐπὶ τὸ ἄρρεν.
凡是胸部宽大且关节清晰的人,其灵魂是强健的;这归因于雄性。
§6.12Ὅσοι δὲ τὸ μετάφρενον ἔχουσι μέγα καὶ εὔσαρκον καὶ ἀρθρῶδες, εὔρωστοι τὰς ψυχάς· ἀναφέρεται ἐπὶ τὸ ἄρρεν.
凡是上背部宽大、多肉且关节清晰的人,其灵魂是强健的;这归因于雄性。
Ὅσοι δ' ἀσθενὲς καὶ ἄσαρκον καὶ ἄναρθρον, μαλακοὶ τὰς ψυχάς· ἀναφέρεται ἐπὶ τὸ θῆλυ.
凡是上背部软弱、无肉且关节松弛的人,其灵魂是软弱的;这归因于雌性。
Ὅσοις δὲ τὸ μετάφρενον κυρτόν ἐστι σφόδρα οἵ τε ὦμοι πρὸς τὸ στῆθος συνηγμένοι, κακοήθεις· ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν, ὅτι ἀφανίζεται τὰ ἔμπροσθεν προσήκοντα φαίνεσθαι.
凡是上背部极度弯曲且双肩向胸部收拢的人,是心术不正的;这归因于外显,因为本该显露在前的部分被遮蔽了。
§6.13Ὅσοι δὲ τὸ μετάφρενον ὕπτιον ἔχουσι, χαῦνοι καὶ ἀνόητοι· ἀναφέρεται ἐπὶ τοὺς ἵππους.
凡是上背部反张的人,是虚荣且愚蠢的;这归因于马。
Ἐπεὶ δὲοὔτε κυρτὸν σφόδρα δεῖ εἶναι οὔτε κοῖλον, τὸ μέσον ζητητέον τοῦ εὖ πεφυκότος.
既然上背部既不应极度弯曲,也不应凹陷,因此应当寻求良好发育者的中间状态。