§4.1Δοκεῖ δέ μοι ἡ ψυχὴ καὶ τὸ σῶμα συμπαθεῖν ἀλλήλοις· καὶ ἡ τῆς ψυχῆς ἕξις ἀλλοιουμένη συναλλοιοῖ τὴν τοῦ σώματος μορφήν, πάλιν τε ἡ τοῦ σώματος μορφὴ ἀλλοιουμένη συναλλοιοῖ τὴν τῆς ψυχῆς ἕξιν.
在我看来,灵魂和身体是相互共感的;灵魂的状态发生改变时,也会同时改变身体的形态,反之,身体的形态发生改变时,也会同时改变灵魂的状态。
Ἐπειδὴ γάρ ἐστι ψυχῆς τὸ ἀνιᾶσθαί τε καὶ εὐφραίνεσθαι, καταφανὲς ὅτι οἱ ἀνιώμενοι σκυθρωπότεροί εἰσι καὶ οἱ εύφραινόμενοι ἱλαροί.
因为痛苦和喜悦属于灵魂,显而易见,痛苦的人面容更为沮丧,而喜悦的人则面容开朗。
§4.2Εἰ μὲν οὖν ἦν τῆς ψυχῆς λελυμένης ἔτι τὴν ἐπὶ τοῦ σώματος μορφὴν μένειν, ἦν μὲν ἂν καὶ οὕτως ἡ ψυχή τε καὶ τὸ σῶμρα συμπαθῆ, οὐ μέντοι συνδιατελοῦντα ἀλλήλοις.
因此,如果即使在灵魂被释放(脱离)时,身体上的形态仍能保持,那么即使在那种情况下,灵魂和身体也会是共感的,但它们却不会彼此共存到最后。
Νῦν δὲ καταφανὲς ὅτι ἑκάτερον ἑκατέρῳ ἕπεται.
但事实显而易见,一者紧随着另一者。
Μάλιστα μέντοι ἐκ τοῦδε δῆλον γένοιτο.
尤其是从以下这一点,事情会变得明朗。
§4.3Μανία γὰρ δοκεῖ εἶναι περὶ ψυχήν, καὶ οἱ ἰατροὶ φαρμάκοις καθαίροντες τὸ σῶμα καὶ διαίταις τισὶ πρὸς αὐτοῖς χρησάμενοι ἀπαλλάττουσι τὴν ψυχὴν τῆς μανίας.
因为狂象似乎是关于灵魂的,然而医生们通过药物净化身体,并辅之以某些饮食疗法,从而使灵魂免于狂象。
Ταῖς δὴ τοῦ σώματος θεραπείαις καὶ ἅμα ἥ τε τοῦ σώματος μορφὴ λέλυται καὶ ἡ ψυχὴ μανίας ἀπήλλακται.
事实上,通过对身体的治疗,身体的形态得以消除,同时灵魂也得以免于狂象。
§4.4Ἐπειδὴ οὖν ἅμα ἀμφότερα λύονται, δῆλον ὅτι συνδιατελοῦσιν ἀλλήλοις.
因此,既然两者同时消除,显而易见,它们是彼此共存的。
Συμφανὲς δὲ καὶ ὅτι ταῖς δυνάμεσι τῆς ψυχῆς ὅμοιαι αἱ μορφαὶ τοῖς σώμασιν ἐπιγίνονται, ὥστ’ ἐστὶν ἅπαντα ἐν τοῖς ζῴοις τοῦ αὐτοῦ τινὸς δηλωτικά.
同样明白的是,与灵魂能力相似的形态会产生在身体上,以至于动物身上的一切都指示着某种相同的东西。
Πολλὰ δὲ καὶ ὧν διαπράττεται τὰ ζῷα, τὰ μὲν ἴδια ἑκάστου γένους πάθη τῶν ζῴων ἐστί,τὰ δὲ κοινά.
而在动物所行的大多数事情中,有些是每个动物属所特有的状态,有些则是共同的。
§4.5Ἐπὶ μὲν οὖν τοῖς ἰδίοις ἔργοις τῆς ψυχῆς ἴδια τὰ πάθη κατὰ τὸ σῶμα, ἐπὶ δὲ τοῖς κοινοῖς τὰ κοινά.
因此,对应于灵魂特有的活动,身体上也有特有的状态;对应于共同的活动,也有共同的状态。
Κοινὰ μὲν οὖν ἐστὶν ὕβρις τε καὶ ἡ περὶ τὰ ἀφροδίσια ἔκστασις.
共同的状态即是傲慢和关于性爱的狂喜。
Τῶν μὲν οὖν λοφούρων κοινόν ἐστιν ὕβρις, τῶν δὲ ὄνων τε καὶ συῶν ἡ περὶ τὰ ἀφροδίσια ἕξις.
在有鬃毛的动物中,傲慢是共同的,而在驴和猪中,关于性爱的状态则是共同的。
§4.6Ἴδιον δ’ ἐστὶν ἐπὶ μὲν τῶν κυνῶν τὸ λοίδορον, ἐπὶ δὲ τῶν ὄνων τὸ ἄλυπον.
另一方面,特有的状态如狗的吠骂,和驴的无痛(温顺)。
Ὡς μὲν οὖν τὸ κοινόν τε καὶ τὸ ἴδιον χρὴ διελέσθαι, εἴρηται.
因此,如何区分共同与特有,已经阐明。
Δεῖ μέντοι πρὸς ἅπαντα πολλῆς συνηθείας, εἰ μέλλει τις αὐτὸς ἔσεσθαι ἱκανὸς περὶ τούτων ἕκαστα λέγειν.
然而,若要自己能够胜任阐述其中的每一件事,对所有事情都需要大量的经验。
§4.7Ἐπειδὴ γὰρ τὰ ὁρώμενα ἐπὶ τῶν σωμάτων λέγεται ἀναφέρεσθαι ἐπὶ τὰς ὁμοιότητας τάς τε ἀπὸ τῶν ζῴων καὶ τὰς ἀπὸ τῶν πράξεων γινομένας, καὶ ἰδέαι τινὲς ἄλλαι ἀπὸ θερμοτήτων καὶ ἀπὸ ψυχροτήτων γίνονται, ἔστι τε τούτων ἔνια τῶν ἐπιφαινομένων ἐπί τε τοῖς σώμασι μικραῖς διαφοραῖς κεχρημένα καὶ τῷ αὐτῷ ὀνόματι προσαγορευόμενα, οἷον αἵ τε ἀπὸ φόβων ὠχρότητες καὶ ἀπὸ πόνων (αὗται γὰρ ὀνόματί τε τῷ αὐτῷ κέχρηνται, καὶ διαφορὰν μικρὰν ἔχουσι πρὸς ἀλλήλας), μικρᾶς δὲ οὔσης τῆς διαφοράς οὐ ῥᾴδιον γινώσκειν ἀλλὰ ἢ ἐκ τῆς συνηθείας τῆς μορφῆς τὴν ἐπιπρέπειαν εἰληφότα, ἔστι μὲν οὖν καὶ τάχιστος καὶ ἄριστος ὁ ἀπὸ τῆς ἐπιπρεπείας, καὶ ἔστι γε οὕτως τούτῳ χρώμενον πολλὰ διαγινώσκειν.
因为在身体上看到的事物,据说要归纳于来自动物的相似性以及来自活动的相似性,而且其他某些外观是由热和冷产生的,而这些显现在身体上的特征中,有些只有细微的差别且用同一个名称来称呼,例如因恐惧而产生的苍白和因劳累而产生的苍白(因为这些确实使用同一名称,且彼此间差别细微),既然差别细微,辨认它们就不容易,除非是从对形态的熟练中掌握了其合适性的人。 因此,根据合适性来进行判断不仅最迅速而且最完美,确实,通过这样使用它,人们可以辨认许多事情。
§4.8Καὶ οὐ μόνον καθόλου χρήσιμόν ἐστιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν σημείων ἐκλογήν· ἕκαστον γὰρ τῶν ἐκλεγομένων καὶ πρέπειν δεῖ τοιοῦτον οἷον τὸ ἐκλεγόμενον θέλει.
这不仅在总体上有用,而且对于特征的选择也有用;因为每个被选择的特征,都必须符合该被选择之物所意图的那种样子。
§4.9Ἔτι τε κατὰ τὴν ἐκλογὴν τῶν σημείων, καὶ τῷ συλλογισμῷ, ᾧ δεῖ χρῆσθαι ὅπου ἄν τι τύχῃ, προστιθέντας τοῖς προσοῦσι τὰ προσήκοντα, οἷον εἰ ἀναιδής τε εἴη καὶ μικρολόγος, καὶ κλέπτης ἂν εἴη καὶ ἀνελεύθερος, καὶ κλέπτης μὲν ἑπομένως τῇ ἀναιδείᾳ, τῇ δὲ μικρολογίᾳ ἀνελεύθερος.
此外,在选择特征时,以及在遇到任何情况时都必须使用的推论中,应当通过将合适的性质加于已有的性质之上的方式来进行;例如,如果一个人既无耻又气量狭小,他也会是小偷和吝啬鬼——因其无耻而成为小偷,因其气量狭小而成为吝啬鬼。
Ἐπὶ μὲν οὖν τῶν τοιούτων ἑκάστου δεῖ τοῦτον τὸν τρόπον προσαρμόζοντα τὴν μέθοδον ποιεῖσθαι.
因此,在每一个此类案例中,都必须以此种方式调节并实施这一方法。