Humanitext Reader

亚里士多德 · 相术 §2.1-2.8

体相征兆的分类与身体特征判别气质

第 3 段,共 12 段 · 希腊语

内容简介

作者界定了观相学的研究范围,并列出了获取特征的十个类别。随后,他通过对比动物和不同人类族群,详细阐释了肤色、毛发质地、肌肉等具体身体特征如何对应勇敢或胆怯等精神气质。

§2.1Δεῖ δὴ οὖν ὁρίσαι περὶ ποῖα ἄττα ἐστὶν ἡ φυσιογνωμονία, ἐπειδὴ οὐ περὶ πάντα, καὶ ἐκ τίνων ἕκαστα σημεῖα λαμβάνεται, ἔπειτ’ ἐφεξῆς καθ’ ἓν ἕκαστον περὶ τῶν ἐπιφανεστέρων δηλῶσαι.
因此,由于观相学并非关涉所有事物,所以必须规定它关涉哪些事物,以及各种特征是从什么中获得的,然后依次就其中较显著的事情逐一予以说明。
Ἡ μὲν οὖν φυσιογνωμονία ἐστί, καθάπερ καὶ τοὔνομα αὐτῆς λέγει, περὶ τὰ φυσικὰ παθήματα τῶν ἐν τῇ διανοίᾳ, καὶ τῶν ἐπικτήτων ὅσα παραγινόμενα μεθίστησι τῶν σημείων τῶν φυσιογνωμονουμένων.
观相学,正如其名称所示,是关于精神中天生的受动的,以及在后天获得的受动中,凡是产生时会改变被观相的特征的那些。
Ὁποῖα δὲ ταῦτά ἐστιν, ὕστερονδηλωθήσεται.
这些是哪些受动,稍后将会说明。
§2.2Ἐξ ὧν δὲ γενῶν τὰ σημεῖα λαμβάνεται, νῦν ἐρῶ, καὶ ἔστιν ἅπαντα·
关于特征是从哪些类别中获得的,我现在就来说明,而且这些类别是无所不包的。
ἔκ τε γὰρ τῶν κινήσεων φυσιογνωμονοῦσι, καὶ ἐκ τῶν σχημάτων, καὶ ἐκ τῶν χρωμάτων, καὶ ἐκ τῶν ἠθῶν τῶν ἐπὶ τοῦ προσώπου ἐμφαινομένων, καὶ ἐκ τῶν τριχωμάτων, καὶ ἐκ τῆς λειότητος, καὶ ἐκ τῆς φωνῆς, καὶ ἐκ τῆς σαρκός, καὶ ἐκ τῶν μερῶν, καὶἐκ τοῦ τύπου ὅλου τοῦ σώματος.
因为人们可以从运动、从形态、从颜色、从脸上显露的神态、从毛发、从光滑度、从声音、从肌肉、从部位以及从整个身体的体型来进行观相。
§2.3Καθόλου μὲν οὖν τοιαῦτά ἐστιν ἃ λέγουσιν οἱ φυσιογνώμονες περὶ ὅλων τῶν γενῶν ἐν οἷς ἐστὶ τὰ σημεῖα.
总的来说,观相家们对于包含特征的所有类别所说的话就是这些。
Εἰ μὲν οὖν ἀσαφὴς ἢ μὴ εὔσημος ἦν ἡ τοιαύτη διέξοδος, ἀπέχρησεν ἂν τὰ εἰρημένα.
因此,如果这种详细的阐述是不明晰或不易理解的,那么刚才所说的也就足够了。
§2.4Νυνὶ δ' ἴσως βέλτιόν ἐστι καθ’ ἕκαστον περὶ πάντων, ὅσα ἐπιφανῆ παρὰ τῶν φυσιογνωμονουμένων, ἀκριβέστερον φράσαι, τά τε σημεῖα λέγοντα, οἷά τ’ ἐστὶν ἕκαστακαὶ ἐπὶ τί ἀναφέρεται, ὅσαμὴ ἐν τοῖς προειρημένοις δεδήλωται.
然而现在,对于被观相者身上所有显著的特征,也许最好是逐一更精确地予以说明,即指出每种特征是什么样的,以及它们归于什么,凡是在前文中未曾说明的。
Αἱ μὲν οὖν χροιαὶ σημαίνουσιν αἱ μὲν ὀξεῖαι θερμὸν καὶ ὕφαιμον, αἱ δὲ λευκέρυθροι εὐφυΐαν, ὅταν ἐπὶ λείου χρωτὸς συμβῇ τοῦτο τὸ χρῶμα.
那么,关于肤色,鲜艳的肤色表明热烈且多血,而白里透红的肤色表明优异的天资,只要这种颜色是出现在光滑的皮肤上。
§2.5Τὰ δὲ τριχώματα τὰ μὲν μαλακὰ δειλόν, τὰ δὲ σκληρὰ ἀνδρεῖον.
至于毛发,柔软的毛发表明胆怯,而粗硬的毛发表明勇敢。
Τοῦτο δὲ τὸ σημεῖον εἴληπται ἐξ ἁπάντων τῶν ζῴων.
这一特征是从所有动物中得出的。
Δειλότατον μὲν γάρ ἐστιν ἔλαφος λαγωὸς πρόβατα, καὶ τὴν τρίχα μαλακωτάτην ἔχει· ἀνδρειότατον δὲ λέων, ὗς ἄγριος, καὶ τρίχα σκληροτάτην φέρει.
因为最胆怯的是鹿、兔子和绵羊,它们的毛发最柔软;而最勇敢的是狮子和野猪,它们长着最粗硬的毛发。
§2.6Ἔστι δὲ καὶ ἐν τοῖς ὄρνισι τὸ αὐτὸ τοῦτο ἰδεῖν·
在鸟类中也可以看到这同样的情况。
καθόλου τε γὰρ ὅσοι μὲν σκληρὸν τὸ πτερὸν ἔχουσιν, ἀνδρεῖοι, ὅσοι δὲ μαλακόν, δειλοί, καὶ κατὰ μέρη ἔστιταὐτὸ τοῦτο ἰδεῖν ἔν τε τοῖς ὄρτυξι καὶ ἐν τοῖς ἀλεκτρυόσιν.
因为总的来说,凡是羽毛粗硬的鸟都是勇敢的,而羽毛柔软的则是胆怯的;并且在具体的种类中,在鹌鹑和公鸡身上也可以看到这同样的情况。
§2.7Ὁμοίως δὲ καὶ ἐπὶ τῶν γενῶν τῶν ἀνθρώπων ταὐτὸ τοῦτο συμπίπτει· οἱ μὲν γὰρ ὑπὸ ταῖς ἄρκτοις οἰκοῦντες ἀνδρεῖοί τε εἰσι καὶ σκληρότριχες, οἱ δὲ πρὸς μεσημβρίαν δειλοί τε καὶ μαλακὸν τρίχωμα φέρουσιν.
同样,在人类的各族群中,这同样的情况也发生了:居住在大熊座下的人既勇敢又长着粗硬的毛发,而南方的人则胆怯且长着柔软的毛发。
Ἡ δὲ δασύτης ἡ περὶτὴν κοιλίαν λαλιὰν σημαίνει.
至于腹部毛发浓密,则表明多嘴多舌。
§2.8Τοῦτο δὲ ἀναφέρεται εἰς τὸ γένος τῶν ὀρνίθων·
而这归于鸟类。
ἴδιον γὰρ ὄρνιθος τῶν περὶ τὸ σῶμα ἡ δασύτης ἡ περὶ τὴν κοιλίαν, τῶν δὲ περὶ διάνοιαν ἡ λαλιά.
因为就身体而言,腹部毛发浓密是鸟类独有的,而就精神而言,多嘴多舌也是。
Ἡ δὲ σὰρξ ἡ μὲν σκληρὰ καὶ εὐεκτικὴ φύσει ἀναίσθητον σημαίνει, ἡ δὲ λεία καὶ εὐφυέα καὶ ἀβέβαιον, ἐὰν μὴ ἐπ’ ἰσχυροῦ σώματος καὶ τὰ ἀκρωτήρια ἐγκρατῆ ἔχοντος τοῦτο συμβῇ.
至于肌肉,生来粗硬且健壮的表明感觉迟钝,而光滑的则表明具有优异的天资却又多变,除非这种情况发生在强健且四肢有力的身体上。

词汇与语法注释

  1. 2.1τῶν ἐπικτήτων — 介词 `περί` 通常支配相同的格,但此处它将宾格的 `τὰ φυσικὰ παθήματα` 与属格的 `τῶν ἐπικτήτων`(带有省略名词如 `παθημάτων` 且由关系从句 `ὅσα...` 修饰的先行词)并列。这种非对称结构(失调法)利用了 `περί` 在接宾格和属格时均可表示“关于”这一性质。
  2. 2.3ἀπέχρησεν ἂν — 这是助词 `ἄν` +直说过去时(不定过去时)的归结从句,与带有直说过去未完成时 `ἦν` 的条件从句 `Εἰ... ἦν` 相呼应,构成与当前事实相反的虚拟条件句。其含义是:既然之前的叙述实际上并非不明晰,那么仅凭刚才所说的“并不能算足够”(有必要作进一步细说)。
  3. 2.4λέγοντα — 部分手稿有异读 `λέγοντας`(宾格复数阳性)。它作为主格或宾格分词,与不定式 `φράσαι` 被省略的语义主语(指代著者或一般“说话者”的宾格复数)相一致,起表语性作用,意为“(在叙述特征时)说明”。
  4. 2.8ἔχοντος — 这是一个属格分词,修饰介词 `ἐπί` 支配下的属格名词 `σώματος`。`τὰ ἀκρωτήρια` 是分词 `ἔχοντος` 的直接宾语,而 `ἐγκρατῆ` 则充当其宾语补足语(表语性形容词),即“拥有强固四肢的身体”。

引用这一段

亚里士多德, 相术 §2.1-2.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg032.humanitext-grc1:2.1-2.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。