Humanitext Reader

亚里士多德 · 物理学 §8.7#2

位移的本质与时间优先性及变化的非连续性

第 106 段,共 113 段 · 希腊语

内容简介

论证了位移(位置运动)在时间上和本质上都先于其他运动,并进而指出由于对立的变化之间必然存在静止或时间间隔,位移以外的其他变化都不可能是连续的。

§8.7#2ἔτι χρόνῳ πρώτην· τοῖς γὰρ ἀϊδίοις μόνον ἐνδέχεται κινεῖσθαι ταύτην.
此外,位移在时间上也是第一运动;因为只有永恒者才可能进行这种运动。
ἀλλʼ ἐφʼ ἑνὸς μὲν ὁτουοῦν τῶν ἐχόντων γένεσιν τὴν φορὰν ἀναγκαῖον ὑστάτην εἶναι τῶν κινήσεων· μετὰ γὰρ τὸ γενέσθαι πρῶτον ἀλλοίωσις καὶ αὔξησις, φορὰ δʼ ἤδη τετελειωμένων κίνησίς ἐστιν.
但是在任何一个经历生成过程的具体事物中,位移必然是诸运动中最后的运动;因为在生成之后,首先是质变和增长,而位移则是已经完成(成熟)的事物的运动。
ἀλλ᾿ ἕτερον ἀνάγκη κινούμενον εἶναι κατὰ φορὰν πρότερον, ὃ καὶ τὴς γενέσεως αἴτιον ἔσται τοῖς γιγνομένοις, οὐ γιγνόμενον, οἷον τὸ γεννῆσαν τοῦ γεννηθέντος, ἐπεὶ δόξειέ γʼ ἂν ἡ γένεσις εἶναι πρώτη τῶν κινήσεων διὰ τοῦτο, ὅτι γενέσθαι δεῖ τὸ πρᾶγμα πρῶτον.
但是必然存在另一个已经进行位移运动的在先者,它也将成为生成着的事物的生成原因,而其自身并不在生成中——正如生育者在先于被生育者一样——因为基于“事物必须首先生成”这一点,生成似乎是第一运动。
τὸ δʼ ἐφʼ ἑνὸς μὲν ὁτουοῦν τῶν γιγνομένων οὕτως ἔχει, ἀλλʼ ἕτερον ἀναγκαῖον πρότερόν τι κινεῖσθαι τῶν γιγνομένων ὂν αὐτὸ καὶ μὴ γιγνόμενον, καὶ τούτου ἕτερον πρότερον.
现在,在每一个具体的生成事物中确实如此;但是在生成事物之前,必然有某种其他的、自身存在着且不处于生成之中的在先者在运动,并且在这之前还有另一个在先者。
ἐπεὶ δὲ γένεσιν ἀδύνατον εἶναι πρώτην (πάντα γὰρ ἂν εἴη τὰ κινούμενα φθαρτά, δῆλον ὡς οὐδὲ τῶν ἐφεξῆς κινήσεων οὐδεμία προτέρα· λέγω δʼ ἐφεξῆς αὔξησιν, εἶτʼ ἀλλοίωσιν καὶ φθίσιν καὶ φθοράν· πᾶσαι γὰρ ὕστεραι γενέσεως, ὥστʼ εἰ μηδὲ γένεσις προτέρα φορᾶς, οὐδὲ τῶν ἄλλων οὐδεμία μεταβολῶν.
既然生成不可能是第一运动(因为这样的话,所有运动着的事物都将是可消灭的),那么显而易见,相继发生的运动中没有一个是先在的;我所说的“相继”是指增长,然后是质变、减少和消灭;因为所有这些都晚于生成,因此如果连生成都不先于位移,那么其他任何变化也都不会先于位移。
ὅλως τε φαίνεται τὸ γιγνόμενον ἀτελὲς καὶ ἐπʼ ἀρχὴν ἰόν, ὥστε τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον εἶναι.
而且总的来看,正在生成的东西显然是不完全的,是朝向原理发展的,因此在生成中后起的东西在本性上是在先的。
τελευταῖον δὲ φορὰ πᾶσιν ὑπάρχει τοῖς ἐν γενέσει.
而最后,位移属于所有处于生成过程中的事物。
διὸ τὰ μὲν ὅλως ἀκίνητα τῶν ζώντων διʼ ἔνδειαν, οἷον τὰ φυτὰ καὶ πολλὰ γένη τῶν ζῴων, τοῖς δὲ τελειουμένοις ὑπάρχει.
因此,有些生物由于缺乏能力而完全不能运动,例如植物和许多种动物,而位移则属于那些趋于完成的生物。
ὥστʼ εἰ μᾶλλον ὑπάρχει φορὰ τοῖς μᾶλλον ἀπειληφόσιν τὴν φύσιν, καὶ ἡ κίνησις αὕτη πρώτη τῶν ἄλλων ἂν εἴη κατʼ οὐσίαν, διά τε ταῦτα καὶ διότι ἥκιστα τῆς οὐσίας ἐξίσταται τὸ κινούμενον τῶν κινήσεων ἐν τῶ φέρεσθαι· κατὰ μόνην γὰρ οὐδὲν μεταβάλλει τοῦ εἶναι, ὥσπερ ἀλλοιουμένου μὲν τὸ ποιόν, αὐξανομένου δὲ καὶ φθίνοντος τὸ ποσόν.
因此,如果位移更多地属于那些在更大程度上获得了本性的生物,那么这种运动在本体上也将是其他运动中最先在的,这既是由于上述原因,也是因为运动着的事物在位移中最少偏离其本体;因为仅在位移中,它的存在的任何部分都不发生改变,而在质变中是性质改变,在增长和减少中是数量改变。
μάλιστα δὲ δῆλον ὅτι τὸ κινοῦν αὐτὸ αὐτὸ μάλιστα ταύτην κινεῖ κυρίως, τὴν κατὰ τόπον· καίτοι φαμὲν τοῦτο εἶναι τῶν κινουμένων καὶ κινούντων ἀρχὴν καὶ πρῶτον τοῖς κινουμένοις, τὸ αὐτὸ αὐτὸ κινοῦν.
最显而易见的是,自我运动者最主要、最本真地推动这一运动,即位置运动;然而我们说,自我运动者是被运动者和运动者的原理,是运动着的事物中第一位的。
ὅτι μὲν τοίνυν τῶν κινήσεων ἡ φορὰ πρώτη, φανερὸν ἐκ τούτων· τίς δὲ φορὰ πρώτη, νῦν δεικτέον.
因此,从这些考察中可以清楚地看到,在各种运动中,位移是第一运动;但是现在必须说明哪一种位移是第一运动。
ἅμα δὲ καὶ τὸ νῦν καὶ πρότερον ὑποτεθέν, ὅτι ἐνδέχεταί τινα κίνησιν εἶναι συνεχῆ καὶ ἀΐδιον, φανερὸν ἔσται τῇ αὐτῇ μεθόδῳ.
同时,通过同样的方法,现在和以前所作的假定——即某种运动可能是连续且永恒的——也将变得明晰。
ὅτι μὲν οὖν τῶν ἄλλων κινήσεων οὐδεμίαν ἐνδέχεται συνεχῆ εἶναι, ἐκ τῶνδε φανερόν.
那么,其他运动中没有一个能够是连续的,这从以下事实可以清楚地看出。
ἅπασαι γὰρ ἐξ ἀντικειμένων εἰς ἀντικείμενά εἰσιν αἱ κινήσεις καὶ μεταβολαί, οἷον γενέσει μὲν καὶ φθορᾷ τὸ ὂν καὶ τὸ μὴ ὂν ὅροι, ἀλλοιώσει δὲ τὰ ἐναντία πάθη, αὐξήσει δὲ καὶ φθίσει ἢ μέγεθος καὶ μικρότης ἢ τελειότης μεγέθους καὶ ἀτέλεια· ἐναντίαι δʼ αἱ εἰς τὰ ἐναντία.
因为所有的运动和变化都是从对立面到对立面的,例如,生成的消灭的界限是存在与非存在,质变的界限是相反的性质,增长和减少的界限要么是大小和微小,要么是大小的完全和不完全;而向着相反方向进行的运动就是相反的运动。
τὸ δὲ μὴ αἰεὶ κινούμενον τήνδε τὴν κίνησιν, ὂν δὲ πρότερον, ἀνάγκη πρότερον ἠρεμεῖν.
而对于那些并非始终进行这种运动、但先前曾进行过的人来说,先前必然曾处于静止状态。
φανερὸν οὖν ὅτι ἠρεμήσει ἐν τῷ ἐναντίῳ τὸ μεταβάλλον.
因此显然,变化着的事物将在相反者中静止。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν μεταβολῶν· ἀντίκειται γὰρ φθορὰ καὶ γένεσις ἀπλῶς καὶ ἡ καθʼ ἕκαστον τῇ καθʼ ἕκαστον.
同样的情况也适用于各种变化;因为绝对的消灭和生成是对立的,每个具体的变化也与具体的对立。
ὥστʼ εἰ ἀδύνατον ἅμα μεταβάλλειν τὰς ἀντικειμένας, οὐκ ἔσται συνεχὴς ἡ μεταβολή, ἀλλὰ μεταξὺ ἔσται αὐτῶν χρόνος.
因此,如果对立的变化不可能同时发生,变化就不是连续的,而是它们之间会有时间。
οὐδὲν γὰρ διαφέρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατʼ ἀντίφασιν μεταβολάς, εἰ μόνον ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι (τοῦτο γὰρ τῷ λόγῳ οὐδὲν χρήσιμον), οὐδʼ εἰ μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει, μηδʼ ἐστὶν μεταβολὴ ἠρεμίᾳ ἐναντίον (οὐ γὰρ ἴσως ἠρεμεῖ τὸ μὴ ὄν, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὄν), ἀλλʼ εἰ μόνον μεταξὺ γίγνεται χρόνος· οὕτω γὰρ οὐκ ἔστιν ἡ μεταβολὴ συνεχής·
因为基于矛盾的变化是相反还是不相反,这毫无区别,只要它们不可能同时存在于同一个事物中即可(因为这对于论证没有用处),同样,是否必须在矛盾中静止也无所谓,变化是否与静止相反也无所谓(因为非存在或许并不静止,而消灭是向非存在的变化),但只要其间产生时间即可;因为这样一来,变化就不是连续的。
οὐδὲ γὰρ ἐν τοῖς πρότερον ἡ ἐναντίωσις χρήσιμον, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν.
因为即使在先前的情况下,对立性本身也没有用处,而是在于它们不能同时存在。
οὐ δεῖ δὲ ταράττεσθαι ὅτι τὸ αὐτὸ πλείοσιν ἔσται ἐναντίον, οἷον ἡ κίνησις καὶ στάσει καὶ κινήσει τῇ εἰς τοὐναντίον, ἀλλὰ μόνον τοῦτο λαμβάνειν, ὅτι ἀντίκειταί πως καὶ τῇ κινήσει καὶ τῇ ἠρεμίᾳ ἡ κίνησις ἡ ἐναντία, καθάπερ τὸ ἴσον καὶ τὸ μέτριον τῷ ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ, καὶ ὅτι οὐκ ἐνδέχεται ἅμα τὰς ἀντικειμένας οὔτε κινήσεις οὔτε μεταβολὰς ὑπάρχειν.
不应因同一事物会与多个事物相对立(例如,某种运动既与静止对立,又与向着相反方向的运动对立)而感到困惑,而只需把握这一点:相反的运动在某种意义上既对立于运动,又对立于静止,就像相等和适度对立于过度与不及一样,并且对立的运动或变化不可能同时存在。
ἔτι δʼ ἐπί τε τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ παντελῶς ἄτοπον ἂν εἶναι δόξειεν, εἰ γενόμενον εὐθὺς ἀνάγκη φθαρῆναι καὶ μηδένα χρόνον διαμεῖναι.
此外,在生成和消灭的情况下,如果事物一生成就必须立即消灭,而不能存续任何时间,这似乎是完全荒谬的。
ὥστε ἐκ τούτων ἂν ἡ πίστις γένοιτο ταῖς ἄλλαις· φυσικὸν γὰρ τὸ ὁμοίως ἔχειν ἐν ἀπάσαις.
因此,从这些情况中可以获得对其他运动的确信;因为在所有运动中,保持相似的状态是符合自然的。

词汇与语法注释

  1. 261aἀλλ᾿ ἕτερον ἀνάγκη κινούμενον εἶναι κατὰ φορὰν πρότερον — 主语代词 ἕτερον(另一个事物)被分词 κινούμενον 修饰,并由关系代词 ὅ 引导的关系从句进一步解释。这一结构解答了生成在具体事物中似乎在时间上占先的悖论,指出在任何具体的生成物出现之前,必然存在一个已经进行位移运动的外部推动者。
  2. 261aτοῖς μᾶλλον ἀπειληφόσιν τὴν φύσιν — ἀπειληφόσιν 是动词 ἀπολαμβάνω(接受、获得)的现在完成时主动分词与格,支配宾格 τὴν φύσιν。双重比较级 μᾶλλον 的并用,表明了事物本性(φύσις)的实现程度(完善度)与拥有位移运动能力的程度之间的正比例关系。
  3. 261bοὐδὲν γὰρ διαφέρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατʼ ἀντίφασιν μεταβολάς — 无人称表达 οὐδὲν διαφέρει(毫无区别)支配不定式 εἶναι 及其宾格主语 τὰς κατʼ ἀντίφασιν μεταβολάς(基于矛盾的变化)。它与后面的条件从句 εἰ μόνον(只要……)相结合,表明为了得出变化“非连续”的结论,起决定性作用的仅是两个状态不能同时存在这一事实,而与其是否符合相反者的严格文法定义无关。

引用这一段

亚里士多德, 物理学 §8.7#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:8.7%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。