§8.7#1Οὐ μὴν ἀλλὰ καὶ ἄλλην ποιησαμένοις ἀρχὴν μᾶλλον ἔσται περὶ τούτων φανερόν.
然而,如果我们从另一个起点出发,这些问题就会变得更加清楚。
σκεπτέον γὰρ πότερον ἐνδέχεταί τινα κίνησιν εἶναι συνεχῆ ἢ οὔ, καὶ εἰ ἐνδέχεται, τίς αὕτη, καὶ τίς πρώτη τῶν κινήσεων·
因为我们必须考察,是否可能存在某种连续的运动,如果可能,这是什么运动,以及在各种运动中哪一种是第一运动。
δῆλον γὰρ ὡς εἴπερ ἀναγκαῖον μὲν ἀεὶ κίνησιν εἶναι, πρώτη δὲ ὕδε καὶ συνεχής, ὅτι τὸ πρῶτον κινοῦν κινεῖ ταύτην τὴν κίνησιν, ἣν ἀναγκαῖον μίαν καὶ τὴν αὐτὴν εἶναι καὶ συνεχῆ καὶ πρώτην.
因为显而易见,如果运动必须始终存在,且这第一运动是连续的,那么最初的动者便推动这一运动,而这一运动必然是单一、同一、连续且第一的。
τριῶν δʼ οὐσῶν κινήσεων, τῆς τε κατὰ μέγεθος καὶ τῆς κατὰ πάθος καὶ τῆς κατὰ τόπον, ἣν καλοῦμεν φοράν, ταύτην ἀναγκαῖον εἶναι πρώτην.
既然存在三种运动,即关于大小的运动、关于性质(受动)的运动以及关于位置的运动(我们称之为位移),那么这最后一种(位移)必然是第一运动。
ἀδύνατον γὰρ αὔξησιν εἶναι ἀλλοιώσεως μὴ προϋπαρχούσης·
因为如果没有预先存在的变化(质变),就不可能存在增长。
τὸ γὰρ αὐξανόμενον ἔστιν μὲν ὡς ὁμοίῳ αὐξάνεται, ἔστιν δʼ ὡς ἀνομοίῳ· τροφὴ γὰρ λέγεται τῷ ἐναντίῳ τὸ ἐναντίον.
因为增长着的东西,在某种意义上是通过同类事物增长,在另一种意义上则是通过异类事物增长(因为据说相反者是相反者的食物)。
προσγίγνεται δὲ πᾶν γιγνόμενον ὅμοιον ὁμοίῳ.
而一切生成的东西,都是同类加于同类。
ἀνάγκη οὖν ἀλλοίωσιν εἶναι τὴν εἰς τἀναντία μεταβολήν.
因此,作为向相反方向变化的质变必然存在。
ἀλλὰ μὴν εἴ γε ἀλλοιοῦται, δεῖ τι εἶναι τὸ ἀλλοιοῦν καὶ ποιοῦν ἐκ τοῦ δυνάμει θερμοῦ ἐνεργείᾳ θερμόν.
但是,如果发生质变,就必须有某种引起质变和使潜在的热变为现实的热的东西。
δῆλον οὖν ὅτι τὸ κινοῦν οὐχ ὁμοίως ἔχει, ἀλλʼ ὁτὲ μὲν ἐγγύτερον ὁτὲ δὲ πορρώτερον τοῦ ἀλλοιουμένου ἐστίν.
因此显而易见,推动者并不是处于相同的状态,而是有时距离被质变者较近,有时较远。
ταῦτα δʼ ἄνευ φορᾶς οὐκ ἐνδέχεται ὑπάρχειν.
而这些情况没有位移是不可能存在的。
εἰ ἄρα ἀνάγκη ἀεὶ κίνησιν εἶναι, ἀνάγκη καὶ φορὰν ἀεὶ εἶναι πρώτην τῶν κινήσεων, καὶ φορᾶς, εἰ ἔστιν ἡ μὲν πρώτη ἡ δʼ ὑστέρα, τὴν πρώτην.
因此,如果必然始终存在运动,那么位移也必然始终是诸运动中的第一运动;并且在位移中,如果有一种是第一的,另一种是后来的,那么就是那第一种。
ἔτι δὲ
πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις·
此外,一切性质变化的原理都是凝聚和稀疏。
καὶ γὰρ βαρὺ καὶ κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ θερμὸν καὶ ψυχρὸν πυκνότητες δοκοῦσιν καὶ ἀραιότητες εἶναί τινες.
因为重与轻、软与硬、热与冷,似乎都是某种程度的凝聚和稀疏。
πύκνωσις δὲ καὶ μάνωσις σύγκρισις καὶ διάκρισις, καθʼ ἃς γένεσις καὶ φθορὰ λέγεται τῶν οὐσιῶν.
而凝聚和稀疏也就是结合和分离,根据这些,我们才谈论实体的生成和消灭。
συγκρινόμενα δὲ καὶ διακρινόμενα ἀνάγκη κατὰ τόπον μεταβάλλειν.
但结合和分离着的事物必然在位置上发生变化。
ἀλλὰ μὴν καὶ τοῦ αὐξανομένου καὶ φθίνοντος μεταβάλλει κατὰ τόπον τὸ μέγεθος.
而且,增长和减少着的事物的大小也在位置上发生变化。
ἔτι καὶ ἐντεῦθεν ἐπισκοποῦσιν ἔσται φανερὸν ὅτι
ἡ φορὰ πρώτη.
此外,从以下角度考察的人们也将清楚地看到:位移是第一运动。
τὸ γὰρ πρῶτον, ὥσπερ ἐφʼ ἑτέρων, οὕτω καὶ ἐπὶ κινήσεως ἂν λέγοιτο πλεοναχῶς.
因为“第一”,正如在其他事物中一样,在运动中也可以在多种意义上被使用。
λέγεται δὲ πρότερον οὗ τε μὴ ὄντος οὐκ ἔσται τἆλλα, ἐκεῖνο δὲ ἄνευ τῶν ἄλλων, καὶ τὸ τῷ χρόνῳ, καὶ τὸ κατʼ οὐσίαν.
即:没有它其他东西就不能存在,而没有其他东西它却能存在,这被称为“先在”(第一);此外还有时间上的先在,以及本体(本质)上的先在。
ὥστʼ ἐπεὶ κίνησιν μὲν ἀναγκαῖον εἶναι συνεχῶς, εἴη δʼ ἂν συνεχῶς ἢ συνεχὴς οὖσα ἢ ἐφεξῆς, μᾶλλον δʼ ἡ συνεχής, καὶ βέλτιον συνεχῆ ἢ ἐφεξῆς εἶναι, τὸ δὲ βέλτιον ἀεὶ ὑπολαμβάνομεν ἐν τῇ φύσει ὑπάρχειν, ἂν ᾖ δυνατόν, δυνατὸν δὲ συνεχῇ εἶναι (δειχθήσεται δʼ ὕστερον· νῦν δὲ τοῦτο ὑποκείσθω, καὶ ταύτην οὐδεμίαν ἄλλην οἷόν τε εἶναι ἀλλʼ ἢ φοράν, ἀνάγκη τὴν φορὰν εἶναι πρώτην.
因此,既然运动必然连续存在,而要连续存在,要么是连续的,要么是相继的(且连续的更好,并且连续比相继更好,而我们总是假定,只要可能,更好的东西就会存在于自然中;而连续是可能的——这将在后面证明,现在且作为假定)——并且既然这一运动不可能属于其他任何运动,而只能是位移,那么位移就必然是第一运动。
οὐδεμία γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον, οὐδὲ δὴ γίγνεσθαι ἢ φθείρεσθαι· τούτων δὲ οὐδεμίαν ἐνδέχεται τῆς συνεχοῦς μὴ οὔσης, ἣν κινεῖ τὸ πρῶτον κινοῦν.
因为被传送(作位移运动)的东西,既没有必要增长,也没有必要发生质变,更没有必要生成或消灭;但如果没有最初动者所推动的那种连续运动存在,这些运动中的任何一种都不可能存在。