§8.6#2ἔκ τε δὴ τούτων πιστεύσειεν ἄν
τις εἶναί τι πρῶτον ἀκίνητον, καὶ πάλιν ἐπιβλέψας ἐπὶ τὰς ἀρχάς.
因此,从这些考虑出发,并且再次审视这些原理,人们可以相信存在着某种最初的不动动者。
τὸ μὲν δὴ εἶναι ἄττα τῶν ὄντων ἃ ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ ἠρεμεῖ φανερόν.
的确,在存在的事物中,有些事物有时运动而有时静止,这是显而易见的。
καὶ διὰ τούτου γέγονε δῆλον ὅτι οὔτε πάντα κινεῖται οὔτε πάντα ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ἀεὶ κινεῖται·
并且由此清楚地表明,既不是所有事物都在运动,也不是所有事物都静止,也不是有些事物始终静止而另一些事物始终运动。
τὰ γὰρ ἐπαμφοτερίζοντα καὶ δύναμιν ἔχοντα τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν δείκνυσιν περὶ αὐτῶν.
因为那些兼具两种状态、并具有运动和静止能力的事物,证明了关于它们的情况。
ἐπεὶ δὲ τὰ μὲν τοιαῦτα δῆλα πᾶσι, βουλόμεθα δὲ δεῖξαι καὶ τοῖν δυοῖν ἑκατέρου τὴν φύσιν, ὅτι ἔστιν τὰ μὲν ἀεὶ ἀκίνητα τὰ δὲ ἀεὶ κινούμενα, προϊόντες δʼ ἐπὶ τοῦτο καὶ θέντες ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, καὶ τοῦτʼ εἶναι ἢ ἀκίνητον ἢ κινούμενον, καὶ κινούμενον ἢ ὑφ᾿ αὐτοῦ ἢ ὑπʼ ἄλλου ἀεί.
虽然这类事情对所有人都是显而易见的,但我们还希望表明这两者中每一个的本性,即有些事物始终不动,而另一些事物始终运动。 为此我们向前推进并设定:一切运动着的事物都是被某种东西推动的,而这个推动者要么是不动的,要么是运动着的,且若是运动着的,要么是由自身推动,要么始终是由他物推动。
προήλθομεν ἐπὶ τὸ λαβεῖν ὅτι τῶν κινουμένων ἐστὶν ἀρχὴ κινουμένων μὲν ὁ αὐτὸ ἑαυτὸ κινεῖ, πάντων δὲ τὸ ἀκίνητον, ὁρῶμεν δὲ καὶ φανερῶς ὄντα τοιαῦτα ἃ κινεῖ αὐτὰ ἑαυτά, οἷον τὸ τῶν ἐμψύχων καὶ τὸ τῶν ζῴων γένος, ταῦτα δὲ καὶ δόξαν παρεῖχε μή ποτε ἐνδέχεται κίνησιν ἐγγίγνεσθαι μὴ οὖσαν ὅλως, διὰ τὸ ἐν τούτοις ὁρᾶν ἡμᾶς τοῦτο συμβαῖνον (ἀκίνητα γάρ ποτε ὄντα κινεῖται πάλιν, ὡς δοκεῖ, τοῦτο δὴ δεῖ λαβεῖν, ὅτι μίαν κίνησιν αὐτὰ κινεῖ, καὶ ὅτι ταύτην οὐ κυρίως·
我们进而得出这样的认识:在运动着的事物中,处于运动之中的事物的原理是自我运动者,而对于所有事物而言,其原理是不动物。 我们也清楚地看到,确实存在着这种自我运动的事物,例如有灵魂之物和动物的类别。 但这些也让人产生了一种看法:原本完全不存在的运动,是否也有可能产生? 因为我们在这些事物中看到这种情况发生(因为,正如看起来那样,它们一度是不动的,然后又运动起来)。 但我们必须把握这一点:它们只推动单一的运动,而且这并非在严格意义上进行。
οὐ γὰρ ἐξ αὐτοῦ τὸ αἴτιον, ἀλλʼ ἔνεισιν ἄλλαι κινήσεις φυσικαὶ τοῖς ζῴοις, ἃς οὐ κινοῦνται διʼ αὐτῶν, οἷον αὔξησις φθίσις ἀναπνοή, ἃς κινεῖται τῶν ζῴων ἕκαστον ἠρεμοῦν καὶ οὐ κινούμενον τὴν ὑφ᾿ αὑτοῦ κίνησιν.
因为原因并不来自自身,而是动物体内还存在着其他自然运动,它们并不是通过自己来推动这些运动的,例如生长、衰退和呼吸。 这些运动是每一个动物在处于静止状态、且没有进行由自己引起的运动时也在进行的。
τούτου δʼ αἴτιον τὸ περιέχον καὶ πολλὰ τῶν εἰσιόντων, οἷον ἐνίων ἡ τροφή·
而其原因在于周围的环境以及进入体内的许多东西,例如对某些事物而言的食物。
πεττομένης μὲν γὰρ καθεύδουσιν, διακρινομένης δʼ ἐγείρονται καὶ κινοῦσιν ἑαυτούς, τῆς πρώτης ἀρχῆς ἔξωθεν οὔσης, διὸ οὐκ ἀεὶ κινοῦνται συνεχῶς ὑφʼ αὑτῶν·
因为当食物在消化时,它们睡觉;而当食物被输送分配时,它们醒来并移动自己,而最初的原理是在外部的。 因此,它们并不总是由自身连续地运动。
ἄλλο γὰρ τὸ κινοῦν, αὐτὸ κινούμενον καὶ μεταβάλλον πρὸς ἕκαστον τῶν κινούντων ἑαυτά.
因为那推动者是另一件东西,它自身在运动,并且相relative于每一个自我运动者而发生变化。
ἐν πᾶσι δὲ τούτοις κινεῖται τὸ κινοῦν πρῶτον καὶ τὸ αἴτιον τοῦ αὐτὸ ἑαυτὸ κινεῖν ὑφ᾿ αὐτοῦ, κατὰ συμβεβηκὸς μέντοι·
但在所有这些情况下,最初的推动者(即自身进行自我运动的原因)是被自身推动的,然而这只是出于偶然。
μεταβάλλει γὰρ τὸν τόπον τὸ σῶμα, ὥστε καὶ τὸ ἐν τῷ σώματι ἂν καὶ τῇ μοχλείᾳ κινοῦν ἑαυτό.
因为身体改变了其位置,所以存在于身体中并通过杠杆作用移动自身的东西也改变了其位置。
ἐξ ὧν ἔστιν πιστεῦσαι ὅτι εἴ
ἐστι τῶν ἀκινήτων μὲν κινούντων δὲ καὶ αὐτὰ κατὰ συμβεβηκός, ἀδύνατον συνεχῆ κίνησιν κινεῖν, ὥστʼ εἴπερ ἀνάγκη συνεχῶς εἶναι κίνησιν, εἶναί τι δεῖ τὸ πρῶτον κινοῦν ἀκίνητον καὶ κατὰ συμβεβηκός, εἰ μέλλει, καθάπερ εἴπομεν, ἔσεσθαι ἐν τοῖς οὖσιν ἄπαυστός τις καὶ ἀθάνατος κίνησις, καὶ μενεῖν τὸ ὂν αὐτὸ ἐν αὐτῷ καὶ ἐν τῷ αὐτῶ·
由此我们可以确信,如果在那些不动却能推动的事物中,有些本身也在偶性上运动,那么它们就不可能推动连续的运动。 因而,如果必须存在连续的运动,那么,正如我们所说,为了在存在的事物中存在某种不停息且不灭的运动,并且存在自身能保持在其自身中以及同一状态中,就必然存在某种连在偶性上也是不动的最初动者。
τῆς γὰρ ἀρχῆς μενούσης ἀνάγκη καὶ τὸ πᾶν μένειν συνεχὲς ὂν πρὸς τὴν ἀρχήν.
因为如果原理保持不变,那么与该原理连续的万物整体也必然保持不变。
οὐκ ἔστιν δὲ τὸ αὐτὸ τὸ κινεῖσθαι κατὰ συμβεβηκὸς ὑφʼ αὐτοῦ καὶ ὑφʼ ἑτέρου·
然而,在偶性上由自身推动与由他物推动并不是同一回事。
τὸ μὲν γὰρ ὑφʼ ἑτέρου ὑπάρχει καὶ τῶν ἐν τῷ οὐρανῷ ἐνίαις ἀρχαῖς, ὅσα πλείους φέρεται φοράς, θάτερον δὲ τοῖς φθαρτοῖς μόνον.
因为后者也属于天体中的某些原理,即那些具有多重位移运动的原理,而前者则仅属于可毁灭的事物。
ἀλλὰ μὴν εἴ γε ἔστιν τι ἀεὶ τοιοῦτον, κινοῦν μέν τι ἀκίνητον δὲ αὐτὸ καὶ ἀΐδιον, ἀνάγκη καὶ τὸ πρῶτον ὑπὸ τούτου κινούμενον ἀΐδιον εἶναι.
但是,如果始终存在着某种这类事物(即它推动某物而其自身是不动的且永恒的),那么由它首先推动的事物也必然是永恒的。
ἔστιν δὲ τοῦτο δῆλον μὲν καὶ ἐκ τοῦ μὴ ἂν ἄλλως εἶναι γένεσιν καὶ φθορὰν καὶ μεταβολὴν τοῖς ἄλλοις, εἰ μή τι κινήσει κινούμενον·
而且这一点从以下事实也是显而易见的:如果没有任何本身在运动的东西去推动,那么其他事物就不可能有生成、消灭和变化。
τὸ μὲν γὰρ ἀκίνητον ἀεὶ τὸν αὐτὸν κινήσει τρόπον καὶ μίαν κίνησιν, ἅτε οὐδὲν αὐτὸ μεταβάλλον πρὸς τὸ κινούμενον.
因为不动之物始终会以相同的方式推动,并且推动单一的运动,因为其自身对于被推动者没有发生任何变化。
τὸ δὲ κινούμενον ὑπὸ τοῦ κινουμένου μέν, ὑπὸ τοῦ ἀκινήτου δὲ κινουμένου ἤδη, διὰ τὸ ἄλλως καὶ ἄλλως ἔχειν πρὸς τὰ πράγματα, οὐ τῆς αὐτῆς ἔσται κινήσεως αἴτιον, ἀλλὰ διὰ τὸ ἐν ἐναντίοις εἶναι τόποις ἢ εἴδεσιν ἐναντίως παρέξεται κινούμενον ἕκαστον τῶν ἄλλων, καὶ ὁτὲ μὲν ἠρεμοῦν ὁτὲ δὲ κινούμενον.
但是,由那运动着的东西推动的东西(而那运动着的东西已经是由不动之物推动的),由于它对事物具有不同的关系,因此将不会是同一运动的原因;反而由于它处于相反的位置或形式中,它将导致其他每一个事物以相反的方式运动,使其有时静止而有时运动。
φανερὸν δὴ γέγονεν ἐκ τῶν εἰρημένων καὶ ὁ κατʼ ἀρχὰς ἠποροῦμεν, τί δή ποτε οὐ πάντα ἢ κινεῖται ἢ ἠρεμεῖ, ἢ τὰ μὲν κινεῖται ἀεὶ τὰ δʼ ἀεὶ ἠρεμεῖ, ἀλλʼ ἔνια ὁτὲ μὲν ὁτὲ δʼ οὔ.
因此,从所说的这些话中,我们起初所感到困惑的问题也变得清楚了:究竟为什么并非所有事物要么运动要么静止,或者有些事物始终运动而另一些始终静止,而是有些事物有时运动而有时不运动。
τούτου γὰρ τὸ αἴτιον δῆλόν ἐστι νῦν, ὅτι τὰ μὲν ὑπὸ ἀκινήτου κινεῖται ἀϊδίου, διὸ ἀεὶ κινεῖται, τὰ δʼ ὑπὸ κινουμένου καὶ μεταβάλλοντος, ὥστε καὶ αὐτὰ ἀναγκαῖον μεταβάλλειν.
因为这一原因现在已经清楚了:有些事物是由永恒的不动者推动的,因此它们始终在运动;而另一些事物则是由运动和变化着的事物推动的,因此它们自身也必然发生变化。
τὸ δʼ ἀκίνητον, ὥσπερ εἴρηται, ἅτε ἀπλῶς καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ διαμένον, μίαν καὶ ἀπλῆν κινήσει κίνησιν.
而正如所说,不动之物由于其绝对、以同样方式且在同样状态中保持不变,因此它将推动一种单一且简单的运动。