§8.6#1Ἐπεὶ δὲ δεῖ κίνησιν ἀεὶ εἶναι καὶ μὴ διαλείπειν, ἀνἀγκη εἶναί τι ἀΐδιον ὁ πρῶτον κινεῖ, εἴτε ἓν εἴτε πλείω· καὶ τὸ πρῶτον κινοῦν ἀκίνητον.
既然运动必须始终存在且不可中断,那么就必然存在某种最初推动的永恒之物,无论是一个还是多个;并且最初的动者是不动的。
ἕκαστον μὲν οὖν ἀΐδιον εἶναι τῶν ἀκινήτων μὲν κινούντων δὲ οὐδὲν πρὸς τὸν νῦν λόγον· ὅτι δʼ ἀναγκαῖον εἶναί τι τὸ ἀκίνητον μὲν αὐτὸ πάσης ἐκτὸς μεταβολῆς, καὶ ἀπλῶς καὶ κατὰ συμβεβηκός, κινητικὸν δʼ ἑτέρου, δῆλον ὧδε σκοποῦσιν.
至于那些不动之动者中的每一个是否是永恒的,这与现在的论证无关;但是,通过以下考察可以清楚地看到,必然存在某种自身处于一切变化之外(无论是绝对地还是偶然地),但能推动他物的东西。
ἔστω δή, εἴ τις βούλεται, ἐπί τινων ἐνδεχόμενον ὥστε εἶναί ποτε καὶ μὴ εἶναι ἄνευ γενέσεως καὶ φθορᾶς (τάχα γὰρ ἀναγκαῖον, εἴ τι ἀμερὲς ὁτὲ μὲν ἔστιν ὁτὲ δὲ μὴ ἔστιν, ἄνευ τοῦ μεταβάλλειν ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μὴ εἶναι πᾶν τὸ τοιοῦτον).
那么,如果有谁愿意,我们不妨假定在某些事物上,有可能在没有生成和消灭的情况下,有时存在而有时不存在(因为对于所有这类无部分的事物来说,如果它有时存在而有时不存在,那么在不发生变化的情况下,有时存在而有时不存在大概是必然的)。
καὶ τῶν ἀρχῶν τῶν ἀκινήτων μὲν κινητικῶν δʼ ἐνίας ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μὴ εἶναι, ἐνδεχέσθω καὶ τοῦτο.
而且,在不动但能推动的原理中,有些原理有时存在而有时不存在,让我们也承认这也是可能的。
ἀλλʼ οὔ τί γε πάσας δυνατόν· δῆλον γὰρ ὡς αἴτιον τοῖς αὐτὰ ἑαυτὰ κινοῦσίν ἐστί τι τοῦ ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μή.
但是,绝不可能所有原理都是如此;因为显而易见,对于那些自我运动者来说,存在着某种导致它们有时存在有时不存在的原因。
τὸ μὲν γὰρ αὐτὸ ἑαυτὸ κινοῦν ἅπαν ἔχειν ἀνάγκη μέγεθος, εἰ μηδὲν κινεῖται ἀμερές, τὸ δὲ κινοῦν οὐδεμία ἀνάγκη ἐκ τῶν εἰρημένων.
因为每一个自我运动者如果没有任何无部分之物在运动,就必然具有大小,但对于动者而言,从已说过的来看,没有任何必然性。
τοῦ δὴ τὰ μὲν γίγνεσθαι τὰ δὲ φθείρεσθαι, καὶ τοῦτʼ εἶναι συνεχῶς, οὐδὲν αἴτιον τῶν ἀκινήτων μὲν μὴ ἀεὶ δʼ ὄντων, οὐδʼ αὖ τωνδὶ μὲν ταδί, τούτων δʼ ἕτερα.
那么,对于某些事物生成而另一些事物消灭,并且这是连续进行的这一事实,那些不动但非始终存在的东西都不是原因,同样,也不是这些东西引起那些,那些东西引起其他。
τοῦ γὰρ ἀεὶ καὶ συνεχοῦς οὔτε ἕκαστον αὐτῶν οὔτε πάντα αἴτια· τὸ μὲν γὰρ οὕτως ἔχειν ἀΐδιον καὶ ἐξ ἀνάγκης, τὰ δὲ πάντα ἄπειρα, καὶ οὐχ ἅμα πάντα ὄντα.
因为对于那永恒且连续的运动,它们中的每一个或所有都不是原因;因为处于这种状态是永恒且必然的,而那些东西都是无限的,并且并非所有都同时存在。
δῆλον τοίνυν ὅτι, εἰ καὶ μυριάκις ἔνια τῶν ἀκινήτων μὲν κινούντων δέ, καὶ πολλὰ τῶν αὐτὰ ἑαυτὰ κινούντων, φθείρεται, τὰ δʼ ἐπιγίγνεται, καὶ τόδε μὲν ἀκίνητον ὂν τόδε κινεῖ, ἕτερον δὲ τοδί, ἀλλʼ οὐδὲν ἧττον ἔστιν τι ὁ περιέχει, καὶ τοῦτο παρʼ ἕκαστον, ὅ ἐστιν αἴτιον τοῦ τὰ μὲν εἶ. ναι τὰ δὲ μὴ καὶ τῆς συνεχοῦς μεταβολῆς· καὶ τοῦτο μὲν τούτοις, ταῦτα δὲ τοῖς ἄλλοις αἴτια κινήσεως.
因此显而易见,即使某些不动之动者以及许多自我运动者消灭了无数次,而其他一些生成,并且这一个在不动的情况下推动那一个,另一个推动这一个,但尽管如此,仍然存在着某种包摄它们的东西,并且它独立于每一个之中,它就是某些事物存在、另一些事物不存在以及连续变化的因;而这一个则是这些东西的运动原因,这些东西又是其他事物的运动原因。
εἴπερ οὖν ἀΐδιος
ἡ κίνησις, ἀΐδιον καὶ τὸ κινοῦν ἔσται πρῶτον, εἰ ἕν· εἰ δὲ πλείω, πλείω τὰ ἀΐδια, ἓν δὲ μᾶλλον ἢ πολλά, καὶ πεπερασμένα ἢ ἄπειρα, δεῖ νομίζειν.
因此,如果运动是永恒的,那么最初的动者如果是一个,也将是永恒的;但如果是多个,那么永恒之物也就是多个,但我们应该认为它是一个而不是多个,是有限的而不是无限的。
τῶν αὐτῶν γὰρ συμβαινόντων αἰεὶ τὰ πεπερασμένα μᾶλλον ληπτέον· ἐν γὰρ τοῖς φύσει δεῖ τὸ πεπερασμένον καὶ τὸ βέλτιον, ἂν ἐνδέχηται, ὑπάρχειν μᾶλλον.
因为在得到同样结果的情况下,应该更倾向于选择有限的;因为在自然的事物中,只要有可能,有限和较优者就更应该存在。
ἱκανὸν δὲ καὶ ἕν, ὃ πρῶτον τῶν ἀκινήτων ἀΐδιον ὂν ἔσται ἀρχὴ τοῖς ἄλλοις κινήσεως.
而且一个就足够了,它作为不动物中的第一个,因其永恒,将成为其他事物运动的原理。
φανερὸν
δὲ καὶ ἐκ τοῦδε ὅτι ἀνάγκη εἶναί τι ἓν καὶ ἀΐδιον τὸ πρῶτον κινοῦν.
从以下这点也显而易见:最初的动者必然是某种单一且永恒的东西。
δέδεικται γὰρ ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι.
因为已经证明,运动必然始终存在。
εἰ δὲ ἀεί, ἀνάγκη συνεχῆ εἶναι· καὶ γὰρ τὸ ἀεὶ συνεχές, τὸ δʼ ἐφεξῆς οὐ συνεχές.
如果是始终存在,就必然是连续的;因为始终存在者是连续的,而相继者不是连续的。
ἀλλὰ μὴν εἴ γε συνεχής, μία.
但是,如果是连续的,它就是单一的。
μία δʼ ἡ ὑφ᾿ ἑνός τε τοῦ κινοῦντος καὶ ἑνὸς τοῦ κινουμένου· εἰ γὰρ ἄλλο καὶ ἄλλο κινήσει, οὐ συνεχὴς ἡ ὅλη κίνησις, ἀλλʼ ἐφεξῆς.
而由一个动者和一个被动者引起的运动才是单一的;因为如果由一个又一个不同的东西推动,那么整个运动就不是连续的,而只是相继的。