Humanitext Reader

亚里士多德 · 物理学 §8.5#3

自身运动者的构成与第一动者之不动

第 102 段,共 113 段 · 希腊语

内容简介

论证自我运动的整体必然由不动之动者与被动者两部分构成,而非其部分各自具有自我运动能力。由此推导出本源的动者必定是不动的。

§8.5#3ἀλλὰ μὴν οὐδὲ τοῦ πρώτως αὐτὸ αὑτὸ κινοῦντος οὔτε ἓν μόριον οὔτε πλείω κινήσει αὐτὸ αὑτὸ ἕκαστον.
但是,本源地自我运动者,不论是一个部分还是多个部分,都绝不会是每一部分各自推动自身。
τὸ γὰρ ὅλον εἰ κινεῖται αὐτὸ ὑφʼ αὑτοῦ, ἤτοι ὑπὸ τῶν αὐτοῦ τινὸς κινήσεται ἢ ὅλον ὑφʼ ὅλου.
因为如果整体被自身推动,要么被它的某一个部分推动,要么整体被整体推动。
εἰ μὲν οὖν τῷ κινεῖσθαί τι μόριον αὐτὸ ὑφʼ αὑτοῦ, τοῦτʼ ἂν εἴη τὸ πρῶτον αὐτὸ αὑτὸ κινοῦν (χωρισθὲν γὰρ τοῦτο μὲν κινήσει αὐτὸ αὑτό, τὸ δὲ ὅλον οὐκέτι)·
因此,如果是因为某个部分自身推动自身[而使整体运动],那么这个部分就将是本源的自我运动者(因为如果将它分离出来,它自身仍能推动自身,而整体则不能了)。
εἰ δὲ ὅλον ὑφʼ ὅλου κινεῖται, κατὰ συμβεβηκὸς ἂν ταῦτα κινοῖ αὐτὰ ἑαυτά.
但如果整体被整体推动,那么这些部分就只是偶然地自我推动。
ὥστε εἰ μὴ ἀναγκαῖον, εἰλήφθω μὴ κινούμενα ὑφʼ αὐτῶν.
因此,既然这不是必然的,就让我们假定它们不被自身推动。
τῆς ὅλης ἄρα τὸ μὲν κινήσει ἀκίνητον ὄν τὸ δὲ κινηθήσεται· μόνως γὰρ οὕτως οἶόν τέ τι αὐτοκίνητον εἶναι.
由此,在整体中,一部分将作为不动的动者进行推动,而另一部分将将被推动;因为只有这样,某物才可能是自我运动的。
ἔτι εἴπερ ἡ ὅλη αὐτὴ αὐτὴν κινεῖ, τὸ μὲν κινήσει αὐτῆς, τὸ δὲ κινήσεται.
此外,如果整体推动自身,那么它的一部分将推动,另一部分将被推动。
ἡ ἄρα ΑΒ ὑφʼ αὑτῆς τε κινηθήσεται καὶ ὑπὸ τῆς Α. ἐπεὶ δὲ κινεῖ τὸ μὲν κινούμενον ὑπʼ ἄλλου τὸ δʼ ἀκίνητον ὄν, καὶ κινεῖται τὸ μὲν κινοῦν τὸ δὲ οὐδὲν κινοῦν, τὸ αὐτὸ αὐτὸ κινοῦν ἀνάγκη ἐξ ἀκινήτου εἶναι κινοῦντος δέ, καὶ ἔτι ἐκ κινουμένου μὴ κινοῦντος δʼ ἐξ ἀνάγκης, ἀλλʼ ὁπότερʼ ἔτυχεν.
因此,AB既被自身推动,又被A推动。 而既然动者或被他物推动或自身不动,而被推动者或推动某物或不推动任何物,那么自我运动者就必然由一个不动但推动的部分,以及另一个被推动但并非必然推动(而是偶然如此)的部分所构成。
ἔστω γὰρ τὸ Α κινοῦν μὲν ἀκίνητον δέ, τὸ δὲ Β κινούμενόν τε ὑπὸ τοῦ Α καὶ κινοῦν τὸ ἐφʼ ᾧ Γ, τοῦτο δὲ κινούμενον μὲν ὑπὸ τοῦ Β, μὴ κινοῦν δὲ μηδέν· εἴπερ γὰρ καὶ διὰ πλειόνων ἥξει ποτὲ εἰς τὸ Γ, ἔστω δʼ ἑνὸς μόνου.
因为,设A为不动之动者,B为被A推动且推动C者,而C则被 B推动且不推动任何物(因为即使通过多个中介最终到达C,我们也权且设其只通过一个中介)。
τὸ δὴ ἅπαν ΑΒΓ αὐτὸ ἑαυτὸ κινεῖ.
于是,整个ABC是自我运动的。
ἀλλʼ ἐὰν ἀφέλω τὸ Γ, τὸ μὲν ΑΒ κινήσει αὐτὸ ἑαυτό, τὸ μὲν Α κινοῦν τὸ δὲ Β κινούμενον, τὸ δὲ Γ οὐ κινήσει αὐτὸ ἑαυτό, οὐδʼ ὅλως κινήσεται.
但如果我去掉C,AB将自我运动(A为动者,B为被动者),而C既不自我运动,也根本不被推动。
ἀλλὰ μὴν οὐδʼ ἡ ΒΓ κινήσει αὐτὴ ἑαυτὴν ἄνευ τοῦ Α· τὸ γὰρ Β κινεῖ τῷ κινεῖσθαι ὑπʼ ἄλλου, οὐ τῷ ὑφʼ αὐτοῦ τινὸς μέρους.
但是, BC在没有A的情况下也决不能自我运动;因为B的推动是由于被他物推动,而不是由于其自身的某个部分。
τὸ ἄρα ΑΒ μόνον αὐτὸ ἑαυτὸ κινεῖ.
因此,只有AB是自我运动的。
ἀνάγκη ἄρα τὸ αὐτὸ ἑαυτὸ κινοῦν ἔχειν τὸ κινοῦν ἀκίνητον δέ, καὶ τὸ κινούμενον μηδὲν δὲ κινοῦν ἐξ ἀνάγκης, ἁπτόμενα ἤτοι ἄμφω ἀλλήλων ἢ θατέρου θάτερον.
所以,自我运动者必须拥有一个不动之动者,以及一个必然不推动任何物的被动者,它们要么相互接触,要么一方接触另一方。
εἰ μὲν οὖν συνεχές ἐστι τὸ κινοῦν (τὸ μὲν γὰρ κινούμενον ἀναγκαῖον εἶναι συνεχές), ἅψεται ἑκάτερον ἑκατέρου.
如果动者是连续的(因为被动者必然是连续的),那么两者就会相互接触。
δῆλον δὴ ὅτι τὸ πᾶν αὐτὸ ἑαυτὸ κινεῖ οὐτῷ αὐτοῦ τι εἶναι τιοῦτον οἶον αὐτὸ αὐτὸ κινεῖν, ἀλλʼ ὅλον κινεῖ αὐτὸ ἑαυτό, κινούμενόν τε καὶ κινοῦν τῷ αὐτοῦ τι εἶναι τὸ κινοῦν καὶ τὸ κινούμενον.
因此显而易见,整体之自我运动并不是因为它的某个部分具有自我运动的性质,而是整体在自我运动,通过一部分作为动者、另一部分作为被动者,而同时进行着被动与推动。
οὐ γὰρ ὅλον κινεῖ οὐδʼ ὅλον κινεῖται, ἀλλὰ κινεῖ μὲν ἡ τὸ Α, κινεῖται δὲ ἡ τὸ Β μόνον.
因为并不是整体在推动,也不是整体在被推动,而只是A在推动,只有B在被推动。
ἀπορίαν δʼ ἔχει, ἐὰν ἀφείῃ τις ἢ τῆς Α, εἰ συνεχὲς τὸ κινοῦν μὲν ἀκίνητον δέ, ἢ τῆς Β τῆς κινουμένης·
然而,这会带来一个困难:如果有人从A(若不动之动者是连续的)或从被推动的B中去掉一部分,那么A的剩余部分还会推动,或者B的剩余部分还会将被推动吗?
ἡ λοιπὴ ἆρα κινήσει τῆς Α ἢ τῆς Β κινηθήσεται;
因为如果是这样,AB就不是本源地被自身推动了。
εἰ γὰρ τοῦτο, οὐκ ἂν εἴη πρώτως κινουμένη ὑφʼ αὑτῆς ἡ τὸ ΑΒ. ἀφαιρεθείσης γὰρ ἀπὸ τῆς ΑΒ, ἔτι κινήσει αὐτὴν ἡ λοιπὴ ΑΒ. ἢ δυνάμει μὲν ἑκάτερον οὐδὲν κωλύει ἢ θάτερον, τὸ κινούμενον, διαιρετὸν εἶναι, ἐντελεχείᾳ δʼ ἀδιαίρετον·
因为从AB中去掉一部分后,剩余的AB仍将推动自身。
ἐὰν δὲ διαιρεθῇ, μηκέτι εἶναι ἔχον τὴν αὐτὴν φύσιν· ὥστʼ οὐδὲν κωλύει ἐν διαιρετοῖς δυνάμει πρώτως ἐνεῖναι.
或者,没有什么能阻止它们中的每一个,或其中之一(即被推动的部分),在潜能上是可分的,但在现实上是不可分的(而如果被分割了,它就不再具有相同的本性;因此,没有什么能阻止它本源地存在于潜能上可分的事物之中)?
φανερὸν τοίνυν ἐκ τούτων ὅτι ἔστιν τὸ πρώτως κινοῦν ἀκίνητον·
因此,从这些事情中可以清楚地看到,本源的动者是不动的。
εἴτε γὰρ εὐθὺς ἵσταται τὸ κινούμενον, ὑπό τινος δὲ κινούμενον, εἰς ἀκίνητον τὸ πρῶτον, εἴτε εἰς κινούμενον μέν, αὐτὸ δʼ αὑτὸ κινοῦν καὶ ἱστάν, ἀμφοτέρως συμβαίνει τὸ πρώτως κινοῦν ἅπασιν εἶναι τοῖς κινουμένοις ἀκίνητον.
因为不论被推动者(它被某物推动)是立刻在第一个不动者处停下来,还是在那个自我运动并使自身停下来的动者处停下来,在两种情况下,对于所有被推动者来说,本源的动者都必定是不动的。

词汇与语法注释

  1. 257b26τοῦ πρώτως αὐτὸ αὑτὸ κινοῦντος — 此属格为部分属格,修饰其后的主语“不论是一个部分还是多个部分(οὔτε ἓν μόριον οὔτε πλείω)”,意为“在本源地自我运动的(整体的)部分中……”。
  2. 257b30τῷ κινεῖσθαί τι μόριον αὐτὸ ὑφʼ αὑτοῦ — 不带介词的与格动名词性不定式(τῷ κινεῖσθαι),表示手段或原因(通过……)。该不定式在逻辑上的主语是“某个部分(τι μόριον)”。
  3. 258a1τῆς ὅλης — 阴性单数属格。此词作为部分属格,指代文脉中的“整体(ἡ ὅλη / ἡ ΑΒ)”,并引出后面的“一部分(τὸ μὲν)……另一部分(τὸ δὲ)”。
  4. 258a22οὐ τῷ αὐτοῦ τι εἶναι τοιοῦτον — 因果/手段与格不定式(τῷ εἶναι)的否定形式。该不定式的主语是带有部分属格“它的(αὐτοῦ)”的不定代词“某物(τι)”,结构上意为“并不是因为它的某个部分是如此这般(能自我运动)的……”。
  5. 258a27ἢ τῆς Α ... ἢ τῆς Β — 属格“τῆς Α”与“τῆς Β”是分离属格,受条件从句中动词“去掉(ἀφελῇ)”的支配,表示从该对象中分离出部分,意为“从A中去掉……或从B中去掉……”。
  6. 258b1δυνάμει μὲν ... ἐντελεχείᾳ δʼ — 此句是受无人称动词“没有什么能阻止(οὐδὲν κωλύει)”支配的宾格加不定式结构。它对比了“在潜能上(δυνάμει)”主语“每一个,或其中之一,即被动者(ἑκάτερον ... ἢ θάτερον, τὸ κινούμενον)”是“可分的(διαιρετὸν εἶναι)”,而“在现实上(ἐντελεχείᾳ)”则是“不可分的(ἀδιαίρετον)”。

引用这一段

亚里士多德, 物理学 §8.5#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:8.5%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。