Humanitext Reader

亚里士多德 · 物理学 §8.5#2

自我推动者中推动部分与被推动部分的区分

第 101 段,共 113 段 · 希腊语

内容简介

若动者必然被推动,由于运动种类有限,这一过程不可能无限后退,因而必定存在自我推动者或不动动者。此外,自我推动者不能整体推动自身,而必须分为推动的部分和被推动的部分。

§8.5#2ἀλλὰ μὴν εἰ μὴ κατὰ συμβεβηκὸς ἀλλʼ ἐξ ἀνάγκης κινεῖται τὸ κινοῦν, εἰ δὲ μὴ κινοῖτο, οὐκ ἂν κινοίη, ἀνάγκη τὸ κινοῦν, κινεῖται, ἤτοι οὕτω κινεῖσθαι ὥς γε κατὰ τὸ αὐτὸ εἶδος τῆς κινήσεως, ἢ καθʼ ἕτερον.
但是,如果动者不是偶然地而是必然地被推动,且如果它不被推动,它就不会推动,那么动者既然被推动,就必然要么以同一种运动方式被推动,要么以另一种方式被推动。
λέγω δʼ ἤτοι τὸ θερμαῖνον καὶ αὐτὸ θερμαίνεσθαι καὶ τὸ ὑγιάζον ὑγιάζεσθαι καὶ τὸ φέρον φέρεσθαι, ἢ τὸ ὑγιάζον φέρεσθαι, τὸ δὲ φέρον αὐξάνεσθαι.
我的意思是:要么使热者自身也被加热,治愈者自身也被治愈,携带者自身也被携带;要么治愈者被携带,而携带者则被增大。
ἀλλὰ φανερὸν ὅτι ἀδύνατον·
但显而易见,这是不可能的。
δεῖ γὰρ μέχρι τῶν ἀτόμων διαιροῦντα λέγειν, οἷον εἴ τι διδάσκει γεωμετρεῖν, τοῦτο διδάσκεσθαι γεωμετρεῖν τὸ αὐτό, ἢ εἰ ῥιπτεῖ, ῥιπτεῖσθαι τὸν αὐτὸν τρόπον τῆς ῥίψεως·
因为必须细分到不可分者(个别者)来进行说明,例如,如果有某物在教授几何学,那么这同一物也必须在学习几何学,或者如果有某物在投掷,它也必须以同样的投掷方式被投掷。
ἢ οὕτως μὲν μή, ἄλλο δʼ ἐξ ἄλλου γένους, οἷον τὸ φέρον μὲν αὔξανεσθαι, τὸ δὲ τοῦτο αὖξον ἀλλοιοῦσθαι ὑπʼ ἄλλου, τὸ δὲ τοῦτο ἀλλοιοῦν ἑτέραν τινὰ κινεῖσθαι κίνησιν.
或者如果不是这样,而是从一个种类到另一个种类,例如,携带者被增大,而增大此物者被他物所质变,质变此物者又被推动进行其他某种运动。
ἀλλʼ ἀνάγκη στῆναι· πεπερασμέναι γὰρ αἱ κινήσεις.
但是,这必然要停下来;因为运动的种类是有限的。
τὸ δὲ πάλιν ἀνακάμπτειν καὶ τὸ ἀλλοιοῦν φάναι φέρεσθαι τὸ αὐτὸ ποιεῖν ἐστὶ κἂν εἰ εὐθὺς ἔφη τὸ φέρον φέρεσθαι καὶ διδάσκεσθαι τὸ διδάσκον (δῆλον γὰρ ὅτι κινεῖται καὶ ὑπὸ τοῦ ἀνωτέρω κινοῦντος τὸ κινούμενον πᾶν, καὶ μᾶλλον ὑπὸ τοῦ προτέρου τῶν κινούντων.
而再度折返回来,说质变者被携带,这与直接说携带者被携带以及教授者被教授,做的是同样的事情。 (因为显而易见,凡被推动者也都受到更高级的动者的推动,并且更多地受到先在的动者的推动。
ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· τὸ διδάσκον γὰρ συμβαίνει μανθάνειν, ὧν τὰ μὲν μὴ ἔχειν τὸ δὲ ἔχειν ἐπιστήμην ἀναγκαῖον.
但是,这确实是不可能的;因为这会导致教授者正在学习,而在这些事情(教授与学习)中,必然是其中一方没有知识,而另一方拥有知识。
ἔτι δὲ μᾶλλον τούτων ἄλογον, ὅτι συμβαίνει πᾶν τὸ κινητικὸν κινητόν, εἴπερ ἅπαν ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον·
)此外,比这些更为不合理的是,如果凡被推动者都是被自身处于被推动状态的动者所推动,那么凡具有推动能力者都将是可推动的(可动的)。
ἔσται γὰρ κινητόν, ὥσπερ εἴ τις λέγοι πᾶν τὸ ὑγιαστικὸν ὑγιαστὸν εἶναι, καὶ τὸ οἰκοδομητικὸν οἰκοδομητόν, ἢ εὐθὺς ἢ διὰ πλειόνων·
因为,这就像是有人说凡有治愈能力者都是可治愈的,凡有建筑能力者都是可建筑的一样,不管是立即如此,还是通过多个中介。
λέγω δʼ οἶον εἰ κινητὸν μὲν ὑπʼ ἄλλου πᾶν τὸ κινητικόν, ἀλλʼ οὐ ταύτην τὴν κίνησιν κινητὸν ἣν κινεῖ τὸ πλησίον, ἀλλʼ ἑτέραν, οἷον τὸ ὑγιαστικὸν μαθητικόν, ἀλλὰ τοῦτο ἐπαναβαῖνον ἥξει ποτὲ εἰς τὸ αὐτὸ εἶδος, ὥσπερ εἴπομεν πρότερον.
我的意思是,例如,如果凡具有推动能力者都是可被他物推动的,但它不是在它推动邻近者时的那同一个运动中被推动,而是在另一个运动中被推动(例如,具有治愈能力者是可学习的),但这一过程向上追溯,如前所述,最终会达到同一种类。
τὸ μὲν οὖν τούτων ἀδύνατον, τὸ δὲ πλασματῶδες· ἄτοπον γὰρ τὸ ἐξ ἀνάγκης τὸ ἀλλοιωτικὸν αὐξητὸν εἶναι.
因此,这些情况中,一者是不可能的,另一者则是虚构的(因为质变者必然是可增大的,这是荒谬的)。
οὐκ ἄρα ἀνάγκη ἀεὶ κινεῖσθαι τὸ κινούμενον ὑπʼ ἄλλου, καὶ τούτου κινουμένου· στήσεται ἄρα.
因此,被他物推动者并非必然总是被推动,且此动者也并非必然被推动;因此,这会停下来。
ὥστε ἤτοι ὑπὸ ἠρεμοῦντος κινήσεται τὸ κινούμενον πρῶτον, ἢ αὐτὸ ἑαυτὸ κινήσει.
所以,最初的被推动者,要么被静止者所推动,要么它将自我推动。
ἀλλὰ μὴν καὶ εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ ἀρχὴ τὸ αὐτὸ αὐτὸ κινοῦν ἢ τὸ ὑπʼ ἄλλου κινούμενον, ἐκεῖνο πᾶς ἂν θείη·
但是,如果我们必须考察,在“自身推动自身者”和“被他物推动者”中,哪一个是运动的原因和原理,那么任何人都会选择前者。
τὸ γὰρ αὐτὸ καθʼ αὐτὸ ὃν ἀεὶ πρότερον αἴτιον τοῦ καθʼ ἕτερον καὶ αὐτοῦ ὄντος.
因为以自身为原因者,总是先于由于他物为原因且自身亦为原因者。
ὥστε τοῦτο σκεπτέον λαβοῦσιν ἄλλην ἀρχήν, εἴ τι κινεῖ αὐτὸ αὐτό, πῶς κινεῖ καὶ τίνα τρόπον.
因此,我们必须换一个原理来考察:如果某物推动自身,它是如何推动的,又是以什么方式推动的。
ἀναγκαῖον δὴ τὸ κινούμενον ἅπαν εἶναι διαιρετὸν εἰς ἀεὶ διαιρετά·
凡被推动者都必然是可分的,且能无限分割。
τοῦτο γὰρ δέδεικται πρότερον ἐν τοῖς καθόλου τοῖς περὶ φύσεως, ὅτι πᾶν τὸ καθʼ αὐτὸ κινούμενον συνεχές.
因为这在关于自然的一般论著(《物理学》前几卷)中已经证明:凡因自身而运动者都是连续的。
ἀδύνατον δὴ τὸ αὑτὸ αὐτὸ κινοῦν πάντῃ κινεῖν αὐτὸ αὐτό·
那么,自身推动自身者不可能在所有方面(其全体)都推动自身。
φέροιτο γὰρ ἂν ὅλον καὶ φέροι τὴν αὐτὴν φοράν, ἓν ὂν καὶ ἄτομον τῷ εἴδει, καὶ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι ἂν καὶ μανθάνοι ἅμα, καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγίειαν.
因为如果是这样,它将作为整体被携带并导致相同的位移,作为在种上单一且不可分割的整体,并且它会发生质变并引起质变,从而导致它同时在教授又在学习,在同一健康状态上既在治愈又被治愈。
ἔτι διώρισται ὅτι κινεῖται τὸ κινητόν· τοῦτο δʼ ἐστὶν δυνάμει κινούμενον, οὐκ ἐντελεχείᾳ, τὸ δὲ δυνάμει εἰς ἐντελέχειαν βαδίζει, ἔστιν δʼ ἡ κίνησις ἐντελέχεια κινητοῦ ἀτελής.
此外,已经被确定的是,可推动者是被推动的;而这是潜能上的被推动,而非现实上的,潜能者向现实发展,而运动就是可推动者的不完全的现实。
τὸ δὲ κινοῦν ἤδη ἐνεργείᾳ ἔστιν, οἷον θερμαίνει τὸ θερμὸν καὶ ὅλως γεννᾷ τὸ ἔχον τὸ εἶδος.
但动者已经是现实存在的,例如,热者使之热,总之,拥有形相者使之生成。
ὥσθʼ ἅμα τὸ αὐτὸ κατὰ τὸ αὐτὸ θερμὸν ἔσται καὶ οὐ θερμόν.
因此,同一事物在同一方面将同时又是热的又是不热的。
ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον, ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ συνώνυμον.
同样地,对于其他一切动者必须拥有与其同名之性质的事物也是如此。
τὸ μὲν ἄρα κινεῖ τὸ δὲ κινεῖται τοῦ αὐτὸ αὑτὸ κινοῦντος.
因此,在自身推动自身者中,必然是一部分在推动,另一部分在被推动。
ὅτι δ᾿ οὐκ ἔστιν αὐτὸ αὑτὸ κινοῦν οὕτως ὥσθʼ ἑκάτερον ὑφ᾿ ἑκατέρου κινεῖσθαι, ἐκ τῶνδε φανερόν.
然而,自身推动自身者并不是以“每一部分都相互被对方推动”的方式存在的,这从以下几点可以看得很清楚。
οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐ. δέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον (τὸ γὰρ πρότερον αἰτιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· διχῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπʼ ἄλλου κινούμενον αὐτό, τὸ δʼ αὑτῶ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ)· ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι εἰ μὴ ὑφʼ αὑτοῦ· κατὰ συμβεβηκὸς ἄρα ἀντικινεῖ θάτερον.
因为如果每一部分都推动对方,就没有任何第一动者存在(因为先在者比较后者更具有使之运动的原因性,且推动作用更大;因为推动有两种方式:一者是被他物推动之物自身进行推动,二者是凭自身推动;而距离被推动者较远者比中间者更接近原理);此外,动者若不是被自身推动,就没有必要被推动;因此,另一者反过来推动它是偶然的。
ἔλαβον τοίνυν ἐνδέχεσθαι μὴ κινεῖν·
所以,我设定了不推动是可能的。
ἔστιν ἄρα τὸ μὲν κινούμενον τὸ δὲ κινοῦν ἀκίνητον.
因此,一部分是被推动者,另一部分是不动的动者。
ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν ἀντικινεῖσθαι, ἀλλʼ ἢ ἀκίνητόν γέ τι κινεῖν ἀνάγκη ἢ αὐτὸ ὑφʼ αὑτοῦ κινούμενον, εἴπερ ἀνάγκη ἀεὶ κίνησιν εἶναι.
此外,动者没有必要被反向推动,但如果运动必须永远存在,那么要么必须有某种不动的动者在推动,要么必须有其自身被自身推动之物在推动。
ἔτι ἣν κινεῖ κίνησιν, κινοῖτʼ ἄν, ὥστε τὸ θερμαῖνον θερμαίνεται.
此外,它推动何种运动,它自身就会以何种运动被推动,从而使温热者自身也被温热。

词汇与语法注释

  1. 256b30ἀνάγκη τὸ κινοῦν, κινεῖται, ἤτοι — 关于动词 κινεῖται 的结构,既可以看作其前省略了关系代词 ὅ(即“被推动的动者”),也可以看作条件从句 εἰ κινεῖται 的缩写。结合前文“非偶然而是必然地被推动”的语境,此处应当采用关系子句的理解,译为“(自身)被推动的动者”。
  2. 257a14ὧν τὰ μὲν μὴ ἔχειν τὸ δὲ ἔχειν ἐπιστήμην — 关系代词 ὧν 是复数属格,指代前文的“教授”与“学习”(或教学者与学习者)。对格的对照代词 τὰ μὲν ... τὸ δὲ ... 用作不定式 ἔχειν 的主语,形成了受 ἀναγκαῖον 支配的双重对格不定式结构,意为“在它们之中,必然是其中一方(学习者)没有知识,而另一方(教授者)拥有知识”。
  3. 257a20ἀλλὰ τοῦτο ἐπαναβαῖνον ἥξει — 现在分词 ἐπαναβαῖνον 表示条件或假设(“若向上追溯系列”)。这里用于支持一个归谬论证:即使运动的锁链不断转向不同种类的运动,由于运动种类的总数是有限的,因此向上追溯(ἐπαναβαῖνον)必然会使其在某一时刻重新回到同一种运动。
  4. 257b12ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ συνώνυμον — 关系代词 ὅσων 是属格,修饰前文的“其他一切事物(τῶν ἄλλων ἕκαστον)”。ἀνάγκη 之后省略了不定式(如 εἶναι),意为“在那些动者必然拥有与其同名之性质的一切其他事物中”。这体现了亚里士多德的自然哲学原理:施动者必须在现实上已经具备它要赋予受动者的那种性质或形相(同名性原理)。

引用这一段

亚里士多德, 物理学 §8.5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:8.5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。