Humanitext Reader

亚里士多德 · 物理学 §8.5#1

第一动者与自身运动者的必然性

第 100 段,共 113 段 · 希腊语

内容简介

作者提出了第一动者引起运动的两种方式(直接或通过中介),并通过工具性运动的有限性,论证了必须存在一个自我运动者,且最终存在一个不动的动者。

§8.5#1Τοῦτο δὲ διχῶς· ἢ γὰρ οὐ δʼ αὐτὸ τὸ κινοῦν, ἀλλὰ διʼ ἕτερον ὃ κινεῖ τὸ κινοῦν, ἢ διʼ αὐτό, καὶ τοῦτο ἢ πρῶτον μετὰ τὸ ἔσχατον ἢ διὰ πλειόνων, οἶον ἡ βακτηρία κινεῖ τὸν λίθον καὶ κινεῖται ὑπὸ τῆς χειρὸς κινουμένης ὑπὸ τοῦ ἀν. θρώπου, οὗτος δʼ οὐκέτι τῷ ὑπʼ ἄλλου κινεῖσθαι.
这发生于两种情况:因为动者要么不是通过自身而推动,而是通过推动该动者的他物,要么是通过自身;而后者要么是在最后者之后作为第一者,要么是通过多个中介,例如手杖推动石头,且手杖被被人推动的手所推动,而此人则不再是因为被他物推动而推动。
ἄμφω δὴ κινεῖν φαμέν, καὶ τὸ τελευταῖον καὶ τὸ πρῶτον τῶν κινούντῶν, ἀλλὰ μᾶλλον τὸ πρῶτον· ἐκεῖνο γὰρ κινεῖ τὸ τελευταῖον, ἀλλʼ οὐ τοῦτο τὸ πρῶτον, καὶ ἄνευ μὲν τοῦ πρώτου τὸ τελευταῖον οὐ κινήσει, ἐκενο δʼ ἄνευ τούτου, οἶον ἡ βακτηρία οὐ κινήσει μὴ κινοῦντος τοῦ ἀνθρώπου.
我们确实说两者都在推动,即推动者中的最后者和第一者,但更确切地说是第一者;因为前者推动最后者,而后者不推动第一者,且没有第一者,最后者就不能推动,但前者没有后者也可以,例如若人不动,手杖就不会动。
εἰ δὴ ἀνάγκη πᾶν τὸ κινούμενον ὑπό τινός τε κινεῖσθαι, καὶ ἢ ὑπὸ κινουμένου ὑπʼ ἄλλου ἢ μή, καὶ εἰ μὲν ὑπʼ ἄλλου, ἀνάγκη τι εἶναι κινοῦν ὃ οὐχ ὑπʼ ἄλλου πρῶτον, εἰ δὲ τοιοῦτο τὸ πρῶτον, οὐκ ἀνάγκη θάτερον (ἀδύνατον γὰρ εἰς ἄπειρον ἰέναι τὸ κινοῦν καὶ κινούμενον ὑπʼ ἄλλου αὐτό· τῶν γὰρ ἀπείρων οὐκ ἔστιν οὐδὲν πρῶτον—εἰ οὖν ἅπαν μὲν τὸ κινούμενον ὑπό τινος κινεῖται, τὸ δὲ πρῶτον κινοῦν κινεῖται μέν, οὐχ ὑπʼ ἄλλου δέ, ἀνάγκη αὐτὸ ὑφʼ αὐτοῦ κινεῖσθαι.
如果说,凡被推动者都必然被某物推动,且要么被被他物推动者所推动,要么不,且如果确实是被他物推动者所推动,则必然存在某个不被他物推动的第一动者,而如果第一者是这样的,则另一者就不是必然的(因为动者和本身被他物推动者不可能无限后退;因为在无限者中没有任何第一者——因此,如果凡被推动者都被某物推动,而第一动者虽然被推动,但不是被他物推动,则它必然被自身推动)。
ἔτι δὲ καὶ ὧδε τὸν αὐτὸν τοῦτον λόγον ἔστιν ἐπελθεῖν.
此外,我们也可以用同样的方法来探讨这同一论证。
πᾶν γὰρ τὸ κινοῦν τίτε κινεῖ καὶ τινί.
因为凡动者都在推动某物且用某物推动。
ἢ γὰρ αὐτῷ κινεῖ τὸ κινοῦν ἢ ἄλλῳ, οἷον ἄνθρωπος ἢ αὐτὸς ἢ τῇ βακτηρίᾳ, καὶ ὁ ἄνεμος κατέβαλεν ἢ αὐτὸς ἢ ὁ λίθος ὃν ἔωσεν.
因为动者要么是用自身推动,要么是用他物推动,例如人要么用他自身,要么用手杖,风吹倒某物要么用它自身,要么用它所推动的石头。
ἀδύνατον δὲ κινεῖν ἄνευ τοῦ αὐτὸ αὐτῷ κινοῦντος τὸ ᾧ κινεῖ· ἀλλʼ εἰ μὲν αὐτὸ αὐτῷ κινεῖ, οὐκ ἀνάγκη ἄλλο εἶναι ᾧ κινεῖ, ἂν δὲ ᾖ ἕτερον τὸ ᾧ κινεῖ, ἔστιν τι ὃ κινήσει οὐ τινὶ ἀλλʼ αὐτῷ, ἢ εἰς ἄπειρον εἶσιν.
但是,没有用自身推动的动者,用以推动的工具是不可能推动的;如果它确实用自身推动,则没有必要有另一个用以推动的工具;但如果有另一个用以推动的工具,则必有某个不是用某种工具而是用自身推动的动者,否则就会无限后退。
εἰ οὖν κινούμενόν τι κινεῖ, ἀνάγκη στῆναι καὶ μὴ εἰς ἄπειρον ἰέναι· εἰ γὰρ ἡ βακτηρία κινεῖ τῷ κινεῖσθαι ὑπὸ τῆς χειρός, ἡ χεὶρ κινεῖ τὴν βακτηρίαν· εἰ δὲ καὶ ταύτῃ ἄλλο κινεῖ, καὶ ταύτην ἕτερόν τι τὸ κινοῦν.
因此,如果某个正在被推动的物在推动,它必然会停下来而不会无限后退;因为如果手杖由于被手推动而推动,手就在推动手杖;而如果对于手也有他物在推动,那么推动这只手的也是另一个动者。
ὅταν δή τινι κινῇ ἀεὶ ἕτερον, ἀνάγκη εἶναι πρότερον τὸ αὐτὸ αὑτῷ κινοῦν.
因此,每当总是由他物用某种工具推动时,必然先有由自身推动的动者。
εἰ οὖν κινεῖται μὲν τοῦτο, μὴ ἄλλο δὲ τὸ κινοῦν αὐτό, ἀνάγκη αὐτὸ αὐτὸ κινεῖν· ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον ἤτοι εὐθὺς τὸ κινοῦ. μενον ὑπὸ τοῦ αὐτὸ κινοῦντος κινεῖται, ἢ ἔρχεταί ποτε εἰς τὸ τοιοῦτον.
因此,如果这个动者虽然被推动,但没有其他动者推动它,它必然自我推动;所以,根据这一论证,被推动者要么立即被自我推动者所推动,要么最终会达到这样的一种动者。
πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὧδε σκοποῦσι ταὐτὰ συμβήσεται ταῦτα, εἰ γὰρ ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον πᾶν, ἤτοι τοῦτο ὑπάρχει τοῖς πράγμασιν κατὰ συμβεβηκός, ὥστε κινεῖν μὲν κινούμενον, οὐ μέντοι διὰ τὸ κινεῖσθαι αὐτό, ἢ οὔ, ἀλλὰ καθʼ αὑτό.
除了已说过的之外,对于那些按如下方式考察的人来说,也会得出同样的结论。 因为如果凡被推动者都是被另一个被推动者所推动,这在事物中要么是偶然地存在,从而使之在被推动时进行推动,但并不是因为它本身被推动,要么不是,而是本质地存在。
πρῶτον μὲν οὖν εἰ κατὰ συμβεβηκός, οὐκ ἀνάγκη κινεῖσθαι τὸ κινοῦν.
首先,如果是偶然的,那么动者就不必然被推动。
εἰ δὲ τοῦτο, δῆλον ὡς ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι τῶν ὄντων· οὐ γὰρ ἀναγκαῖον τὸ συμβεβηκός, ἀλλʼ ἐνδεχόμενον μὴ εἶναι.
如果是这样,显而易见,随时都有可能存在没有任何事物在推动的情况;因为偶然的事物不是必然的,而是可能不存在的。
ἐὰν οὖν θῶμεν τὸ δυνατὸν εἶναι, οὐδὲν ἀδύνατον συμβήσεται, ψεῦδος δʼ ἴσως.
如果我们假定可能存在的情况是事实,不会得出任何不可能的结论,虽然也许是虚假的。
ἀλλὰ τὸ κίνησιν μὴ εἶναι ἀδύνατον· δέδεικται γὰρ πρότερον ὅτι ἀνάγκη κίνησιν ἀεὶ εἶναι.
但是,不存在运动是不可能的;因为前面已经证明,运动必须永远存在。
καὶ εὐλόγως δὲ τοῦτο συμβέβηκεν.
而这一结论的得出是合理的。
τρία γὰρ ἀνάγκη εἶναι, τό τε κινούμενον καὶ τὸ κινοῦν καὶ τὸ ᾧ κινεῖ.
因为必然存在三样东西:被推动者、推动者、以及用以推动的工具。
τὸ μὲν οὖν κινούμενον ἀνάγκη κινεῖσθαι, κινεῖν δʼ οὐκ ἀνάγκη· τὸ δʼ ᾧ κινεῖ, καὶ κινεῖν καὶ κινεῖσθαι (συμμεταβάλλει γὰρ τοῦτο ἃμα καὶ κατὰ τὸ αὐτὸ τῷ κινουμένῳ ὄν· δῆλον δʼ ἐπὶ τῶν κατὰ τόπον κινούντων· ἄπτεσθαι γὰρ ἀλλήλων ἀνάγκη μέχρι τινός)· τὸ δὲ κινοῦν οῦτως ὥστʼ εἶναι μὴ ᾧ κινεῖ, ἀκίνητον.
被推动者必然被推动,但不必然推动他物;而用以推动的工具,则必然既推动又被推动(因为它与被推动者在同一时间、同一方面共同变化;这在空间运动的动者中是显而易见的,因为它们在一定程度上必须相互接触);而其推动方式不是用以推动之工具的推动者,则必须是不动的。
ἐπεὶ δʼ ὁρῶμεν τὸ ἔσχατον, ὃ κινεῖσθαι μὲν δύναται, κινήσεως δʼ ἀρχὴν οὐκ ἔχει, καὶ ὃ κινεῖται μέν, οὐχ ὑπʼ ἄλλου δὲ ἀλλʼ ὑφʼ αὐτοῦ, εὔλογον, ἵνα μὴ ἀναγκαῖον εἴπωμεν, καὶ τὸ τρίτον εἶναι ὃ κινεῖ ἀκίνητον ὄν.
既然我们看到了最后者,它虽然能被推动,但没有运动的原理,也看到了虽然被推动,但不是被他物而是被自身推动者,那么,即使我们不说“必然的”,存在着那在不动状态下进行推动的第三者也是合理的。
διὸ καὶ Ἀναξαγόρας ὀρθῶς λέγει, τὸν νοῦν ἀπαθῆ φάσκων καὶ ἀμιγῆ εἶναι, ἐπειδή γε κινήσεως ἀρχὴν αὐτὸν εἶναι ποιεῖ· οὕτω γὰρ μόνως ἂν κινοίη ἀκίνητος ὢν καὶ κρατοίη ἀμιγὴς ὤν.
因此,阿那克萨哥拉也是正确地主张,理智是无受动性且是无混合的,因为他确实把理智作为运动的原理;因为只有这样,它才能在不动的情况下推动,并在无混合的情况下进行主导。

词汇与语法注释

  1. ¦5¦Τοῦτο δὲ διχῶς· ἢ γὰρ οὐ δʼ αὐτὸ τὸ κινοῦν, ἀλλὰ διʼ ἕτερον ὃ κινεῖ τὸ κινοῦν, ἢ διʼ αυτό... — 此处解释了动者(τὸ κινοῦν)引起运动的两种方式:一种是不通过自身,而是通过推动该动者的他物(διʼ ἕτερον ὃ κινεῖ τὸ κινοῦν)进行媒介推动;另一种是通过自身(διʼ αὑτό)进行推动,后者又进一步细分为直接推动或通过多个中介推动。
  2. ¦15¦εἰ δὲ τοιοῦτο τὸ πῶτον, οὐκ ἀνάγκη θάτερον — 这是一个省略句,意指如果第一动者是那样的(即不被他物推动,τοιοῦτο τὸ πρῶτον),那么“另一者”(θάτερον,即被推动的动者的无限后退)就不是必要的。这是对前述两难推理的逻辑结论。
  3. ¦25¦ἀδύνατον δὲ κινεῖν ἄνευ τοῦ αὐτὸ αὑτῷ κινοῦντος τὸ ᾧ κινεῖ — 介词 `ἄνευ` 支配属格分词短语 `τοῦ αὐτὸ αὑτῷ κινοῦντος`(用自身推动者),而宾格短语 `τὸ ᾧ κινεῖ`(用以推动的工具)则是不定式 `κινεῖν` 的逻辑主语。由于语序倒装,需要注意理清主从关系。
  4. ¦15¦τὸ δὲ κινοῦν οὕτως ὥστʼ εἶναι μὴ ᾧ κινεῖ, ἀκίνητον — 主语是 `τὸ δὲ κινοῦν`(动者),修饰它的从句是 `οὕτως ὥστʼ εἶναι μὴ ᾧ κινεῖ`(其方式并非作为用以推动的工具)。谓语形容词 `ἀκίνητον`(不动的)后方,根据上下文省略了表示必然性的 `ἀνάγκη εἶναι`(必然是/必须是)。

引用这一段

亚里士多德, 物理学 §8.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:8.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。