§8.4#1Γῶν δὴ κινούντων καὶ κινουμένων τὰ μὲν κατὰ συμβεβηκὸς κινεῖ καὶ κινεῖται, τὰ δὲ καθʼ αὐτά, κατὰ συμβεβηκὸς μὲν οἷον ὅσα τε τῷ ὑπάρχειν τοῖς κινοῦσιν ἢ κινουμένοις καὶ τὰ κατὰ μόριον, τὰ δὲ καθʼ αὐτά, ὅσα μὴ τῷ ὑπάρχειν τῷ κινοῦντι ἢ τῷ κινουμένῳ, μηδὲ τῷ μόριόν τι αὐτῶν κινεῖν ἢ κινεῖσθαι.
在动者和受动者中,有些是偶然地发动和受动的,有些则是自身如此。 偶然地,例如所有由于附属于动者或受动者的东西,以及由于部分的动和受;而自身如此,则是所有非由于附属于动者或受动者,也非由于它们的某个部分进行动或受的东西。
τῶν δὲ καθʼ αὐτὰ τὰ μὲν ὑφʼ ἑαυτοῦ τὰ δʼ ὐηʼ ἄλλου, καὶ τὰ μὲν φύσει τὰ δὲ βίᾳ καὶ παρὰ φύσιν.
在自身如此的动者中,有些是由自身(发动),有些是由他物(发动),有些是自然地,有些则是强力且违背自然地。
τό τε γὰρ αὐτὸ ὑφʼ αὐτοῦ κινούμενον φύσει κινεῖται, οἶον ἕκαστον τῶν ζῴν (κινεῖται γὰρ τὸ ζῶον αὐτὸ ὑφʼ αὐτοῦ, ὅσων δʼ ἡ ἀρχὴ ἐν αὐτοῖς τῆς κινήσεως, ταῦτα φύσει φαμὲν κινεῖσθαι· διὸ τὸ μὲν ζῶον ὅλον φύσει αὐτὸ ἑαυτὸ κινεῖ, τὸ μέντοι σῶμα ἐνδέχεται καὶ φύσει καὶ παρὰ φύσιν κινεῖσθαι·
因为由自身动动的,就是自然地动动,例如每一个动物(因为动物是由自身动动的,凡是在自身中具有运动原理的东西,我们都说是自然地动动;因此,动物整体是自然地自身动动的,然而身体则可能既自然地也违背自然地动动;因为身体碰巧作何种运动以及由何种元素构成,这是有区别的)。
διαφέρει γὰρ ὁποίαν τε ἂν κίνησιν κινούμενον τύχῃ καὶ ἐκ ποίου στοιχείου συνεστηκός, καὶ τῶν ὑπʼ ἄλλου κινουμένων τὰ μὲν φύσει κινεῖται τὰ δὲ παρὰ φύσιν, παρὰ φύσιν μὲν οἷον τὰ γεηρὰ ἄνω καὶ τὸ πῦρ κάτω, ἔτι δὲ τὰ μόρια τῶν ζῴων πολλάκις κινεῖται παρὰ φύσιν, παρὰ τὰς θέσεις καὶ τοὺς τρόπους τῆς κινήσεαως.
在由他物动动的东西中,有些是自然地,有些是违背自然地;违背自然地,例如土类向上和火向下动,此外动物的部分也经常违背自然地动,违背其位置和运动的方式。
καὶ μάλιστα τὸ ὑπό τινος κινεῖσθαι τὸ κινούμενον ἐν τοῖς παρὰ φύσιν κινουμένοις ἐστὶ φανερὸν διὰ τὸ δῆλον εἶναι ὑπʼ ἄλλου κινούμενον.
在违背自然地动动的东西中,受动者被某物动动最为明显,因为它是被他物动动是显而易见的。
μετὰ δὲ τὰ παρὰ φύσιν τῶν κατὰ φύσιν τὰ αὐτὰ ὑφʼ αὐτῶν, οἶον τὰ ζα·
在违背自然动动的东西之后,在自然动动的东西中,是那些由自身动动的东西,例如动物。
οὐ γὰρ τοῦτʼ ἄδηλον, εἰ ὑπό τινος κινεῖται, ἀλλὰ πῶς δεῖ διαλαβεῖν αὐτοῦ τὸ κινοῦν καὶ τὸ κινούμενον·
因为这并非不明显,而是如何去辨明其中动者和受动者。
ἔοικεν γὰρ ὥσπερ ἐν τοῖς πλοίοις καὶ τοῖς μὴ φύσει συνισταμένοις, οὕτω καὶ ἐν τοῖς ζοις εἶναι διηρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον, καὶ οὗτω τὸ ἅπαν αὐτὸ αὑτὸ κι. νεῖν.
因为似乎正如在船只和非自然结合的东西中一样,在动物中动者和受动者也是分开的,并且整体是以这种方式自身动动的。
μάλιστα δʼ ἀπορεῖται τὸ λοιπὸν τῆς εἰρημένης τελευταίας
διαιρέσεως·
然而,最令人困惑的是上述最后分类所剩下的部分。
τῶν γὰρ ὑπʼ ἄλλου κινουμένων τὰ μὲν παρὰ φύσιν ἐθήκαμεν κινεῖσθαι, τὰ δὲ λείπεται ἀντιθεῖναι ὅτι φύσει.
因为在由他物动动的东西中,我们已设定有些是违背自然地动动的,而剩下的则是相对立的自然动动。
ταῦτα δʼ ἐστὶν ἃ τὴν ἀπορίαν παράσχοι ἂν ὑπὸ τίνος κινεῖται, οἷον τὰ κοῦφα καὶ τὰ βαρέα.
这些正是会产生“被什么所动动”这一困惑的东西,例如轻的东西和重的东西。
ταῦτα γὰρ εἰς μὲν τοὺς ἀντικειμένους τόπους βίᾳ κινεῖται, εἰς δὲ τοὺς οἰκείους, τὸ μὲν κοῦφον ἄνω τὸ δὲ βαρὺ κάτω, φύσει·
因为这些东西向着相反的地方移动是由于强力,而向着它们特有的地方——轻的向上,重的向下——则是自然地。
τὸ δʼ ὑπὸ τίνος οὐκέτι φανερόν, ὥσπερ ὅταν κινῶνται παρὰ φύσιν.
但是它们被什么动动,就不再像违背自然地动动时那样明显了。
τό τε γὰρ αὐτὰ ὑφʼ αὐτῶν φάναι ἀδύνατον·
因为说它们自身动动是不空间能的。
ζωτικόν τε γὰρ τοῦτο καὶ τῶν ἐμψύχων ἴδιον, καὶἱστάναι ἂν ἐδύνατο αὐτὰ αὐτά (λέγω δʼ οἷον, εἰ τοῦ βαδίζειν αἴτιον αὐτῷ, καὶ τοῦ μὴ βαδίζειν), ὥστʼ εἰ ἐπʼ αὐτῷ τὸ ἄνω φέρεσθαι τῷ πυρί, δῆλον ὅτι ἐπʼ αὐτῷ καὶ τὸ κάτω.
因为这是生命特征且是生物特有的,并且它们自身也应该能使自身静止(我的意思是,例如,如果走路的原因在自身,那么不走路的原因也在自身),因此,如果向上移动对于火来说在于自身,那么向下移动显然也在于自身。
ἄλογον δὲ καὶ τὸ μίαν κίνησιν κινεῖσθαι μόνην ὑφʼ αὐτῶν, εἴγε αὐτὰ ἑαυτὰ κινοῦσιν.
而且,如果它们确实是自身动动的,却只作单一的运动,这也是不合理的。
ἔτι πῶς ἐνδέχεται συνεχές τι καὶ συμφυὲς αὐτὸ ἑαυτὸ κινεῖν;
此外,连续且自然结合的东西怎么可能自身动动呢?
ᾗ γὰρ ἓν καὶ συνεχὲς μὴ ἀφῇ, ταύτη ἀπαθές· ἀλλʼ ᾗ κεχώρισται, ταύτῃ τὸ μὲν πέφυκε ποιεῖν τὸ δὲ πάσχειν.
因为只要它是一且连续而不是通过接触,它就是不接受作用的;但只要它是被分离的,在这一方面,一者自然地起主动作用,另一者起被动作用。
οὔτʼ ἄρα τούτων οὐθὲν αὐτὸ ἑαυτὸ κινεῖ (συμφυῆ γάρ. οὔτʼ ἄλλο συνεχὲς οὐδέν, ἀλλʼ ἀνάγκη διηρῆσθαι τὸ κινοῦν ἐν ἑκάστρ πρὸς τὸ κινούμενον, οἷον ἐπὶ τῶν ἀψύχων ὁρῶμεν, ὅταν κινῇ τι τῶν ἐμψύχων.
因此,这些东西中没有一个能自身动动(因为它们是自然结合的),任何其他连续的东西也不能,而是在每一个事物中,动者对受动者必须是分开的,正如我们在无生命事物中,当有生命的某物动动它们时所看到的那样。
ἀλλὰ συμβαίνει καὶ ταῦτα ὑπό τινος ἀεὶ κινεῖσθαι· γένοιτο δʼ ἂν φανερὸν διαιροῦσι τὰς αἰτίας.
但是,这些事物也总是被某物动动的;这对于划分原因的人来说将变得明显。
ἔστιν δὲ καὶ ἐπὶ τῶν κινούντων λαβεῖν τὰ εἰρημένα· τὰ μὲν γὰρ παρὰ φύσιν αὐτῶν κινητικά ἐστιν, οἶον ὁ μοχλὸς οὐ φύσει τοῦ βάρους κινητικός, τὰ δὲ φύσει, οἶον τὸ ἐνεργείᾳ θερμὸν κινητικὸν τοῦ δυνάμει θερμοῦ.
在动者方面也可以采用上述说法:因为它们中有些是违背自然地具有动动能力的(例如杠杆并非自然地具有移动重物的能力),有些是自然地(例如现实中热的东西具有动动潜能中热的东西的能力)。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
其他此类事物也是如此。
καὶ κινητὸν δʼ σαύτως φύσει τὸ δυνάμει ποιὸν ἢ ποσὸν ἢ πού, ὅταν ἔχη τὴν ἀρχὴν τὴν τοιαύτην ἐν αὐτῷ καὶ μὴ κατὰ συμβεβηκός (εἶη γὰρ ἂν τὸ αὐτὸ καὶ ποιὸν καὶ ποσόν, ἀλλὰ θατέρῳ θάτερον συμβέβηκεν καὶ οὐ καθʼ αὑτὸ ὑπάρχει.
同样,具有动动能力的受动者也是自然地具有潜在的性质、数量或位置的东西,当它在自身中具有这种原理而非偶然地具有时(因为同一事物既可以是某种性质也可以是某种数量,但一者是另一者的偶然属性,而非自身具有)。
τὸ δὴ πῦρ καὶ ἡ γῆ κινοῦνται ὑπό τινος βίᾳ μέν ὅταν παρὰ φύσιν, φύσει δʼ ὅταν εἰς τὰς αὐτῶν ἐνεργείας δυνάμει ὄντα.
因此,火和土是被某物动动的,违背自然时是由于强力,而自然地动动时则是由于潜在存在的东西向着它们的现实活动发展。