§8.3#2ὅτι μὲν οὖν ἁδύ. νατον ἢ ἀεὶ πάντα κινεῖσθαι ἢ ἀεὶ πάντα ἠρεμεῖν, ἐκ τούτων καὶ ἄλλων τοιούτων πιστεύσειεν ἄν τις.
因此,无论是所有事物都始终在运动,还是所有事物都始终在静止,这是不可能的,人们可以从这些以及其他类似的论证中确信这一点。
ἀλλὰ μὴν οὐδὲ τὰ μὲν ἀεὶ ἐνδέχεται ἠρεμεῖν, τὰ δʼ ἀεὶ κινεῖσθαι, ποτὲ δʼ ἠρεμεῖν καὶ ποτὲ κινεῖσθαι μηδέν.
然而,同样不可能的是,有些事物始终静止,有些事物始终运动,而没有任何事物是有些时候静止、有些时候运动的。
λεκτέον δʼ ὅτι ἀδύνατον, ὥσπερ ἐπὶ τῶν εἰρημένων πρότερον, καὶ ἐπὶ τούτων (ὁρῶμεν γὰρ ἐπὶ τῶν αὐτῶν γιγνομένας τὰς εἰρημένας μεταβολάς), καὶ πρὸς τούτοις ὅτι μάχεται τοῖς φανεροῖς ὁ ἀμφισβητῶν·
我们必须指出这是不可能的,正如在先前所说的情况中一样,在这些情况中也是如此(因为我们看到上述的变化在相同的事物中发生);此外,对于这些,反对者与显而易见的事实相冲突。
οὔτε γὰρ αὔξησις οὔθ’ ἡ βίαιος ἔσται κίνησις, εἰ μὴ κινήσεται παρὰ φύσιν ήρεμοῦν πρότερον.
因为,如果先前静止的事物不违背本性地运动,那么既不会有增长,也不会有强力运动。
γένεσιν οὖν ἀναιρεῖ καὶ φθορὰν οτος ὁ λόγος.
因此,这种论点否定了生成和消灭。
σχεδὸν δὲ καὶ τὸ κινεῖσθαι γίγνεσθαί τι καὶ φθείρεσθαι δοκεῖ πᾶσιν· εἰς ὃ μὲν γὰρ μεταβάλλει, γίγνεται τοῦτο ἢ ἐν τούτῳ, ἐξ οὗ δὲ μεταβάλλει, φθείρεται τοῦτο ἢ ἐντεῦθεν.
而且,几乎在所有人看来,运动也似乎是某种生成和消灭;因为事物向其变化的对象,它便成为这个对象或处于其中,而事物从中变化的对象,它本身或从这里消灭。
ὥστε δῆλον ὅτι τὰ μὲν κινεῖται, τὰ δʼ ἠρεμεῖ ἐνίοτε.
因此显而易见,有些事物在运动,而有些事物有时在静止。
τὸ δὲ πάντα ἀξιοῦν ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι,
τοῦτʼ ἤδη συναπτέον πρὸς τοὺς πάλαι λόγους.
而主张所有事物在某些时候静止,在某些时候运动,这在现在必须与先前的论证联系起来。
ἀρχὴν δὲ πάλιν ποιητέον ἀπὸ τῶν νῦν διορισθέντων, τὴν αὐτὴν ἥνπερ ἠρξάμεθα πρότερον.
我们必须再次从刚才所规定的内容出发,以我们先前开始的同一个起点开始。
ἢ γάρ τοι πάντα ἠρεμεῖ, ἢ πάντα κινεῶται,ἢ τὰ μὲν ἠρεμεῖ τὰ δὲ κινεῖται τῶν ὄντων.
因为,在存在的事物中,要么所有事物都静止,要么所有事物都运动,要么有些事物静止而有些事物运动。
καὶ εἰ τὰ μὲν ήρεμεῖ τὰ δὲ κινεῖται, ἀνάγκη τοι πάντα ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι, ἢ τὰ μὲν ἀεὶ ἠρεμεῖν τὰ δὲ ἀεὶ κινεῖσθαι, ἢ τὰ μὲν ἀεὶ ἠρεμεῖν τὰ δὲ ἀεὶ κινεῖσθαι αὐτῶν, τὰ δʼ ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι.
如果有些事物静止而有些事物运动,那么必然是所有事物有时静止有时运动,或者有些事物始终静止而有些事物始终运动,或者在它们之中,有些始终静止而有些始终运动,有些则有时静止有时运动。
ὅτι μὲν τοίνυν οὐχ οἷόν τε πάντʼ ἠρεμεῖν, εἴρηται μὲν καὶ πρότερον, εἴπωμεν δὲ καὶ νῦν.
因此,所有事物都静止是不可能的,这在先前已经说过,但我们现在也来说一下。
εἰ γὰρ καὶ κατʼ ἀλήθειαν οῦτως ἔχει καθάπερ φασί τινες, εἶναι τὸ ὂν ἄπειρον καὶ ἀκίνητον, ἀλλʼ οὔτι φαίνεταί γε κατὰ τὴν αἴσθησιν, ἀλλὰ κινεῖσθαι πολλὰ τῶν ὄντων.
因为,即使正如有些人所说的那样,存在者是无限且不动的,这在真实中确实如此,但至少在感觉中并不是这样显现的,相反,许多存在的事物显现在运动。
εἴπερ οὖν ἔστιν δόξα ψευδὴς ἢ ὅλως δόξα, καὶ κίνησις ἔστιν, κἂν εἰ φαντασία, κἂν εἰ ὁτὲ μὲν οὕτως δοκεῖ ὁτὲ δʼ ἑτέρως· ἡ γὰρ φαντασία καὶ ἡ δόξα κινήσεις τινὲς εἶναι δοκοῦσιν.
因此,如果存在着虚假的意见或一般的意见,那么也就存在着运动,即使这只是想象,即使有时显得是这样而有时显得是那样;因为想象和意见似乎是某种运动。
ἀλλὰ τὸ μὲν περὶ τούτου σκοπεῖν, καὶ ζητεῖν λόγον ὥν βέλτιον ἔχομεν ἢ λόγου δεῖσθαι, κακῶς κρίνειν ἐστὶν τὸ βέλτιον καὶ τὸ χεῖρον, καὶ τὸ πιστὸν καὶ τὸ μὴ πιστόν, καὶ ἀρχὴν καὶ μὴ ἀρχήν.
但是,去考察这一点,去为那些我们拥有比需要论证更好的把握的事物寻求论证,就是在好与坏、可信与不可信、原理与非原理之间做出了糟糕的判定。
ὁμοίως δὲ ἀδύνατον καὶ τὸ πάντα κινεῖσθαι, ἢ τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δʼ ἀεὶ ἠρεμεῖν.
同样地,所有事物都在运动,或者有些事物始终在运动而有些事物始终静止,也是不可能的。
πρὸς ἅπόντα γὰρ ταῦτα ἱκανὴ μία πίστις· ὁρῶμεν γὰρ ἔνια ὁτὲ μὲν κινούμενα ὁτὲ δʼ ἠρεμοῦντα.
因为针对所有这些观点,一个确证就足够了;因为我们看到有些事物有时在运动,有时在静止。
ὥστε φανερὸν ὅτι ἀδύνατον ὁμοίως τὸ πάντα ἠρεμεῖν καὶ τὸ πάντα κινεῖσθαι συνεχῶς τῷ τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δʼ ἠρεμεῖν ἀεί.
因此显而易见,所有事物都静止以及所有事物都连续不断地运动,与有些事物始终在运动而有些事物始终在静止一样,同样是不可能的。
λοιπὸν οὖν θεωρῆσαι πότερον πάντα τοιαῦτα οἷα κινεῖσθαι καὶ ἠρεμεῖν, ἢ ἔνια μὲν οὕτως, ἔνια δʼ ἀεὶ ἠρεμεῖ, ἔνια δʼ ἀεὶ κινεῖται· τοῦτο γὰρ δεικτέον ἡμῖν.
那么,剩下的就是去考察是否所有事物都是既能运动又能静止的,还是有些事物是这样,而有些事物始终静止,有些事物始终运动;因为这正是我们所必须阐明的。