§8.3#1Ἀρχὴ δὲ τῆς σκέψεως ἥπερ καὶ περὶ τῆς λεχθείσης ἀπορίας, διὰ τί ποτε ἔνια τῶν ὄντων ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ ρεμεῖ πάλιν.
我们探究的起点也就是关于上述疑难的起点,即为什么在存在的事物中,有些事物在某一时刻运动,而在另一时刻又静止。
ἀνάγκη δὴ ἤτοι πάντα ἠρεμεῖν ἀεί, ἢ πάντα ἀεὶ κινεῖσθαι, ἢ τὰ μὲν κινεῖσθαι τὰ δʼ ἠρεμεῖν, καὶ πάλιν τούτων ἤτοι τὰ μὲν κινούμενα κινεῖσθαι ἀεὶ τὰ δʼ ἠρεμοῦντα ἠρεμεῖν, ἢ πάντα πεφυκέναι ὁμοίως κινεῖσθαι καὶ ἠρεμεῖν, ἢ τὸ λοιπὸν ἔτι καὶ τρίτον.
显然,必然是或者一切事物始终静止,或者一切事物始终运动,或者有些事物运动而有些事物静止;而且在后者中,或者那些运动的事物始终运动而静止的事物始终静止,或者一切事物在本性上都同样既能运动又能静止,或者还有那作为第三种可能性的剩余情况。
ἐνδέχεται γὰρ τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δʼ ἀεὶ κινούμενα, τὰ δʼ ἀμφοτέρων μεταλαμβάνειν· ὅπερ ἡμῖν λεκτέον ἐστίν.
因为可能存在的事物中,有些始终是不动的,有些始终在运动,而有些则兼有这两者;这正是我们所必须阐明的。
τοῦτο γὰρ ἔχει λύσιν τε πάντων τῶν ἀπορουμένων, καὶ τέλος ἡμῖν ταύτης τῆς πραγματείας ἐστίν.
因为这不仅包含了对所有疑难的解决,而且也是我们这部著作的终点(目的)。
τὸ μὲν οὖν πάντʼ ἠρεμεῖν, καὶ τούτου ζητεῖν λόγον ἀφέντας τὴν αἴσθησιν, ἀρρωστία τίς ἐστιν διανοίας, καὶ περὶ ὅλου τινὸς ἀλλʼ οὐ περὶ μέρους ἀμφισβήτησις· οὐδὲ μόνον πρὸς τὸν φυσικόν, ἀλλὰ πρὸς πάσας τὰς ἐπιστήμας ὡς εἰπεῖν καὶ πάσας τὰς δόξας διὰ τὸ κινήσει χρῆσθαι πάσας.
因此,主张一切事物都静止,并为此放弃感觉而寻求论证,是一种理智上的软弱,并且是对整体而非部分的争论;这不仅针对自然哲学家,而且可以说针对一切科学和一切意见,因为它们全都使用运动。
ἔτι δʼ αἱ περὶ τῶν ἀρχῶν ἐνστάσεις, ὥσπερ ἐν τοῖς περὶ τὰ μαθήματα λόγοις οὐδέν εἰσιν πρὸς τὸν μαθηματικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, οὕτως οὐδὲ περὶ τοῦ νῦν ῥηθέντος πρὸς τὸν φυσικόν· ὑπόθεσις γὰρ ὅτι ἡ φύσις ἀρχὴ τῆς κινήσεαως.
此外,就像在关于数学的讨论中针对原理的反驳对于数学家来说算不得什么,在其他学问中也是如此,同样地,对于刚才所说的那种反驳,对于自然哲学家来说也算不得什么;因为自然是运动的原理,这是一个假定。
σχεδὸν δὲ καὶ τὸ φάναι κινεῖσθαι
πάντα ψεῦδος μέν, ἦττον δὲ τούτου παρὰ τὴν μέθοδον· ἐτε θη μὲν γὰρ ἡ φύσις ἐν τοῖς φυσικοῖς ἀρχή, καθάπερ κινήσεως, καὶ ἠρεμίας, ὄμως δὲ φυσικὸν ἡ κίνησις.
而主张一切事物都在运动也几乎是错误的,但比起前一种观点来,这较少违反我们的研究方法;因为在《自然学》中,自然被设定为静止的原理,正如它是运动的原理一样,但无论如何,运动仍然是自然科学的主题。
καί φασί τινες κινεῖσθαι τῶν ὄντων οὐ τὰ μὲν τὰ δʼ οὔ, ἀλλὰ πάντα καὶ ἀεί, ἀλλὰ λανθάνειν τοῦτο τὴν ἡμετέραν αἴσθησιν·
而且有人认为,在存在的事物中,并不是有些在运动而有些不在运动,而是一切事物始终都在运动,只是这避开了我们的感觉。
πρὸς οὕς καίπερ οὐ διορίζυντας ποίαν κίνησιν λέγουσιν, ἢ πάσας, οὐ χαλεπὸν ἀπαντῆσαι.
虽然他们没有明确说明他们所指的是哪一种运动,或者是指所有的运动,但对他们做出回答并不困难。
οὔτε γὰρ αὐξάνεσθαι οὕτε φθίνειν σἷόν τε συνεχῶς, ἀλλʼ ἔστι καὶ τὸ μέσον.
因为既不可能连续不断地增长,也不可能连续不断地减少,而是也存在着中间状态。
ἔστι δʼ ὅμοιος ὁ λόγος τῷ περὶ τοῦ τὸν σταλαγμὸν κατατρίβειν καὶ τὰ ἐκφυόμενα τοὺς λίθους διαιρεῖν· οὐ γὰρ εἰ τοσόνδε ἐξέωσεν ἢ ἀφεῖλεν ὁ σταλαγμός, καὶ τὸ ήμισυ ἐν ἡμίσει χρόνῳ πρότερον· ἀλλʼ ὥσπερ ἡ νεωλκία, καὶ οἱ σταλαγμοὶ οἱ τοσοιδὶ τοσονδὶ κινοῦσιν, τὸ δὲ μέρος αὐτῶν ἐν οὐδενὶ χρόνῳ τοσοῦτον.
而这个论证类似于关于水滴磨损石头以及生长物分裂石头的说法;因为如果水滴推出了或去除了这么多,并不意味着在先前的一半时间里也去除了其一半;而是正如拉船一样,这般分量的水滴移动了这般分量,但它们的一部分在任何时间里都不会移动这么多。
διαιρεῖται μὲν οὖν τὸ ἀφαιρεθὲν εἰς πλείω, ἀλλʼ οὐδὲν αὐτῶν ἐκινήθη χωρίς, ἀλλʼ ἅμα.
因此,被去除的部分虽然被分割为更多部分,但它们中没有哪一个是被单独移动的,而是一起被移动的。
φανερὸν οὖν ὡς οὐκ ἀναγκαῖον ἀεί τι ἀπιέναι, ὅτι διαιρεῖται ἡ φθίσις εἰς ἄπειρα, ἀλλʼ ὅλον ποτὲ ἀπιέναι.
因此显而易见,并不因为减少可以被无限分割,就必然有某物始终在流逝,而是在某一时刻整体流逝。
ὁμοίως δὲ καὶ ἐπʼ ἀλλοιώσεως ὁποιασοῦν· οὐ γὰρ εἰ μεριστὸν εἰς ἄπειρα τὸ ἀλλοιούμενον, διὰ τοῦτο καὶ ἡ ἀλλοίωσις, ἀλλʼ ἀθρόα γίγνεται πολλάκις, ὥσπερ ἡ πῆξις.
在任何一种质变(变质)的情况下也是如此;因为即使发生质变的事物可以无限分割,并不因此就意味着质变也是如此,相反,质变往往是整体一举发生的,正如凝固一样。
ἔτι ὅταν τι νοσήσῃ, ἀνάγκη χρόνον γενέσθαι ἐν ὧ ὑγιασθήσεται, καὶ μὴ ἐν πέρατι χρόνου μεταβάλλειν· ἀνάγκη δὲ εἰς ὑγίειαν μεταβάλλειν καὶ μὴ εἰς ἄλλο μηθέν.
此外,当某物生病时,必然有一个它将恢复健康的时间,而不是在时间的极限(瞬间)发生变化;而且它真实必然变化为健康,而不是变化为其他任何东西。
ὥστε τὸ φάναι συνεχῶς ἀλλοιοῦσθαι λίαν ἐστὶ τοῖς φανεροῖς ἀμφισβητεῖν.
因此,主张质变是连续不断的,是与过于明显的事实相抗辩。
εἰς τοὐναντίον γὰρ ἡ ἀλλοίωσις· ὁ δὲ λίθος οὔτε σκληρότερος γίγνεται οὔτε μαλακώτερος.
因为质变是向相反方向进行的;而石头既不会变得更硬,也不会变得更软。
κατά τε τὸ φέρεσθαι θαυμαστὸν εἰ λέληθεν ὁ λίθος κάτω φερόμενος ἢ μένων ἐπὶ τῆς γῆς.
在位移方面,如果石头在向下坠落或停留在地面上时竟不被我们注意到,那将是令人惊异的。
ἔτι δʼ ἢ γῆ καὶ τῶν ἄλλων ἕκαστον ἐξ ἀνάγκης μένουσι μὲν ἐν τοῖς οἰκείοις τόποις, κινοῦνται δὲ βιαίως ἐκ τούτων· εἴπερ οὖν ἔνιʼ αὐτῶν ἐστιν ἐν τοῖς οἰκείοις τόποις, ἀνάγκη μηδὲ κατὰ τόπον πάντα κινεῖσθαι.
此外,地(土)和每一种其他元素都必然停留在它们各自固有的地方,而被强力移开;因此,如果它们中的一些在它们固有的地方,那么必然并非一切事物即使在空间上(位移上)也都在运动。