§8.10#1Ὅτι δὲ τοῦτʼ ἀμερὲς ἀναγκαῖον εἶναι καὶ μηδὲν ἔχειν μέγεθος, νῦν λέγωμεν, πρῶτον περὶ τῶν προτέρων αὐτοῦ διορίσαντες.
至于这一推动者必然是不可分的且不具有大小,我们现在来予以说明,但首先要对那些先于它的前提做出规定。
τούτων δʼ ἓν μέν ἐστιν ὅτι οὐχ οἷόν τε οὐδὲν πεπερασμένον κινεῖν ἄπειρον χρόνου.
在这些前提中,其一便是:任何有限的事物都不可能在无限的时间中引起运动。
τρία γὰρ ἔστιν, τὸ κινοῦν, τὸ κινούμενον, τὸ ἐν τρίτον, ὁ χρόνος.
因为存在着三样东西:推动者、被推动者,以及第三个在其之中发生运动的时间。
ταῦτα δὲ ἢ πάντα ἄπειρα ἢ πάντα πεπερασμένα ἢ ἔνια, οἷον τὰ δύο ἢ τὸ ἕν.
这些要么全都无限,或者全都有限,或者其中部分如此(例如其中的两个或一个)。
ἔστω δὴ τὸ Α τὸ κινοῦν, τὸ δὲ κινούμενον Β, χρόνος ἄπειρος ἐφʼ οὗ Γ. τὸ δὴ Δ τῆς Β κινείτω τι μέρος, τὸ ἐφʼ οὗ Ε. οὐ δὴ ἐν ἴσῳ τῷ Γ· ἐν πλείονι γὰρ τὸ μεῖζον.
现在,让A作为推动者,B作为被推动者,Γ作为无限的时间。 让Δ作为A的一部分去推动B的一部即E。 这当然不是在与Γ相等的时间内进行的;因为较大的事物需要更多的时间。
ὥστʼ οὐκ ἄπειρος ὁ χρόνος ὁ τὸ Ζ. οὕτω δὴ τῇ Δ προστιθεὶς καταναλώσω τὸ Α καὶ τῇ Ε τὸ Β· τὸν δὲ χρόνον οὐ καταναλώσω ἀεὶ ἀφαιρῶν ἴσον· ἄπειρος γάρ·
因此,时间Ζ并不是无限的。 这样,通过给Δ增加,我将耗尽A,且通过给E增加,我将耗尽B;但是,通过每次减去相等的量,我无法耗尽时间,因为它是无限的。
ὥστε ἡ πᾶσα Α τὴν ὅλην Β κινήσει ἐν πεπερασμένῳ χρόνῳ τοῦ Γ. οὐκ ἄρα οἷόν τε ὑπὸ πεπερασμένου κινεῖσθαι οὐδὲν ἄπειρον κίνησιν.
因此,作为整体的A将在作为Γ的一部分的有限时间内推动B的全体。 所以,任何无限的运动都不可能由有限的事物来引起。
ὅτι μὲν οὖν οὐκ ἐνδέχεται τὸ
πεπερασμένον ἄπειρον κινεῖν χρόνον, φανερόν· ὅτι δʼ ὅλως οὐκ ἐνδέχεται ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναί δύναμιν, ἐκ τῶνδε δῆλον.
因此,有限的事物不可能在无限的时间中引起运动,这是显而易见;而在一有限的大小中完全不可能存在无限的力量,这从以下几点也是清楚的。
ἔστω γὰρ πλείων δύναμις ἀεὶ ἡ τὸ ἴσον ἐν ἐλάττονι χρόνῳ ποιοῦσα, οἷον θερμαίνουσα ἢ γλυκαίνουσα ἢ ῥιπτοῦσα καὶ ὅλως κινοῦσα.
因为,让我们把在更少时间内产生相同作用的力量(例如加热、变甜、抛掷或一般地引起运动)始终视为较大的力量。
ἀνάγκη ἄρα καὶ ὑπὸ τοῦ πεπερασμένου μὲν ἄπειρον δʼ ἔχοντος δύναμιν πάσχειν τι τὸ πάσχον, καὶ πλεῖον ἢ ὑπʼ ἄλλου· πλείων γὰρ ἡ ἄπειρος.
那么,受动者必然也会受到那一有限但具有无限力量的事物的某种作用,而且其受动程度要大于受其他事物作用的程度;因为无限的力量更大。
ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα.
然而,根本不可能存在任何时间。
εἰ γάρ ἐστιν ὁ ἐφʼ οὗ Α χρόνος ἐν ᾧ ἡ ἄπειρος ἰσχὺς ἐθέρμανεν ἢ ἔωσεν, ἐν τῶ δὲ ΑΒ πεπερασμένη τις, πρὸς ταύτην μείζω λαμβάνων ἀεὶ πεπερασμένην ἥξω ποτὲ εἰς τὸ ἐν τῷ Α χρόνῳ κεκινηκέναι· πρὸς πεπερασμένον γὰρ ἀεὶ προστιθεὶς ὑπερβαλῶ παντὸς ὡρισμένου, καὶ ἀφαιρῶν ἐλλείψω ὡσαύτως.
因为,如果A是无限的力量进行加热或推动的时间,而某一有限的力量在AB时间内完成了运动,那么通过始终取比这更大的有限力量,我终究会达到在 A时间内引起运动的程度;因为通过在有限事物上不断累加,我将超过任何确定的界限,同样地,通过不断扣除,我也会低于它。
ἐν ἴσῳ ἄρα χρόνῳ κινήσει τῇ ἀπείρῳ ἡ πεπερασμένη.
因此,有限的力量将在与无限力量相等的时间内引起运动。
τοῦτο δὲ ἀδύνατον· οὐδὲν ἄρα πεπερασμένον ἐνδέχεται ἄπειρον δύναμιν ἔχειν.
但这是不可能的;所以,任何有限的事物都不可能拥有无限的力量。
οὐ τοίνυν οὐδʼ ἐν ἀπείρῳ πεπερασμένην· καίτοι ἐνδέχεται ἐν ἐλάττονι μεγέθει πλείω δύναμιν εἶναι· ἀλλʼ ἔτι μᾶλλον ἐν μείζονι πλείω.
同样,在无限的大小中也不可能存在有限的力量;虽然在较小的大小中可能存在较大的力量,但在较大的大小中更可能存在更大的力量。
ἔστω δὴ τὸ ἐφ οὗ ΑΒ ἄπειρον.
现在,让AB为无限。
τὸ δὴ ΒΓ· ἔχει δύναμίν τινα, ἣ ἔν τινι χρόνῳ ἐκίνησεν τὴν Δ, ἐν τῷ χρόνῳ ἐφʼ οὗ ΕΖ. ἂν δὴ τῆς ΒΓ διπλασίαν λαμβάνω, ἐν ἡμίσει χρόνῳ τοῦ ΕΖ (ἔστω γὰρ αὕτη ἡ ἀναλογία), ὥστε ἐν τῷ ΖΘ κινήσει.
那么,其中的一部分ΒΓ具有某种力量,它在某一时间即ΕΖ时间内推动了Δ。 如果我取ΒΓ的两倍,那么它将在ΕΖ的一半时间(假定这一比例关系成立)即ΖΘ内推动它。
οὐκοῦν οὕτω λαμβάνων ἀεὶ τὴν μὲν ΑΒ οὐδέποτε διέξειμι, τοῦ χρόνου δὲ τοῦ δοθέντος αἰεὶ ἐλάττω λήψομαι.
因此,通过始终这样取,我将永远无法穷尽AB,但我将始终取到比给定时间更短的时间。
ἄπειρος ἄρα ἡ δύναμις ἔσται· πάσης γὰρ πεπερασμένης ὑπερβάλλει δυνάμεως, εἴ γε πάσης πεπερασμένης δυνάμεως ἀνάγκη πεπερασμένον εἶναι καὶ τὸν χρόνον (εἰ γὰρ ἔν τινι ἡ τοσηδί, ἡ μείζων ἐν ἐλάττονι μὲν ὡρισμένῳ δὲ χρόνῳ κινήσει, κατὰ τὴν ἀντιστροφὴν τῆς ἀναλογίας)·
因此,该力量将是无限的;因为它超过了任何有限的力量,如果对于每一种有限的力量而言,时间也必然是有限的话。 (因为如果这般大小的力量在某一时间内引起运动,那么根据比例的逆反关系,较大的力量将在更短但确定的时间内引起运动。
ἄπειρος δὲ πᾶσα δύναμις, ὥσπερ καὶ πλῆθος καὶ μέγεθος τὸ ὑκερβάλλον παντὸς ὡρισμένου.
)而正如任何超过确定的界限的数量和大小一样,凡是超过任何确定界限的力量也都是无限的。
ἔστιν δὲ καὶ ὧδε δεῖξαι τοῦτο ληψόμεθα γάρ τινα δύναμιν τὴν αὐτὴν τῷ γένει τῇ ἐν τῷ ἀπείρῳ μεγέθει, ἐν πεπερασμένῳ μεγέθει οὖδαν, ἣ καταμετρήσει τὴν ἐν τῷ ἀπείρῳ πεπερασμένην δύναμιν.
此外,也可以用如下方式证明:因为我们将取一个与无限大小中的力量同属一类的、存在于有限大小中的某种力量,它将能量尽无限大小中那被设想为有限的力量。