§8.9Ὅτι δὲ τῶν φορῶν ἡ κυκλοφορία πρώτη, δῆλον.
而位移之中,圆周运动是第一位的,这是显而易见的。
πᾶσα γὰρ φορά, ὥσπερ καὶ πρότερον εἴπομεν, ἢ κύκλῳ ἢ ἐπʼ εὐθείας ἢ μικτή.
因为正如我们之前所说,一切位移要么是圆周的,要么是直线的,要么是混合的。
ταύτης δὲ ἀνάγκη προτέρας εἶναι ἐκείνας· ἐξ ἐκείνων γὰρ συνέστηκεν.
而那些必然先于这一种;因为这一种是由那些组成的。
τῆς δʼ εὐθείας ἡ κύκλῳ· ἁπλῆ γὰρ καὶ τέλειος μᾶλλον.
而在直线与圆周之间,圆周运动先于直线运动;因为它是更简单、更完全的。
ἄπειρον μὲν γὰρ οὐκ ἔστιν εὐθεῖαν φέρεσθαι (τὸ γὰρ οὕτως ἄπειρον οὐκ ἔστιν· ἅμα δʼ οὐδʼ εἰ ἦν, ἐκινεῖτʼ ἂν οὐδέν· οὐ γὰρ γίγνεται τὸ ἀδύνατον, διελθεῖν δὲ τὴν ἄπειρον ἀδύνατον)· ἡ δʼ ἐπὶ τῆς πεπερασμένης ἀνακάμπτουσα μὲν συνθετὴ καὶ δύο κινήσεις, μὴ ἀνακάμπτουσα δὲ ἀτελὴς καὶ φθαρτή.
因为沿着无限的直线运动是不可能的(因为那样意义上的无限是不存在的;同时,即使存在,也没有任何东西能运动;因为不可能的事情是不会发生的,而通过无限的长距离是不可能的);而在有限的直线上,如果折返,则是复合的、两个运动,如果不折返,则是完全不完全且易消灭的。
πρότερον δὲ καὶ φύσει καὶ λόγῳ καὶ χρόνῳ τὸ τέλειον μὲν τοῦ ἀτελοῦς, τοῦ φθαρτοῦ δὲ τὸ ἄφθαρτον.
而在自然、定义和时间上,完全的都先于不完全的,不灭的都先于易灭的。
ἔτι προτέρα ἣν ἐνδέχεται ἀΐδιον εἶναι τῆς μὴ ἐνδεχομένης· τὴν μὲν οὖν κύκλῳ ἐνδέχεται ἀΐδιον εἶναι, τῶν δὲ ἄλλων οὔτε φορὰν οὔτε ἄλλην οὐδεμίαν· στάσιν γὰρ δεῖ γενέσθαι, εἰ δὲ στάσις, ἔφθαρται ἡ κίνησις.
此外,可能永远存在的运动先于不能永远存在的运动;因此,圆周运动可能永远存在,而其他的运动中,无论是位移还是其他任何运动都不能;因为必然会产生停顿,而如果有停顿,运动就消灭了。
εὐλόγως δὲ συμβέβηκε
τὸ τὴν κύκλῳ μίαν εἶναι καὶ συνεχῆ, καὶ μὴ τὴν ἐπʼ εὐθείας' τῆς μὲν γὰρ ἐπʼ εὐθείας ὥρισται καὶ ἀρχὴ καὶ τέλος καὶ μέσον, καὶ πάντʼ ἔχει ἐν αὐτῇ, ὥστʼ ἔστιν ὅθεν ἄρξεται τὸ κινούμενον καὶ οὗ τελευτήσει (πρὸς γὰρ τοῖς πέρασιν ἠρεμεῖ πᾶν, ἢ ὅθεν ἢ οὗ), τῆς δὲ περιφεροῦς ἀόριστα· τί γὰρ μᾶλλον ὁποιονοῦν πέρας τῶν ἐπὶ τῆς γραμμῆς;
\n\n圆周运动是单一且连续的,而直线运动则不然,这也是合乎情理的;因为在直线运动中,起点、终点和中间都是确定的,并且它自身包含这一切,因此存在运动事物将从何处开始以及在何处结束(因为一切事物都在端点处静止,要么在出发处,要么在到达处),而圆周运动则是未确定的;因为线上任意一点凭什么比其他点更是端点呢?
ὁμοίως γὰρ ἕκαστον καὶ ἀρχὴ καὶ μέσον καὶ τέλος, ὥστʼ ἀεί τε εἶναι ἐν ἀρχῇ καὶ ἐν τέλει καὶ μηδέποτε.
因为每个点同样既是起点、又是中间、也是终点,所以它既始终在起点和终点,又从未在其中。
διὸ κινεῖταί τε καὶ ἠρεμεῖ πως ἡ σφαῖρα· τὸν αὐτὸν γὰρ κατέχει τόπον.
因此,球体在某种意义上既运动又静止;因为它占据着相同的场所。
αἴτιον δʼ ὅτι πάντα συμβέβηκε ταῦτα τῷ κέντρῳ· καὶ γὰρ ἀρχὴ καὶ μέσον τοῦ μεγέθους καὶ τέλος ἐστίν, ὥστε διὰ τὸ ἔξω εἶναι τοῦτο τῆς περιφερείας οὐκ ἔστιν ὅπου τὸ φερόμενον ἠρεμήσει ὡς διεληλυθός (ἀεὶ γὰρ φέρεται περὶ τὸ μέσον, ἀλλʼ οὐ πρὸς τὸ ἔσχατον), διὰ δὲ τὸ τοῦτο μένειν ἀεί τε ἠρεμεῖ πως τὸ ὅλον καὶ κινεῖται συνεχῶς.
原因在于,所有这些都归属于中心;因为它是大小的起点、中间和终点,因此,由于这处于圆周之外,移动着的事物不会在任何地方因通过而静止(因为它是始终环绕中间移动,而不是向着极端移动),而由于这保持不动,整个事物在某种意义上既始终静止,又在连续运动。
συμβαίνει δʼ ἀντιστρόφως· καὶ γὰρ ὅτι μέτρον τῶν κινήσεων ἡ περιφορά, πρώτην ἀναγκαῖον αὐτὴν εἶναι (ἅπαντα γὰρ μετρεῖται τῷ πρώτῳ, καὶ διότι πρώτη, μέτρον ἐστὶν τῶν ἄλλων.
而这种情况也反过来成立:一方面,因为圆周运动是运动的尺度,所以它必然是第一位的(因为一切事物都用第一位的东西来衡量),另一方面,因为它是第一位的,所以它是其他运动的尺度。
ἔτι δὲ καὶ ὁμαλῆ ἐνδέχεται εἶναι τὴν κύκλῳ μόνην· τὰ γὰρ ἐπʼ εὐθείας ἀνωμαλῶς ἀπὸ τῆς ἀρχῆς φέρεται καὶ πρὸς τὸ τέλος· πάντα γὰρ ὅσῳπερ ἂν ἀφίστηται τοῦ ἠρεμοῦντος, φέρεται θᾶττον· τῆς δὲ κύκλῳ μόνης οὔτʼ ἀρχὴ οὔτε τέλος ἐν αὐτῇ πέφυκεν, ἀλλʼ ἐκτός.
此外,只有圆周运动可能是一致的;因为直线上的运动从起点出发和向着终点移动时都是不一致的;因为一切事物,距离静止状态越远,移动得越快;而唯有圆周运动,其起点和终点自然地不在其自身之内,而是在外部。
ὅτι δʼ ἡ κατὰ τόπον φορὰ πρώτη τῶν κινήσεων, μαρτυροῦσι πάντες ὅσοι περὶ κινήσεως πεποίηνται μνείαν· τὰς γὰρ ἀρχὰς αὐτῆς ἀποδιδόασιν τοῖς κινοῦσι τοιαύτην κίνησιν.
\n\n至于场所的位移在运动中是第一位的,所有提及运动的人都对此予以佐证;因为他们把运动的原理归于引起此类运动的事物。
διάκρισις γὰρ καὶ σύγκρισις κινήσεις κατὰ τόπον εἰσίν, οὕτω δὲ κινοῦσιν ἡ φιλία καὶ τὸ νεῖκος· τὸ μὲν γὰρ διακρίνει, τὸ δὲ συγκρίνει αὐτῶν.
因为分离和结合是场所的运动,而“爱”与 “争斗”就是这样引起运动的(因为它们之中,一个使之分离,另一个使之结合)。
καὶ τὸν νοῦν δέ φησιν Ἀναξαγόρας διακρίνειν τὸν κινήσαντα πρῶτον.
阿那克萨戈拉也说,最初引起运动的“心灵”进行了分离。
ὁμοίως δὲ καὶ ὅσοι τοιαύτην μὲν οὐδεμίαν αἰτίαν λέγουσιν, διὰ δὲ τὸ κενὸν κινεῖσθαί φασιν· καὶ γὰρ οὗτοι τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι τὴν φύσιν λέγουσιν (ἡ γὰρ διὰ τὸ κενὸν κίνησις φορά ἐστιν καὶ ὡς ἐν τόπῳ), τῶν δʼ ἄλλων οὐδεμίαν ὑπάρχειν τοῖς πρώτοις ἀλλὰ τοῖς ἐκ τούτων οἴονται· αὐξάνεσθαι γὰρ καὶ φθίνειν καὶ ἀλλοιοῦσθαι συγκρινομένων καὶ διακρινομένων τῶν ἀτόμων σωμάτων φασίν.
同样地,那些不说明此类原因、而是说事物因虚空而运动的人也是如此;因为这些人也说自然进行场所的运动(因为通过虚空的运动是位移,并且是在场所中进行的),而且他们认为,其他任何运动都不属于最基本的事物,而属于由它们构成的事物;因为他们说,通过不可分身体的结合和分离,事物得以增长、衰减和质变。
τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσοι διὰ πυκνότητα ἢ μανότητα κατασκευάζουσι γένεσιν καὶ φθοράν· συγκρίσει γὰρ καὶ διακρίσει ταῦτα διακοσμοῦσιν.
同样地,那些通过浓密和稀薄来解释生成和消灭的人也是如此;因为他们通过结合和分离来构造这些。
ἔτι δὲ παρὰ τούτους οἱ τὴν ψυχὴν αἰτίαν ποιοῦντες κινήσεως· τὸ γὰρ αὐτὸ αὐτὸ κινοῦν ἀρχὴν εἶναί φασιν τῶν κινουμένων, κινεῖ δὲ τὸ ζῶον καὶ πᾶν τὸ ἔμψυχον τὴν κατὰ τόπον αὐτὸ κίνησιν.
此外,除了这些人之外,那些将灵魂作为运动原因的人也是如此;因为他们说,那自我运动的事物是运动着的事物的原理,而动物和一切有灵魂的事物都以场所运动来使自身运动。
καὶ κυρίως δὲ κινεῖσθαί φαμεν μόνον τὸ κινούμενον κατὰ τόπον· ἂν δʼ ἠρεμῇ μὲν ἐν τῷ αὐτῷ, αὐξάνηται δʼ ἢ φθίνῃ ἢ ἀλλοιούμενον τυγχάνῃ. πῂ κινεῖσθαι, ἁπλῶς δὲ κινεῖσθαι οὔ φαμεν.
而且在严格意义上,我们说只有在场所中运动的事物才被称为在运动;而如果它在同一个地方静止,但增长、衰减或恰好在质变,我们说它在某种意义上运动,但我们不说它无条件地运动。
ὅτι μὲν οὖν ἀεί τε κίνησις ἦν καὶ ἔσται τὸν ἅπαντα χρόνον, καὶ τίς ἀρχὴ τῆς ἀϊδίου κινήσεως, ἔτι δὲ τίς πρώτη κίνησις, καὶ τίνα κίνησιν ἀΐδιον ἐνδέχεται μόνην εἶναι, καὶ τὸ κινοῦν πρῶτον ὅτι ἀκίνητον, εἴρηται.
\n\n因此,运动始终存在,并且在全部时间中都将存在,以及永远运动的原理是什么,此外第一运动是什么,以及唯有何种运动可能永远存在,以及第一推动者是不动的,这些都已经说明了。