Humanitext Reader

亚里士多德 · 物理学 §8.10#2

投掷物的运动与第一推动者的无部分性

第 113 段,共 113 段 · 希腊语

内容简介

通过介质的接续作用解释了投掷物的运动机制,并证明只有不动的推动者才能产生单一且连续的宇宙运动,从而得出第一推动者是不可分割且不具大小的结论。

§8.10#2ὅτι μὲν οὖν οὐκ ἐνδέχεται ἄπειρον εἶναι δύναμιν ἐν πεπερασμένῳ μεγέθει, οὐδʼ ἐν ἀπείρῳ πεπερασμένην, ἐκ τούτων δῆλον.
因此,在一有限的大小中完全不可能存在无限的力量,而在无限的大小中也不可能存在有限的力量,这从上述讨论中是清楚的。
περὶ δὲ τῶν φερομένων ἔχει καλῶς διαπορῆσαί τινα ἀπορίαν πρῶτον.
然而,关于受投掷而运动的事物,首先很好地探讨某一难点。
εἰ γὰρ πᾶν τὸ κινούμενον κινεῖται ὑπὸ τινός, ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ, πῶς κινεῖται ἔνια συνεχῶς μὴ ἁπτομένου τοῦ κινήσαντος, οἷον τὰ ῥιπτούμενα;
因为,如果每一个被推动的事物都是由某物推动的——除了那些自身推动自身的事物之外——那么,像受投掷而运动的事物那样,当推动者不再接触它们时,有些事物是如何能够连续地运动的呢?
εἰ δʼ ἅμα κινεῖ καὶ ἄλλο τι ὁ κινήσας, οἷον τὸν ἀέρα, ὃς κινούμενος κινεῖ, ὁμοίως ἀδύνατον τοῦ πρώτου μὴ ἁπτομένου μηδὲ κινοῦντος κινεῖσθαι, ἀλλʼ ἄμα πάντα καὶ κινεῖσθαι καὶ πεπαῦσθαι ὅταν τὸ πρῶτον κινοῦν παύσηται, καὶ εἰ ποιεῖ, ὥσπερ ἡ λίθος, οἷόν τε κινεῖν ὃ ἐκίνησεν.
如果推动者在推动它们的同时也推动了其他东西,例如空气,而空气在被推动的同时又推动了它们,那么同样不可能在最初的推动者既不接触也不推动的情况下产生运动,而是当最初的推动者停止时,所有事物都必须同时既在运动中又同时停止(即使最初的推动者能使它像石头那样,使它所推动的事物也能够去推动)。
ἀνάγκη δὴ τοῦτο μὲν λέγειν, ὅτι τὸ πρῶτον κινῆσαν ποιεῖ οἷόν τε κινεῖν ἢ τὸν ἀέρα ἢ τὸ ὕδωρ ἤ τι ἄλλο τοιοῦτον ὁ πέφυκε κινεῖν καὶ κινεῖσθαι·
所以,我们必须这样说:最初的推动者使空气或水,或任何其他具有推动和被推动本性的这类事物,能够去推动。
ἀλλʼ οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον· ἀλλὰ κινούμενον μὲν ἅμα ὅταν ὁ κινῶν παύσηται κινῶν, κινοῦν δὲ ἔτι ἐστίν.
但是,它并不同时停止推动和被推动;当推动者停止推动时,它虽然同时停止被推动,但它依然在推动。
διὸ καὶ κινεῖ τι ἄλλο ἐχόμενον· καὶ ἐπὶ τούτου ὁ αὐτὸς λόγος.
因此,它也推动与其相邻的其他事物,对于这一个事物,同样的道理也适用。
παύεται δέ, ὅταν ἀεὶ ἐλάττων ἡ δύναμις τοῦ κινεῖν ἐγγίγνηται τῷ ἐχομένῳ.
当那产生在相邻事物中的推动力量逐渐变小时,运动就停止了。
τέλος δὲ παύεται, ὅταν μηκέτι ποιήση τὸ πρότερον κινοῦν, ἀλλὰ κινούμενον μόνον.
最后,当先前的部分不再使后续的部分成为推动者,而仅仅使之成为被推动者时,运动就最终停止了。
ταῦτα δʼ ἀνάγκη ἅμα παύεσθαι, τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον, καὶ τὴν ὅλην κίνησιν.
这些[即推动者与被推动者]必然同时停止,一作为推动者,另一作为被推动者,整个运动也随之停止。
αὕτη μὲν οὖν ἐν τοῖς ἐνδεχομένοις ὁτὲ μὲν κινεῖσθαι ὁτὲ δʼ ἠρεμεῖν ἐγγίγνεται ἡ κίνησις, καὶ οὐ συνεχής, ἀλλὰ φαίνεται·
因此,这种运动产生在那些有时可以运动、有时可以静止的事物之中,它并不是连续的,而只是看起来如此。
ἢ γὰρ ἐφεξῆς ὄντων ἢ ἁπτομένων ἐστίν· οὐ γὰρ ἓν τὸ κινοῦν, ἀλλʼ ἐχόμενα ἀλλήλων.
因为它是相继存在或相互接触之物的运动,因为推动者并不是一个,而是彼此相接的事物。
διὸ ἐν ἀέρι καὶ ὕδατι γίγνεται ἡ τοιαύτη κίνησις, ἣν λέγουσί τινες ἀντιπερίστασιν εἶναι.
因此,这种运动产生在空气和水中,有人称之为“相互置换(反周运动)”。
ἀδύνατον δὲ ἄλλως τὰ ἀπορηθέντα λύειν, εἰ μὴ τὸν εἰρημένον τρόπον.
但是,除了所述的方式之外,不可能以其他方式解决这些难点。
ἡ δʼ ἀντιπερίστασις ἅμα πάντα κινεῖσθαι ποιεῖ καὶ κινεῖν, ὥστε καὶ παύεσθαι· νῦν δὲ φαίνεταί τι ἓν κινούμενον συνεχῶς·
而相互置换会使所有事物同时运动和推动,从而也同时停止;但现在我们看到某一个单一的事物在连续地运动。
ὑπὸ τίνος οὖν;
那么,它是由什么推动的呢?
οὐ γὰρ ὑπὸ τοῦ αὐτοῦ.
因为这不是由同一个推动者推动的。
ἐπεὶ δʼ ἐν τοῖς οὖσιν ἀνάγκη κίνησιν εἶναι συνεχῆ, αὕτη δὲ μία ἐστίν, ἀνάγκη δὲ τὴν μίαν μεγέθους τέ τινος εἶναι (οὐ γὰρ κινεῖται τὸ ἀμέγεθες) καὶ ἑνὸς καὶ ὑφʼ ἑνός (οὐ γὰρ ἔσται συνεχής, ἀλλʼ ἐχομένη ἑτέρα ἑτέρας καὶ διηρημένη), τὸ δὴ κινοῦν εἰ ἕν, ἢ κινούμενον κινεῖ ἢ ἀκίνητον ὄν.
既然在存在的事物中必然有连续的运动,而这一运动是单一的,且单一的运动必然属于某种大小(因为没有大小的事物是不能运动的),并且是单一事物的运动,由单一的推动者引起(否则它就不是连续的,而是彼此相接且分裂的不同运动),那么,如果推动者是一个,它要么在自身被推动的同时引起运动,要么在自身不动的情况下引起运动。
εἰ μὲν δὴ κινοῦ. μενον, συνακολουθεῖν δεήσει καὶ μεταβάλλειν αὐτό, ἅμα δὲ κινεῖσθαι ὑπό τινος, ὥστε στήσεται καὶ ἥξει εἰς τὸ κινεῖσθαι ὑπὸ ἀκινήτου.
如果它在自身被推动的同时引起运动,那么它本身也必须随之变化,同时被某物推动,从而这一序列将终止,并归结于被不动的推动者推动。
τοῦτο γὰρ οὐκ ἀνάγκη συμμεταβάλλειν, ἀλλʼ ἀεί τε δυνήσεται κινεῖν (ἄπονον γὰρ τὸ οὕτω κινεῖν) καὶ ὁμαλὴς αὕτη ἡ κίνησις ἢ μόνη ἢ μάλιστα· οὐ γὰρ ἔχει μεταβολὴν τὸ κινοῦν οὐδεμίαν.
因为这一不动的推动者不需要随之变化,而是始终能够引起运动(因为以这种方式引起运动是无劳的),并且这种运动要么唯独是一致的,要么最是一致的,因为推动者本身没有任何变化。
δεῖ δὲ οὐδὲ τὸ κινούμενον πρὸς ἐκεῖνο ἔχειν μεταβολήν, ἵνα ὁμοία ᾖ ἡ κίνησις.
而且被运动的事物对于那一推动者也不应当发生任何变化,以便运动保持一致。
ἀνάγκη δὴ ἢ ἐν μέσῳ ἢ ἐν κύκλῳ εἶναι· αὗται γὰρ αἱ ἀρχαί.
因此,它必然要么在中心,要么在圆周上,因为这些是起始点。
ἀλλὰ τάχιστα κινεῖται τὰ ἐγγύτατα τοῦ κινοῦντος. τοιαύτη δʼ ἡ τοῦ κύκλου κίνησις·
但是,最靠近推动者的事物运动得最快,而圆周的运动就是这样的。
ἐκεῖ ἄρα τὸ κινοῦν.
因此,推动者就在那里。
ἔχει δʼ ἀπορίαν εἰ ἐνδέχεταί τι κινούμενον κινεῖν συνεχῶς, ἀλλὰ μὴ ὥσπερ τὸ θοῦν πάλιν καὶ πάλιν, τῷ ἐφεξῆς εἶναι συνεχῶς·
但是,关于是否有某种被运动的事物能够连续地引起运动,而不是像那推挤一再推挤之物那样通过相继发生而连续,这是一个难点。
ἢ γὰρ αὐτὸ δεῖ ἀεὶ ὠθεῖν ἢ ἕλκειν ἢ ἄμφω, ἢ ἕτερόν τι ἐκδεχόμενον ἄλλο παρʼ ἄλλου, ὥσπερ πάλαι ἐλέχθη ἐπὶ τῶν ῥιπτουμένων, εἰ διαιρετὸς ὢν ὁ ἀὴρ κινεῖ ἄλλος ἀεὶ κινούμενος.
因为,要么它自身必须始终在推或在拉,或二者兼有;要么是其他事物从一个接替另一个地承受运动,正如先前对受投掷之物所说的那样,如果具有可分性的空气在被动中始终有不同的部分相继推动。
ἀμφοτέρως δʼ οὐχ οἷόν τε μίαν εἶναι, ἀλλʼ ἐχομένην.
在这两种方式下,运动都不可能是单一的,而只能是相接的。
μόνη ἄρα συνεχὴς ἣν κινεῖ τὸ ἀκίνητον· ἀεὶ γὰρ ὁμοίως ἔχον καὶ πρὸς τὸ κινούμενον ὁμοίως ἕξει καὶ συνεχῶς.
因此,唯有不动者所推动的运动才是连续的;因为不动的推动者始终处于相同的状态,因而对于被运动之物,它也始终保持相同且连续的作用。
διωρισμένων δὲ τούτων φανερὸν ὅτι ἀδύνατον τὸ πρῶτον κινοῦν καὶ ἀκίνητον ἔχειν τι μέγεθος.
这些事情既然已经规定,显然,第一且不动的推动者不可能具有任何大小。
εἰ γὰρ μέγεθος ἔχει, ἀνάγκη ἤτοι πεπερασμένον αὐτὸ εἶναι ἢ ἄπειρον.
因为如果它具有大小,它必然要么是有限的,要么是无限的。
ἄπειρον μὲν οὖν ὅτι οὐκ ἐνδέχεται μέγεθος εἶναι, δέδεικται πρότερον ἐν τοῖς φυσικοῖς· ὅτι δὲ τὸ πεπερασμένον ἀδύνατον ἔχειν δύναμιν ἄπει. ρον, καὶ ὅτι ἀδύνατον ὑπὸ πεπερασμένου κινεῖσθαί τι ἄπει. ρον χρόνου, δέδεικται νῦν.
关于不可能存在无限的大小,先前在《自然学》中已经证明;而有限的大小不可能具有无限的力量,以及任何事物都不可能被有限的事物推动无限的时间,刚才已经证明。
τὸ δέ γε πρῶτον κινοῦν ἀΐδιον κινεῖ κίνησιν καὶ ἄπειρον χρόνον.
而第一推动者引起了永恒的运动且在无限的时间中。
φανερὸν τοίνυν ὅτι ἀδιαίρετόν ἐστι καὶ ἀμερὲς καὶ οὐδὲν ἔχον μέγεθος.
由此可见,它是不可分的、没有部分的,且不具有任何大小。

词汇与语法注释

  1. 267a1καὶ εἰ ποιεῖ, ὥσπερ ἡ λίθος, οἷόν τε κινεῖν ὃ ἐκίνησεν. — 由 并列连词 引导的让步从句(即便……)。动词 的宾语及谓语部分(意指“使介质具有推动能力”)在语境中被省略,用“石头()”将运动能力赋予空气进行类比。该从句起到了补充和强化前文条件句归结部分()的作用。
  2. 267a12ἢ γὰρ ἐφεξῆς ὄντων ἢ ἁπτομένων ἐστίν· — 解释了为什么这种运动实际上不是连续的,而仅仅是看起来如此。的主语是省略的“运动”(),动词 带有表示关联或依存的属格( 及 ,意为“相继者”和“接触者”),构成“属于相继发生或相互接触的事物[的运动]”之意。
  3. 267b9ἀλλὰ μὴ ὥσπερ τὸ θοῦν πάλιν καὶ πάλιν, τῷ ἐφεξῆς εἶναι συνεχῶς· — 构成间接疑问句()一部分的对比结构。表示手段或原因的与格不定词 (通过相继发生)与“一再推挤者()”那种断续、反复的动作()相对比,规定了通过接续传递是否能实现真正连续运动的这一难点。

引用这一段

亚里士多德, 物理学 §8.10#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:8.10%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。