Humanitext Reader

亚里士多德 · 物理学 §8.1#1

运动的永恒性与先于最初变化的运动

第 93 段,共 113 段 · 希腊语

内容简介

亚里士多德提出了运动是否永恒存在的问题,概述了自然哲学家们的观点,并基于运动的定义以及可动者与能动者的关系,论证了任何被设想为最初的变化都必须以更先前的变化为前提。

§8.1#1Πότερον γέγονέ ποτε κίνησις οὐκ οὗσα πρότερον, καὶ φθείρεται πάλιν οὕτως ὥστεκινεῖσθαι μηδέν, ἢ οὔτʼ ἐγένετο οὔτε φθείρεται, ἀλλʼ ἀεὶ ἦν καὶ ἀεὶ ἔσται, καὶ τοῦτʼ ἀθάνατον καὶ ἄπαυστον ὑπάρχει τοῖς οὖσιν, οἷον ζωή τις οὖσα τοῖς φύσει συνεστῶσι πᾶσιν;
运动是曾在某一时刻产生、而在先前并不存在,且又再次消灭以至于没有任何东西运动,还是它既未产生也不消灭,而是始终存在且将永远存在,并且作为某种不死且无休止的东西存在于万物之中,就像是所有依自然而构成的万物的一种生命?
εἶναι μὲν οὖν κίνησιν πάντες φασὶν οἱ περὶ φύσεως τι λέγοντες διὰ τὸ κοσμοποιεῖν καὶ περὶ γενέσεως καὶ φθορᾶς εἶναι τὴν θεωρίαν πᾶσαν αὐτοῖς, ἣν ἀδύνατον ὑπάρχειν μὴ κινήσεως οὕσης·
的确,所有谈论自然的人都说运动是存在的,因为他们构建世界,而且他们全部的考察都是关于产生与消灭的,而如果没有运动,产生和消灭就不可能存在。
ἀλλʼ ὅσοι μὲν ἀπείρους τε κόσμους εἶναί φασιν, καὶ τοὺς μὲν γίγνεσθαι τοὺς δὲ φθείρεσθαι τῶν κόσμων, ἀεί φασιν εἶναι κίνησιν (ἀναγκαῖον γὰρ τὰς γενέσεις καὶ τὰς φθορὰς εἶναι μετὰ κινήσεως αὐτῶν)· ὅσοι δʼ ἔνα ἢ ἀεὶ ἢ μὴ ἀεί. καὶ περὶ τῆς κινήσεως ὑποτίθενται κατὰ λόγον.
但是,凡是主张存在无限多个世界、且这些世界有的在产生有的在消灭的人,都说运动是永远存在的(因为这些产生和消灭必然伴随着运动);而那些主张只有一个世界的人,无论主张这个世界是永远存在的还是非永远存在的,也相应地对运动做出设想。
εἰ δὴ ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι, διχῶς ἀνάγκη τοῦτο συμβαίνειν· ἢ γὰρ ὡς Ἀναξαγόρας λέγει (φησὶν γὰρ ἐκεῖνος, ὁμοῦ πάντων ὄντων καὶ ἠρεμούντων τὸν ἄπειρον χρόνον, κίνησιν ἐμποιῆσαι τὸν νοῦν καὶ διακρῖναι), ἢ ὡς Ἐμπεδοκλῆς ἐν μέρει κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν, κινεῖσθαι μὲν ὅταν ἢ φιλία ἐκ πολλῶν ποιῇ τὸ ἓν ἢ τὸ νεῖκος πολλὰ ἐξ ἑνός, ἠρεμεῖν δʼ ἐν τοῖς μεταξὺ χρόνοις, λέγων οὕτως ᾗ μὲν ἔν ἐκ πλεόνων μεμάθηκε φύεσθαι, δὲ πάλιν διαφύντος ἑνὸς πλέονʼ ἐκτελέθουσιν, τῇ μὲν γίγνονταί τε καὶ οὕ σφισιν ἔμπεδος αἰών· ἧ δὲ τάδʼ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτη δʼ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
如果确实有可能在某一时刻没有任何东西在运动,那么这必然以两种方式之一发生:要么像阿那克萨戈拉所说的那样(因为他声称,在万物聚集在一起并静止了无限时间之后,理智引入了运动并把它们分离开来),要么像恩培多克勒所说的那样,交替地运动和再次静止——当友爱将多结合为一,或争斗将一分裂为多时,事物就运动,而在其间的时间里则静止,他这样说:“在‘一’学会了由‘多’中生长出来、以及当‘一’再次分裂时‘多’又得以完成的意义上,它们得以产生,且其生命并不永恒;但在这些东西永无休止地交替变化的意义上,在这个意义上,它们在循环中始终是静止不动的。
τὸ γὰρ “ᾗ δὲ τάδʼ ἀλλάσσοντα'' ἐνθένδε ἐκεῖσε λέγειν αὐτὸν ὑποληπτέον.
”因为我们应当理解,他说“但在此等事物交替变化”是指从这里到那里的变化。
σκεπτέον δὴ περὶ τούτων πῶς ἔχει· πρὸ ἔργου γὰρ οὐ μόνον πρὸς τὴν περὶ φύσεως θεωρίαν ἰδεῖν τὴν ἀλήθειαν, ἀλλὰ καὶ πρὸς τὴν μέθοδον τὴν περὶ τῆς ἀρχῆς τῆς πρώτης.
因此,我们必须考察这些事情的情况如何;因为看清真理不仅对于关于自然的考察是有用的,而且对于关于第一原理的研究也是有用的。
ἀρξώμεθα δὲ πρῶτον ἐκ τῶν διωρισμένων μῖν ἐν τοῖς φυσικοῖς πρότερον.
让我们首先从我们先前在《物理学》中已经规定的内容开始。
φαμὲν δὴ τὴν κίνησιν εἶναι ἐνέργειαν τοῦ κινητοῦ ῇ κινητόν.
我们说,运动是可运动者作为可运动者的现实活动。
ἀναγκαῖον ἄρα ὑπάρχειν τὰ πράγματα τὰ δυνάμενα κινεῖσθαι καθʼ ἑκάστην κίνησιν.
因此,必然存在着能够在各种运动中被运动的事物。
καὶ χωρὶς δὲ τοῦ τῆς κινήσεως ὁρισμοῦ, πᾶς ἂν ὁμολογήσειεν ἀναγκαῖον εἶναι κινεῖσθαι τὸ δυνατὸν κινεῖσθαι καθʼ ἑκάστην κίνησιν, οἶον ἀλλοιοῦσθαι μὲν τὸ ἀλλοιωτόν, φέρεσθαι δὲ τὸ κατὰ τόπον μεταβλητόν, ὥστε δεῖ πρότερον καυστὸν εἶναι πρὶν κάεσθαι καὶ καυστικὸν πρὶν κάειν.
即使撇开运动的定义不谈,任何人也都会同意,在每种运动中,可能被运动者必须被运动——例如,可性质变化者被性质变化,而空间上的可变化者被位移——因此,在被燃烧之前,必须先有可燃物,而在燃烧之前,必须先有能燃物。
οὐκοῦν καὶ ταῦτα ἀναγκαῖον ἢ γενέσθαι ποτὲ οὐκ ὄντα ἢ ἀΐδια εἶναι.
那么,这些东西必然也是要么先前不存在而于某一时刻产生,要么是永恒的。
εἰ μὲν τοίνυν ἐγένετο τῶν κινητῶν ἕκαστον, ἀναγκαῖον πρότερον τῆς ληφθείσης ἄλλην γενέσθαι μεταβολὴν καὶ κίνησιν, καθʼ ἣν ἐγένετο τὸ δυνατὸν κινηθῆναι ἢ κινῆσαι·
因此,如果这些可运动者中的每一个都是产生的,那么在所设定的运动之前,必然先产生了另一种变化和运动,通过这种变化和运动,能够被运动或引起运动的东西才得以产生。
εἰ δʼ ὄντα προῦπῆρχεν ἀεὶ κινήσεως μὴ οὕσης, ἄλογον μὲν φαίνεται καὶ αὐτόθεν ἐπιστήσασιν, οὐ μὴν ἀλλὰ μᾶλλον ἔτι προάγουσι τοῦτο συμβαίνειν ἀναγκαῖον.
但是,如果它们作为存在者在没有运动的情况下一直预先存在,这对于任何驻足思考的人来说,即便从直觉上看也是不合情理的,而且对于进一步推进讨论的人来说,这种情况更加必然会发生。
εἰ γὰρ τῶν μὲν κινητῶν ὄντων τῶν δὲ κινητικῶν ὁτὲ μὲν ἔσται τι πρῶτον κινοῦν, τὸ δὲ κινούμενον, ὁτὲ δʼ οὐθέν, ἀλλʼ ήρεμεῖ, ἀναγκαῖον τοῦτο μεταβάλλειν πρότερον· ἦν γάρ τι αἴτιον τῆς ἠρεμίας· ἡ γὰρ ἠρέμησις στέρησις κινήσεως.
因为,如果在可运动者与能运动者存在的情况下,有时会存在某种最初的施动者和被动者,而有时什么都没有,反而是静止的,那么这先前必然已经发生了变化;因为静止曾有某种原因(因为静止是运动的匮乏)。
ὥστε πρὸ τῆς πρώτης μεταβολῆς ἔσται μεταβολὴ προτέρα.
因此,在最初的变化之前,必将存在更先前的变化。
τὰ μὲν γὰρ κινεῖ μοναχῶς, τὰ δὲ καὶ τὰς ἐναντίας κινήσεις, οἷον τὸ μὲν πῦρ θερμαίνει, ψύχει δʼ οὔ, ἡ δʼ ἐπιστήμη δοκεῖ τῶν ἐναντίων εἶναι μία.
因为,有些东西只能以单一的方式引起运动,而另一些东西也能引起相反的运动,例如,火能加热,但不能冷却,而知识似乎对于相反的事物是同一的。
φαίνεται μὲν οὖν κἀκεῖ τι εἶναι ὁμοιότροπον· τὸ γὰρ ψυχρὸν θερμαίνει στραφέν πως καὶ ἀπελθόν, ὥσπερ καὶ ἁμαρτάνει ἑκών ὁ ἐπιστήμων, ὅταν ἀνάπαλιν· χρήσηται τῇ ἐπιστήμῃ.
的确,即使在前者中也似乎存在某种类似的情况;因为冷的东西通过某种方式的回旋和离去而使之变热,正如拥有知识的人在反向使用知识时故意犯错一样。
ἀλλʼ οὖν ὅσα γε δυνατὰ ποιεῖν καὶ πάσχειν ἢ κινεῖν, τὰ δὲ κινεῖσθαι, οὐ πάντως δυνατά ἐστιν, ἀλλʼ ὡδὶ ἔχοντα καὶ πλησιάζοντα ἀλλήλοις.
但无论如何,凡是能够施动与受动、或者能够引起运动与被运动的事物,并不是在任何情况下都能够如此,而只有在处于某种状态且彼此接近时才可以。
ὥσθʼ ὅταν πλησιάσῃ, κινεῖ, τὸ δὲ κινεῖται, καὶ ὅταν ὑπάρξῃ ὡς ἦν τὸ μὲν κινητικὸν τὸ δὲ κινητόν.
因此,当它们接近时,一者引起运动,另一者被运动,且当它们作为能动者与可动者而存在时也是如此。
εἰ τοίνυν μὴ ἀεὶ ἐκινεῖτο, δῆλον ὡς οὐχ οῦτως εἶχον ὡς ἦν δυνάμενα τὸ μὲν κινεῖσθαι τὸ δὲ κινεῖν, ἀλλʼ ἔδει μεταβάλλειν θάτερον αὐτῶν· ἀνάγκη γὰρ ἐν τοῖς πρός τι τοῦτο συμβαίνειν, οἷον εἰ μὴ ὂν διπλάσιον νῦν διπλάσιον, μεταβάλλειν, εἰ μὴ ἀμφότερα, θάτερον.
因此,如果它们并非始终在运动,那么显然它们先前并没有处于一者能被运动、另一者能引起运动的状态,而是它们中的一者必须发生变化;因为在关系者中,这种情况必然会发生——例如,如果先前不是双倍的现在成了双倍的,那么即使不是双方都变了,也必然是其中一者发生了变化。
ἔσται ἄρα τις προτέρα μεταβολὴ τῆς πρώτης.
所以,在最初的变化之前,必将存在某种更先前的变化。

词汇与语法注释

  1. ¦20¦ὅσοι δʼ ἕνα ἢ ἀεὶ ἢ μὴ ἀεί — 此处存在高度紧凑的省略。在 `ὅσοι δʼ ἕνα` 之后需补全为“主张只有一个世界的人”,而 `ἢ ἀεὶ ἢ μὴ ἀεί` 则指该单一世界是“永远存在”还是“并非永远存在”。下一句的主动词 `ὑποτίθενται`(做设想)统辖了整体的逻辑。
  2. ¦251a¦τὸ γὰρ “ᾗ δὲ τάδʼ ἀλλάσσοντα'' ἐνθένδε ἐκεῖσε λέγειν αὐτὸν ὑποληπτέον — 无人称必要形容词 `ὑποληπτέον` 支配一个“对格+不定式”结构(对格主语为 `αὐτόν`,不定式为 `λέγειν`)。引用的短语是 `λέγειν` 的宾语,而表示方向的副词短语 `ἐνθένδε ἐκεῖσε`(从这里到那里)修饰 `λέγειν`,用以明确其所指的变化类型。
  3. ¦20¦εἰ γὰρ τῶν μὲν κινητῶν ὄντων τῶν δὲ κινητικῶν — 此属格独立结构(`τῶν μὲν κινητῶν ὄντων...`)嵌套在条件从句 `εἰ` 中。它设定了背景前提(“一方面存在可运动者,另一方面存在能运动者”),后续的时间性交替讨论即在这一前提下展开。
  4. ¦5¦εἰ τοίνυν μὴ ἀεὶ ἐκινεῖτο — 该条件句使用直说过去时 `ἐκινεῖτο`(后接 `εἶχον` 和 `ἔδει`)来表达对过去事实相反或假设性的情况(“如果它们并非始终在运动”),从而推导并论证更先前之变化的必然性。

引用这一段

亚里士多德, 物理学 §8.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:8.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。