Humanitext Reader

亚里士多德 · 物理学 §8.1#2

从时间的连续性论运动永恒与自然的秩序

第 94 段,共 113 段 · 希腊语

内容简介

本文论证了由于“现在”的连续本性,时间必定是无始无终的,进而作为运动之数的运动也必须是永恒且不灭的。亚里士多德进一步阐明自然事物必有其秩序,并批评了运动在无限静止后突然开始的观点,以及德谟克利特将“始终如此”无条件作为第一原理的说明方法。

§8.1#2πρὸς δὲ τούτοις τθ πρότερον καὶ ὕστερον πῶς ἔσται χρόνου μὴ ὄντος;
此外,如果没有时间,又怎么会有“先”和“后”呢?
ἢ χρόνος μὴ οὔσης κινήσεως;
或者,如果没有运动,又怎么会有时间呢?
εἰ δή ἐστιν ὁ χρόνος κινήσεως ἀριθμὸς ἢ κίνησίς τις, εἴπερ ἀεὶ χρόνος ἔστιν, ἀνάγκη καὶ κίνησιν ἀΐδιον εἶναι.
如果时间确实是运动的数目或某种运动,既然时间始终存在,那么运动也是永恒的,这就具有必然性。
ἀλλὰ μὴν περί γε χρόνου ἔξω ἑνὸς ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ εἶναι λέγουσιν.
然而,关于时间,除了一人之外,所有人似乎都持有一致的看法;因为他们说时间是无始的。
καὶ διὰ τούτου Δημόκριτός γε δείκνυσιν ὡς ἀδύνατον ἃπόντα γεγοτ νέναι· τὸν γὰρ χρόνον ἀγένητον εἶναι.
的确,通过这一点,德谟克利特论证了万物不可能都是产生的;因为时间是无始的。
Πλάτων δὲ γενή μόνος· ἄμα μὲν γὰρ αὐτὸν τῷ οὐρανῷ, τὸν δʼ οὐρανὸν γεγονέναι φησίν.
唯有柏拉图使其成为产生的;因为他说时间是与天同时产生的,而天是已经产生出来的。
εἰ οὖν ἀδύνατόν ἐστιν καὶ εἶναι καὶ νοῆσαι χρόνον ἄνευ τοῦ νῦν, τὸ δὲ νῦν ἐστι μεσότης τις, καὶ ἀρχὴν καὶ τελευτὴν ἔχον ἅμα, ἀρχὴν μὲν τοῦ ἐσομένου χρόνου, τελευτὴν δὲ τοῦ παρελθόντος, ἀνάγκη ἀεὶ εἶναι χρόνον.
因此,如果离开了“现在”就既不可能存在也不可能设想时间,而“现在”又是某种中介,同时具有起点和终点——即未来时间的起点和过去时间的终点——那么时间始终存在就是必然的。
τὸ γὰρ ἔσχατον τοῦ τελευταίου ληφθέντος χρόνου ἔν τινι τῶν νῦν ἔσται (οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν τῷ χρόνῳ παρὰ τὸ νῦν), ὥστʼ ἐπεί ἐστιν ἀρχή τε καὶ τελευτὴ τὸ νῦν, ἀνάγκη αὐτοῦ ἐπʼ ἀμφότερα εἶναι ἀεὶ χρόνον.
因为所设定的最后时间的终点必将存在于某个“现在”之中(因为在时间中除了“现在”之外无法取到任何东西),所以,既然“现在”既是起点又是终点,那么在它的两边必然始终存在着时间。
ἀλλὰ μὴν εἴ γε χρόνον, φανερὸν ὅτι ἀνάγκη εἶναι καὶ κίνησιν, εἴπερ ὁ χρόνος πάθος τι κινήσεαως.
的确,如果时间存在,显然运动也必然存在,因为时间是运动的某种属性。
ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τοῦ ἄφθαρτον εἶναι τὴν κίνησιν· καθάπερ γὰρ ἐπὶ τοῦ γενέσθαι κίνησιν· συνέβαινεν προτέραν εἶναί τινα μεταβολὴν τῆς πρώτης, οῦτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας·
同样的道理也适用于运动是不可消灭的;因为正如在运动产生时,会出现某种先于最初变化的更早变化一样,在此处也会出现某种迟于最后变化的更晚变化。
οὐ γὰρ ἄμα παύεται κινούμενον καὶ κινητὸν ὄν, οἷον καιόμενον καὶ καυστὸν ὄν (ἐνδέχεται γὰρ καυστὸν εἶναι μὴ καιόμενον), οὐδὲ κινητικὸν καὶ κινοῦν.
因为一个事物并不会在停止受动的同时也停止成为可动者,正如正在燃烧的事物并不会在停止燃烧的同时也停止成为可燃物(因为有可能作为可燃物而不处于燃烧状态),同样地,施动者与正在施动者也是如此。
καὶ τὸ φθαρτικὸν δὴ δεήσει φθαρῆναι ὅταν φθεί,η· καὶ τὸ τούτου φθαρτικὸν πάλιν ὕστερον·
而且,消灭者在进行消灭时,自身也必须被消灭,而消灭此消灭者之物此后也同样如此。
καὶ γὰρ ἡ φθορὰ μεταβολή τίς ἐστιν.
因为消灭也是某种变化。
εἰ δὴ ταῦτʼ ἀδύνατα, δῆλον ὡς ἔστιν ἀΐδιος κίνησις, ἀλλʼ οὐχ ὁτὲ μὲν ἦν ὁτὲ δʼ οὔ καὶ γὰρ ἔοικε τὸ οὕτω λέγειν πλάσματι μᾶλλον.
如果这些是不可能的,那么显然运动是永恒的,而不是有时存在有时不存在;因为这样说似乎更像是一种虚构。
ὁμοίως δὲ καὶ τὸ λέγειν ὅτι πέφυκεν οὕτως καὶ ταύτην δεῖ νομίζειν εἶναι ἀρχήν, ὅπερ ἔοικεν Ἐμπεδοκλῆς ἂν εἰπὲν, ὡς τὸ κρατεῖν καὶ κινεῖν ἐν μέρει τὴν φιλίαν καὶ τὸ νεῖκος ὑπάρχει τοῖς πράγμασιν ἐξ ἀνάγκῆς, ἠρεμεῖν δὲ τὸν μεταξὺ χρόνον.
同样地,声称“事物本性如此”并认为这就是原理也是不妥的,这似乎是恩培多克勒会说的话,即友爱与争斗交替统治并引起事物的运动是出于必然,而在中间的时间里则是静止的。
τάχα δὲ καὶ οἱ μίαν ἀρχὴν ποιμοῦντες, ὥσπερ Ἀναξαγόρας, οὕτως ἂν εἶποιεν.
也许那些只确立单一原理的人,如阿那克萨戈拉,也会这样说。
ἀλλὰ μὴν οὐδέν γε ἄτακτον τῶν φύσει καὶ κατὰ φύσιν· ἡ γὰρ φύσις αἰτία πᾶσιν τάξεαως.
然而,凡是自然存在的或合乎自然的事物,绝没有无秩序的;因为自然是万物具有秩序的原因。
τὸ δʼ ἄπειρον πρὸς τὸ ἄπειρον οὐδένα λόγον ἔχει· τάξις δὲ πᾶσα λόγος.
而无限与无限之间没有任何比例;而一切秩序都是一种比例。
τὸ δʼ ἄπειρον χρόνον ἠρεμεῖν, εἶτα κινηθῆναί ποτε, τούτου δὲ μηδεμίαν εἶναι διαφοράν, ὅτι νῦν μᾶλλον ἢ πρότερον, μηδʼ αὖ τινὰ τάξιν ἔχειν, οὐκέτι φύσεως ἔργον.
但是,静止了无限的时间,然后于某一时刻运动起来,而在“为什么是现在而不是在此之前”这一点上没有任何区别,也没有任何秩序,这就不再是自然的作用了。
ἢ γὰρ ἀπλῶς ἔχει τὸ φύσει, καὶ οὐχ ὁτὲ μὲν οὕτως ὁτὲ δʼ ἄλλως, οἶον τὸ πῦρ ἄνω φύσει φέρεται καὶ οὐχ ὁτὲ μὲν ὁτὲ δʼ οὔ· ἢ λόγον ἔχει τὸ μὴ ἀπλοῦν.
因为凡是自然的事物,要么是简单的,而非有时如此、有时如彼——例如火在自然状态下向上运动,而不是有时向上、有时不向上——要么是不简单的物有其比例。
διόπερ βέλτιον ὡς Ἐμπεδοκλῆς, κἂν εἴ τις ἕτερος εἴρηκεν οὕτως ἔχειν, ἐν μέρει τὸ πᾶν ἠρεμεῖν καὶ κινεῖσθαι πάλιν· τάξιν γὰρ ἤδη τινʼ ἔχει τὸ τοιοῦτον.
因此,较好的说法是像恩培多克勒或任何其他说过此话的人那样,认为宇宙整体交替地处于静止和运动中;因为这样的情况已经具有某种秩序。
ἀλλὰ καὶ τοῦτο δεῖ τὸν λέγοντα μὴ φάναι μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν αὐτοῦ λέγειν, καὶ μὴ τίθεσθαι μηδὲν μηδʼ ἀξιοῦν ἀξίωμʼ ἄλογον, ἀλλʼ ἢ ἐπαγωγὴν ἢ ἀπόδειξιν φέρειν·
但是,主张这一点的人不应该仅仅是宣称,还必须说明其原因,并且不应该设定任何事物或要求任何不合常理的公理,而应当提供归纳或证明。
αὐτὰ μὲν γὰρ οὐκ αἴτια τὰ ὑποτεθέντα, οὐδὲ τοῦτʼ ἦν τὸ φιλότητι ἢ νείκει εἶναι, ἀλλὰ τῆς μὲν τὸ συνάγειν, τοῦ δὲ τὸ διακρίνειν.
因为所假设的事物本身并不是原因,这也不是友爱和争斗的本质,相反,前者的本质是结合,后者的本质是分离。
εἰ δὲ προσοριεῖται τὸ ἐν μέρει, λεκτέον ἐφʼ ὧν οῦτως, ὥσπερ ὅτι ἔστιν τι ὃ συνάγει τοὺς ἀνθρώπους, ἡ φιλία, καὶ φεύγουσιν οἱ ἐχθροὶ ἀλλήλους·
如果还要进一步限定这种“交替进行”,那就必须说明在哪些具体事物中是如此,例如,存在着某种把人们结合在一起的东西,即友爱,而敌人则相互避开。
τοῦτο γὰρ ὑποτίθεται καὶ ἐν τῷ ὅλῳ εἶναι· φαίνεται γὰρ ἐπί τινων οῦτως.
因为这也被假设为存在于整个宇宙之中;因为在某些事物中确实显现出是如此。
τὸ δὲ καὶ διʼ ἴσων χρόνων δεῖται λόγου τινός.
但关于它在相等的时间间隔内发生,也需要某种解释。
ὅλως δὲ τὸ νομίζειν ἀρχὴν εἶναι ταύτην κονήν, εἴ τι αἰεὶ ἢ ἔστιν οὕτως ἢ γίγνεται, οὐκ ὀρθῶς ἔχει ὑπολαβεῖν, ἐφʼ ὃ Δημόκριτος ἀνάγει τὰς περὶ φύσεως αἰτίας, ὡς οὕτω καὶ τὸ πρότερον ἐγίγνετο τοῦ δὲ ἀεὶ οὐκ ἀξιμοῖ ἀρχὴν ζητεῖν, λέγων ἐπί τινων ὀρθῶς, ὅτι δʼ ἐπὶ πάν. τῶν, οὐκ ὀρθῶς.
总之,认为某事物始终如此存在或产生就是一个充足的原理,这种想法是不正确的,德谟克利特正是将关于自然的原因归结于此,即先前也是如此产生的;但对于始终如此的事物,他并不认为应该寻找原因,这在某些情况下说得对,但在关于所有事物的情况下则不对。
καὶ γὰρ τὸ τρίγωνον ἔχει δυσὶν ὀρθαῖς ἀεὶ τὰς γωνίας ἴσας, ἀλλʼ ὅμως ἐστίν τι τῆς ἀίδιότητος ταύτης ἕτερον αἴτιον· τῶν μέντοι ἀρχῶν οὐκ ἔστιν ἕτερον αἴτιον ἀϊ δίων οὐσῶν.
因为即使三角形的内角和也始终等于两个直角,然而这一永恒性仍有某种其他原因;但是,如果是永恒存在的原理本身,则没有其他原因。
ὅτι μὲν οὖν οὐδεὶς ἢν χρόνος οὐδʼ ἔσται ὅτε κίνησις οὐκ ἢν ἢ οὐκ ἔσται, εἰρήσθω τοσαῦτα.
因而,关于从没有过、也不会有运动不存在的或将不存在的时间,就说这么多。

词汇与语法注释

  1. ¦10¦χρόνου μὴ ὄντος — 属格独立结构,在此具有条件语气,解释为“如果没有时间”。
  2. ¦28¦ἄφθαρτον εἶναι τὴν κίνησιν — 受前置词 περί 支配的对格不定式结构,表示“运动是不可毁灭的”这一事态。
  3. ¦15¦τὸ δʼ ἄπειρον χρόνον ἠρεμεῖν — 不定式短语作整个句子的主语,系动词 ἐστίν 被省略,而以 οὐκέτι φύσεως ἔργον 作谓语(表语)。
  4. ¦252b¦τὸ τρίγωνον ἔχει δυσὶν ὀρθαῖς ἀεὶ τὰς γωνίας ἴσας — 动词 ἔχει 的直接宾语是 τὰς γωνίας,而 δυσὶν ὀρθαῖς ἴσας 作其宾语补足语(即“三角形始终使其内角等于两个直角”)。

引用这一段

亚里士多德, 物理学 §8.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:8.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。