§7.3#2ὁμοίαως
δὲ καὶ ἐπὶ τῶν τῆς ψυχῆς ἕξεων· ἄπασαι γὰρ καὶ αὗται τῷ πρός τι πὼς ἔχειν, καὶ αἱ μὲν ἀρεταὶ τελειώσεις, αἱ δὲ κακίαι ἐκστάσεις.
同样地,对于灵魂的状态也是如此;因为这些也完全在于处于某种关系之中,而且德性是完善,恶德则是偏离。
ἔτι δὲ ἡ μὲν ἀρετὴ εὖ διατίθησι πρὸς τὰ οἰκεῖα πάθη, ἡ δὲ κακῖα κακῶς.
此外,德性使其在固有的属性方面处于良好状态,恶德则处于不良状态。
ὥστʼ οὐδʼ αὔται ἔσονται ἀλλοιώσεις· οὐδὲ δὴ αἱ ἀποβολαὶ καὶ αἱ λήψεις αὐτῶν.
因此,这些本身也不是性质变化;它们的丧失和获得当然也不是。
γίγνεσθαι δʼ αὐτὰς ἀναγκαῖον ἀλλοιουμένου τοῦ αἰσθητικοῦ μέρους.
但是,当感觉部分发生性质变化时,它们必然随之产生。
ἀλλοιωθήσεται δʼ ὑπὸ τῶν αἰσθητῶν· ἅποσα γὰρ ἡ θικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικάς, αὗται δὲ ἢ ἐν τῷ πράττειν ἢ ἐν τῷ μεμνῆσθαι ἢ ἐν τῷ ἐλπίζειν.
而它会被可感物所改变;因为一切伦理德性都与身体的快乐和痛苦有关,而这些要么存在于行动之中,要么存在于记忆之中,要么存在于期望之中。
αἱ μὲν οὖν ἐν τῇ πράξει κατὰ τὴν αἴσθησίν εἰσιν, ὥσθʼ ὑπʼ αἰσθητοῦ τινὸς κινεῖσθαι, αἱ δʼ ἐν τῇ μνήμῃ καὶ ἐν τῇ ἐλπίδι ἀπὸ ταύτης εἰσίν· ἢ γὰρ οἷα ἔπαθον μεμνημένοι ήδονται, ἢ ἐλπίζοντες οἷα μέλλουσιν.
其中,在行动中的快乐和痛苦是依据感觉的,因而在被某种可感物所推动的,而在记忆和期望中的快乐和痛苦则源于感觉;因为人们要么因记住自己曾承受过怎样的作用而感到快乐,要么因期望着自己将要承受怎样的作用而感到快乐。
ὥστʼ ἀνάγκη πᾶσαν τὴν τοιαύτην ἡδονὴν ὑπὸ τῶν αἰσθητῶν γίγνεσθαι.
因此,所有这类快乐必然是由可感物产生的。
ἐπεὶ δʼ ἡδονῆς καὶ λύπης ἐγγιγνομένης καὶ ἡ κακία καὶ ἡ ἀρετὴ ἐγγίγνεται (περὶ ταύτας γάρ εἰσιν), αἱ δʼ ἡδοναὶ καὶ αἱ λῦπαι ἀλλοιώσεις τοῦ αἰσθητικοῦ, φανερὸν ὅτι ἀλλοιουμένου τιννὸς ἀνάγκη καὶ ταύτας ἀποβάλλειν καὶ λαμβάνειν.
既然当快乐和痛苦产生时,恶德和德性也产生(因为它们是关于这些的),而快乐和痛苦又是感觉部分的性质变化,那么显而易见,当某些事物发生性质变化时,它们也必然会丧失和获得这些状态。
ὥσθʼ ἡ μὲν γένεσις αὐτῶν μετʼ ἀλλοιώσεως, αὐταὶ δʼ οὐκ εἰσὶν ἀλλοιώσεις.
所以,它们的生成伴随着性质变化,但它们自身并不是性质变化。
ἀλλὰ μὴν οὐδʼ αἱ τοῦ νοητικοῦ μέρους ἔξεις ἀλλοιώσεις, οὐδʼ ἔστιν αὐτῶν γένεσις.
此外,理智部分的状态也不是性质变化,它们也没有生成。
πολὺ γὰρ μάλιστα τὸ ἐπιστῆμον ἐν τῷ πρός τι πῶς ἔχειν λέγομεν.
因为我们最主要是从处于某种关系之中的角度来谈论有知识者的。
ἔτι δὲ καὶ φανερὸν ὅτι οὐκ ἔστιν αὐτῶν γένεσις· τὸ γὰρ κατὰ δύναμιν ἐπιστῆμον οὐδὲν αὐτὸ κινηθὲν ἀλλὰ τῷ ἄλλο ὑπάρξαι γίγνεται ἐπιστῆμον.
而且显而易见,它们没有生成;因为潜在的有知识者本身并不需要发生任何运动,而只是由于他物的存在而成为有知识者。
ὅταν γὰρ γένηται τὸ κατὰ μέρος, ἐπίσταταί πως τὰ καθόλου τῷ ἐν μέρει.
因为当个别事物产生时,人们在某种意义上是通过这部分来认识普遍者的。
πάλιν δὲ τῆς χρήσεως καὶ τῆς ἐνεργείας οὐκ ἔστι γένεσις, εἰ μή τις καὶ τῆς ἀναβλέψεως καὶ τῆς ἁρῆς οἴεται γένεσιν εἶναι· τὸ γὰρ χρῆσθαι καὶτὸ ἐνεργεῖν ὄμοιον τούτοις.
再者,使用和现实活动也没有生成,除非有人认为看和触摸也有生成;因为使用和活动与这些相似。
ἡ δʼ ἐξἀρχῆς λῆψις τῆς ἐπιστήμης γένεσις οὐκἔστινοὐδʼ ἀλλοίωσις· τῷγὰρ ήρεμῆσαι καὶ στῆναι τὴν διάνοιαν ίπίστασθαι καὶ φρονεῖν λεγόμεθα, εἰς δὲ τὸ ἠρεμεῖν οὐκ ἔστι γένεσις· ὅλως γὰρ οὐδεμιᾶς μεταβολῆς, καθάπερ εἴρηται πρότερον.
而知识的最初获得既不是生成,也不是性质变化;因为我们之所以被称为认识和思考,是由于理智静止和停息下来,而走向静止并没有生成;因为正如前文所说,一般而言任何变化都没有生成。
ἔτιδʼ ὥσπερ ὅταν ἐκ τοῦ μεθύειν ἢ καθεύδειν ἢ νοσεῖν εἰς τἀναντία μεταστῇ τις, οὔ φαμεν ἐπιστήμονα γεγονέναι πάλιν (καίτοι ἀδύνατος ἦν τῇ ἐπιστήμῃ χρῆσθαι πρότερον), οῦτως οὐδʼ ὅταν ἐξ ἀρχῆς λαμβάνῃ τὴν ἔξιν· τῷ γὰρ καθίστασθαι τὴν ψυχὴν ἐκ τῆς φυσικῆς ταραχῆς φρόνιμόν τι γίγνεται καὶ ἐπιστῆμον.
此外,就像当有人从醉酒、睡眠或生病中恢复到相反状态时,我们并不说他重新成为了有知识者(尽管他之前无法使用其知识),同样,当他从最初获得这一状态时也是如此;因为正是通过灵魂从其自然产生的混乱中安定下来,它才成为有智慧和有知识的。
διὸ καὶ τὰ παιδία οὔτε μανθάνειν δύνανται οὔτε κατὰ τὰς αἰσθήσεις ὁμοίως κρίνειν τοῖς πρεσβυτέροις· πολλὴ γὰρ ἡ ταραχὴ καὶ ἡ κίνησις.
因此,儿童既不能像年长者那样学习,也不能同样地根据感觉进行判断;因为其体内的混乱和运动太强烈了。
καθίσταται δὲ καὶ ἠρεμίζεται πρὸς ἔνια μὲν ὑπὸ τῆς φύσεως αὐτῆς, πρὸς ἔνια δʼ ὑπʼ ἄλλων, ἐν ἀμφοτέροις δὲ ἀλλοιουμένων τινῶν τῶν ἐν τῷ σώματι, καθάπερ ἐπὶ τῆς χρήσεως καὶ τῆς ἐνεργείας, ὅταν νήφων γένηται καὶ ἐγερθῇ.
而在某些方面通过自然本身,在另一些方面通过他物,灵魂得以安定和静止,但在两种情况下,都是伴随着身体内部某些事物的性质变化,正如在使用和现实活动中,当一个人清醒过来或醒来时那样。
φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὅτι τὸ ἀλλοίοῦσθαι καὶ ἡ ἀλλοίωσις ἔν τε τοῖς αἰσθητοῖς γίγνεται καὶ ἐν τῷ αἰσθητικῷ μορίῳ τῆς ψυχῆς, ἐν ἄλλῳ δʼ οὐδενὶ πλὴν κατὰ συμβεβηκός.
由此可见,从上述讨论中可以清楚地看出,发生性质变化和性质变化本身既存在于可感物之中,也存在于灵魂的感觉部分之中,而在其他任何事物中,除了伴随发生的情况之外,都不存在。