§7.4#1Ἀπορήσειε δʼ ἄν τις πότερόν ἐστι κίνησις πᾶσα πάση συμβλητὴ ἢ οὔ.
有人可能会提出这样一个问题:是否每一种运动都与另一种可比较,还是并不如此。
εἰ δή ἐστιν πᾶσα συμβλητή, καὶ μοταχὲς τὸ ἐν ἴσῳ χρόνῳ ἴσον κινούμενον, ἔσται περιφερής τις ἴση εὐθείᾳ, καὶ μείζων δὴ καὶ ἐλάττων.
如果确实一切运动都是可比较的,且在等长的时间内移动等长距离者为等速,那么某种圆周线就将等于一条直线,且显然也会有大于或小于。
ἔτι ἀλλοίωσις καὶ φορά τις ἴση, ὅταν ἐν ἴσῳ χρόνῳ τὸ μὲν ἀλλοιωθῇ τὸ δʼ ἐνεχθῇ.
此外,如果某性质变化和某位移在等长的时间内一者发生性质变化而另一者发生移动,那么它们将是相等的。
ἔσται ἄρα ἴσον πάθος μήκει.
因此,某种(性质变化的)受动状态将等于(位移的)长度。
ἀλλʼ ἀδύνατον.
但这显然是不可能的。
ἀλλʼ ἄρα ὅταν ἐν ἴσῳ ἴσον κινηθῇ, τότε ἰσοταχές, ἴσον δʼ οὐκ ἔστιν πάθος μήκει, ὥστε οὐκ ἔστιν ἀλλοίωσις φορή ἴση οὐδʼ ἐλάττων, ὥστʼ οὐ πᾶσα συμβλητή;
然而,只有当在等长的时间内产生等长的运动时才是等速,而受动状态并不等于长度,因此性质变化既不等于位移,也不小于位移,这难道不说明并非所有运动都是可比较的吗?
ἐπὶ δὲ τοῦ κύκλου
καὶ τῆς εὐθείας πῶς συμβήσεται;
但是,在圆和直线的情况下,又会得出什么结果呢?
ἄτοπόν τε γὰρ εἰ μὴ ἔστιν κύκλῳ ὁμοίως τουτὶ κινεῖσθαι καὶ τουτὶ ἐπὶ τῆς εὐθείας, ἀλλʼ εὐθὺς ἀνάγκη ἢ θᾶττον ἢ βραδύτερον, ὥσπερ ἂν εἰ κάταντες, τὸ δʼ ἄναντες·
因为,如果一物沿圆周运动与另一物沿直线运动不能以相似的方式进行,而是必须立刻断定一者要么更快要么更慢,这未免太荒谬了,这就像是说一者在下坡而另一者在上坡一样。
οὐδὲ διαφέρει οὐδὲν τῷ λόγῳ, εἴ τίς φησιν ἀνάγκην εἶναι θᾶττον εὐθὺς ἢ βραδύτερον κινεῖσθαι·
如果有人说一者必然立刻比另一者更快或更慢,这在论证上也没有任何区别;因为这样一来,圆周就将大于或小于直线,从而也将等于直线。
ἔσται γὰρ μείζων καὶ ἐλάττων ἡ περιφερὴς τῆς εὐθείας, ὥστε καὶ ἴση. εἰ γὰρ ἐν τῷ Α χρόνην τὴν B διλήλυθε τὸ δὲ τὴν Γ. μείζων ἂν εη B τῆς Γ·
因为如果在一时间A中,一物通过了圆周B,而另一物通过了直线C,那么B就应当大于C;因为 “更快”就是这样定义的。
οὕτω γὰρ τὸ θᾶττον ἐλέγετο. οὐκοῦν καὶ εἰ ἐν ἐλάττονι ἴσον, θᾶττον· ὥστʼ ἔσται τι μέρος τοῦ A ἐν τὸ B τοῦ κύκλου τὸ ἴσον δίεισι καὶ τὸ Γ ἐν ὅλῳ τῷ Α.
因此,如果在一更短的时间内通过相等的距离,也是更快;所以将存在时间A的某一部分,在此期间在圆上运动者通过了圆周B中与直线C相等的部分,而另一物则在整个时间A中通过了直线C。
ἀλλὰ μὴν εἰ ἔστιν συμβλητά, συμβαίνει τὸ ἄρτι ῥηθέν, ἴσην εὐθεῖαν εἶναι κύκλῳ.
但是,如果它们是可比较的,就会得出刚才所说的情况:即一条直线等于圆周。
ἀλλʼ οὐ συμβλητά οὐδʼ ἄρα αἱ κινήσεις, ἀλλʼ ὅσα μὴ συνώνυμα, πάντʼ ἀσύμβλητα.
然而它们是不可比较的;因此它们的运动也不是可比较的。 相反,所有非同义的事物都是不可比较的。
οον διὰ τί,οὺ συμβλητὸν πότερον ὀξύτερον τὸ γραφεῖον ἢ ὁ οἶνος ἢ ἡ νήτη;
例如,为什么无法比较钢笔、葡萄酒和最高音弦中哪一个“更锐利”呢?
ὅτι ὁμώνυμα, οὐ συμβλητά· ἀλλʼ ἡ νήτη τῇ παρανήτῃ συμβλητή, ὅτι τὸ αὐτὸ σημαίνει τὸ ὀξύ ἐπʼ ἀμφοῖν.
因为它们是同名异义的,所以不可比较;但最高音弦与次高音弦则是可比较的,因为“锐”(高)在这两者中表示相同的意思。
ἇρʼ οὖν οὐ ταὐτὸν τὸ ταχὺ ἐνταῦθα κἀκεῖ, πολὺ δʼ ἔτι ἦττον ἐν ἀλλοιώσει καὶ φορᾷ;
那么,“快”在这里(圆周运动中)和在那里(直线运动中)难道不是相同的吗? 而在性质变化与位移中,它的相同程度难道不是更低吗?
ἢ πρῶτον μὲν τοῦτο οὐκ ἀληθές, ὡς εἰ
μὴ ὁμώνυμα συμβλητά;
或者,首先,说“只要不是同名异义的事物就是可比较的”难道不是不真实的吗?
τὸ γὰρ πολὺ τὸ αὐτὸ σημαίνει ἐν ὕδατι καὶ ἀέρι, καὶ οὐ συμβλητά.
因为“多”在水中和在空气中表示相同的意思,但它们并不可比较。
εἰ δὲ μή, τό γε διπλάσιον ταὐτό (δύο γὰρ πρὸς ἕν), καὶ οὐ συμβλητά.
如果不是这样,至少“两倍”是相同的(因为都是二对一),但它们仍不可比较。
ἢ καὶ ἐπὶ τούτων ὁ αὐτὸς λόγος;
或者对这些事物也可以适用同样的论证?
καὶ γὰρ τὸ πολὺ ὁμώνυμον.
因为“多”也是同名异义的。
ἀλλʼ ἐνίων καὶ οἱ λόγοι ὁμώνυμοι, οἷον εἰ λέγοι τις ὅτι τὸ πολὺ τὸ τοσοῦτον καὶ ἔτι, ἄλλο τὸ τοσοῦτον·
但是,对于某些事物,甚至连定义都是同名异义的;例如,如果有人说“多”是指“这么多且更多”,那么在不同情况下“这么多”是不同的。
καὶ τὸ ἴσον ὁμώνυμον, καὶ τὸ ἓν δέ, εἰ ἔτυχεν, εὐθὺς ὁμώνυμον. εἰ δὲ τοῦτο, καὶ τὰ δύο, ἐπεὶ διὰ τί τὰ μὲν συμβλητὰ τὰ δʼ οὔ, εἴπερ ἦν μία φύσις;
而且“相等”也是同名异义的,“一”如果碰巧的话,也立刻是同名异义的;如果是这样,“二”也是如此。 因为,如果它们确实具有单一的本性,那么为什么有些事物是可比较的,而另一些则不是呢?
ἢ ὅτι ἐν ἄλλῳ πρώτῳ δεκτικῷ;
或者是因为它们存在于不同的首要接受体中?
ὁ μὲν οὖν ἵππος καὶ ὁ κύων συμβλητά, πότερον λευκότερον (ἐν γὰρ πρώτῳ, τὸ αὐτό, ἡ ἐπιφάνεια), καὶ κατὰ μέγεθος ὡσαύτως· ὕδωρ δὲ καὶ φωνὴ οὔ· ἐν ἄλλῳ γάρ.
因此,马和狗在“哪一个更白”上是可比较的(因为首要的接受体即表面是同一的),在大小方面也是如此;但水和声音则不可比较,因为它们在不同的接受体中。
ἢ δῆλον ὅτι ἔσται οῦτω γε πάντα ἓν ποιεῖν, ἐν ἄλλῳ δὲ ἕκαστον φάσκειν εἶναι, καὶ ἔσται ταὐτὸ τὸ ἴσον καὶ γλυκὺ καὶ λευκόν, ἀλλʼ ἄλλο ἐν ἄλλῳ;
或者显而易见,如果照这样下去,人们就可以把一切事物都归为一体,只声称每一事物都存在于不同的接受体中,并且声称“相等”、“甜”和“白”都是同一的,只是由于存在于不同的接受体中而不同?
ἔτι δεκτικὸν οὐ τὸ τυχὸν τοῦ τυχόντος ἐστίν, ἀλλʼ ἓν ἑνὸς τὸ πρῶτον.
此外,接受体并不是任何随机的主体容受任何随机的属性,而是一个首要接受体容受一种属性。