Humanitext Reader

亚里士多德 · 物理学 §7.2#2

诸运动形式中推动者与被推动者之间的无中间性

第 87 段,共 113 段 · 希腊语

内容简介

通过拉与推的定义证明了空间运动中推动者与被推动者的接触。随后,通过归纳和连续性的概念,论证了在变化以及增大和减少中,推动者与被推动者之间同样没有中间物。

§7.2#2ἀλλὰ μὴν τοῦτο δῆλον καὶ ἐκ τῶν ὁρισμῶν· ὦσις μὲν γάρ ἐστιν ἡ ἀφʼ αὐτοῦ ἢ ἀπʼ ἄλλου πρὸς ἄλλο κίνησις, ἕλξις δὲ ἡ ἀπʼ ἄλλου πρὸς αὑτὸ ἢ πρὸς ἄλλο, ὅταν θάττων ἡ κίνησις ᾖ τῆς χωριζούσης ἀπʼ ἀλλήλων τὰ συνεχῆ· οὕτω γὰρ συνεφέλκεται θάτερον.
然而,这从定义中也是显而易见的:因为推是离于自身或离于他物而朝向他物的运动,而拉是离于他物而朝向自身或朝向他物的运动,只要该运动快于将相互连续之物分离开来的运动;因为这样一来,另一物就会被一同拉过去。
(τάχα δὲ δόξειεν ἂν εἶναί τις ἕλξις καὶ ἄλλως· τὸ γὰρ ξύλον ἕλκει τὸ πῦρ οὐχ οὕτως.
(不过,或许有人会认为还有另一种形式的拉;因为木头引火并不是以这种方式。
τὸ δʼ οὐθὲν διαφέρει κιννουμένου τοῦ ἕλκοντος ἢ μένοντος ἕλκειν· ὁτὲ μὲν γὰρ ἕλκει οὗ ἔστιν, ὁτὲ δὲ οὗ ἦν.
但是,拉的物体是在运动中拉还是在静止中拉,这并没有什么区别;因为有时它是在它现在所在的地方拉,有时是在它过去所在的地方拉。
) ἀδύνατον δὲ ἢ ἀφʼ αὑτοῦ πρὸς ἄλλο ἢ ἀπʼ ἄλλου πρὸς αὑτὸ κινεῖν μὴ ἁπτόμενον, ὥστε φανερὸν ὅτι τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.
)然而,如果不进行接触,就不可能使物体离于自身而朝向他物,或者离于他物而朝向自身运动;因而,在空间上被推动者与推动者之间没有任何中间物是显而易见的。
ἀλλὰ μὴν οὐδὲ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος.
而且,在被变化者和变化者之间也同样没有任何中间物。
τοῦτο δὲ δῆλον ἐξ ἐπαγωγῆς· ἐν ἅπασι γὰρ συμβαίνει ἅμα εἶναι τὸ ἔσχατον ἀλλοιοῦν καὶ τὸ πρῶτον ἀλλοιούμενον·
这从归纳中也是显而易见的;因为在所有情况下,最后的改变者和最先的被改变者恰好是在一起的。
ὑπόκειται γὰρ ἡμῖν τὸ τὰ ἀλλοιούμενα κατὰ τὰς παθητικὰς καλουμένας ποιότητας πάσχοντα ἀλλοιοῦσθαι.
因为我们的假设是,被变化者是在所谓的被动性质上通过受作用而发生变化的。
ἅπαν γὰρ σῶμα σώματος διαφέρει τοῖς αἰσθητοῖς ἢ πλείοσιν ἢ ἐλάττοσιν ἢ τῷ μᾶλλον καὶ ἦττον τοῖς αὐτοῖς·
因为每一个物体与其他物体的区别都在于可感知的特征,要么在于多,要么在于少,要么在于对同一特征的程度更深或更浅。
ἀλλὰ μὴν καὶ ἀλλοιοῦται τὸ ἀλλοιούμενον ὑπὸ τῶν εἰρημένων.
而且,被变化者也确实是由上述那些可感物所改变的。
ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης ποιότητος· ἢ γὰρ θερμαινόμενον ἢ γλυκαινόμενον ἢ πυκνούμενον ἢ ξηραινόμενον ἢ λευκαινόμενον ἀλλοιοῦσθαίφαμεν, ὁμοίως τό τε ἄψυχον καὶ τὸ ἔμύυχον λέγοντες, καὶ πάλιν τῶν ἐμψύχων τά τε μὴ αἰσθητικὰ τῶν μερῶν καὶ αὐτὰς τὰς αἰσθήσεις.
因为这些就是作为基础的性质的属性;因为我们说一物是通过变热、变甜、变浓、变干或变白而发生改变的,这对无生命物和有生命物都同样适用,并且再次,对于有生命物,既包括那些无感觉的部分,也包括感觉自身。
ἀλλοιοῦνται γάρ πως καὶ αἱ αἰσθήσεις· ἡ γὰρ αἴσθησις ἡ κατʼ ἐνέργειαν κίνσησίς ἐστι διὰ τοῦ σώματος, πασχούσης τι τῆς αἰσθήσεως.
因为感觉在某种意义上也会发生变化;因为现实中的感觉是通过身体的运动,在此过程中感觉器官受到了某种作用。
καθʼ ὅσα μὲν οὖν τὸ ἄψυχον ἀλλοιοῦται, καὶ τὸ ἔμψυχον, καθʼ ὅσα δὲ τὸ ἔμψυχον, οὐ κατὰ ταῦτα πάντα τὸ ἄψυχον (οὐ γὰρ ἀλλοιοῦται κατὰ τὰς αἰσθήσεις)· καὶ τὸ μὲν λανθάνει, τὸ δʼ οὐ λανθάνει πάσχον.
因此,无生命物发生变化的那些方面,有生命物也会发生变化;但有生命物发生变化的那些方面,无生命物并不完全同样如此(因为无生命物不会在感觉上发生变化);而且,一者在受作用时是不被察觉的,另一者则是被察觉的。
οὐδὲν δὲ κωλύει καὶ τῷ ἔμψυχον λανθάνειν, ὔταν μὴ κατὰ τὰς αἰσθήσεις γίγνηται ἡ λλοίωσις.
但如果变化不是在感觉方面发生,没有什么能阻止有生命物在受作用时不被察觉。
εἴπερ οὖν ἀλλοιοῦται τὸ ἀλλοιούμενον ὑπὸ τῶν αἰσθητῶν, ἐν ἄπασί γε τούτοις φανερὸν ὅτι ἄμα ἐστὶ τὸ ἔσχατον ἀλλοιοῦν καὶ τὸ πρῶτον ἀλλοιούμενον· τῷ μὲν γὰρ συνεχὴς ὁ ἀήρ, τῷ δʼ ἀέρι τὸ σῶμα.
因此,如果被变化者确实是被可感物所改变的,那么在所有这些情况中,最后的改变者和最先的被改变者显然是在一起的;因为空气与一者相连续,而物体又与空气相连续。
πάλιν δὲ τὸ μὲν χρῶμα τῷ φωτί, τὸ δὲ φῶς τῇ ὄψει.
再者,颜色与光相连续,而光与视觉相连续。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις· πρῶτον γὰρ κινοῦν πρὸς τὸ κινούμενον ὁ ἀήρ.
听觉和嗅觉也是同样的方式;因为相对于被推动者而言,第一推动者是空气。
καὶ ἐπὶ τῆς γεύσεως ὁμοίως· ἅμα γὰρ τῇ γεύσει ὁ χυμός.
并且对于味觉也是同样;因为味道与味觉是在一起的。
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀψύχων καὶ ἀναισθήτων.
对于无生命物和无感觉物也是如此。
ὥστʼ οὐδὲν ἔσται μεταξὺ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος.
因而,在被变化者和变化者之间将没有任何中间物。
οὐδὲ μὴν τοῦ αὐξανομένου τε καὶ αὔξοντος· αὐξάνει γὰρ τὸ πρῶτον αὖξον προσγιγνόμενον, ὥστε ἓν γίγνεσθαι τὸ ὅλον.
此外,在被增大者和增大者之间也同样没有任何中间物;因为最先的增大者是通过添加而使之增大的,其结果是整体合而为一。
καὶ πάλιν φθίνει τὸ φθῖνον ἀπογιγνομένου τινὸς τῶν τοῦ φθίνοντος.
再者,被减少者是通过被减少者的某些部分的脱离而减少的。
ἀνάγκη οὖν συνεχὲς εἶναι καὶ τὸ αὔξον καὶ τὸ φθῖνον, τῶν δὲ συνεχῶν οὐδὲν μεταξύ.
因此,增大者和减少者都必然是连续的,但在连续者之间没有任何中间物。
φανερὸν οὖν ὅτι τοῦ κινουμένου καὶ τοῦ κινοῦντος πρώτου καὶ ἐσχάτου πρὸς τὸ κινούμενον οὐδέν ἐστιν ἀνὰ μέσον.
因此,显而易见,在被推动者与相对于该被推动者而言最先且最后的推动者之间,没有任何中间物。

词汇与语法注释

  1. 244a5ὅταν θάττων ἡ κίνησις ᾖ τῆς χωριζούσης ἀπʼ ἀλλήλων τὰ συνεχῆ — 属格分词短语 τῆς χωριζούσης(省略了女性单数名词 κινήσεως)在比较级形容词 θάττων 之后起比较属格的作用。译为“快于将相互连续之物分离开来的[运动]”。
  2. 244b5ὑπόκειται γὰρ ἡμῖν τὸ τὰ ἀλλοιούμενα κατὰ τὰς παθητικὰς καλουμένας ποιότητας πάσχοντα ἀλλοιοῦσθαι — 动词 ὑπόκειται(作为前提、被假定)的主语是带冠词的不定式短语 τὸ ... ἀλλοιοῦσθαι。在这一短语内部,对格的 τὰ ἀλλοιούμενα 是不定式的逻辑主语,分词 πάσχοντα 与之保持一致。
  3. 244b5τῷ μᾶλλον καὶ ἦττον τοῖς αὐτοῖς — 与格 τῷ 起到关系或方式与格的作用,修饰整句话,意思是“通过在相同的[特征]中存在程度深浅(更多或更少)”,其中 τοῖς αὐτοῖς 也是与格。
  4. 244b10καὶ πάλιν τῶν ἐμψύχων τά τε μὴ αἰσθητικὰ τῶν μερῶν καὶ αὐτὰς τὰς αἰσθήσεις — 承接前文无生命物(τὸ ἄψυχον)与有生命物(τὸ ἔμψυχον)的对比,属格 τῶν ἐμψύχων 起到部分属格的作用,限定了两个对格主语 τά τε μὴ αἰσθητικὰ τῶν μερῶν(无感觉的部分)和 αὐτὰς τὰς αἰσθήσεις(感觉自身),它们同样受前文 ἀλλοιοῦσθαί φαμεν(我们说……发生变化)的支配。

引用这一段

亚里士多德, 物理学 §7.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:7.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。