Humanitext Reader

亚里士多德 · 物理学 §7.2#1

推动者与被推动者的直接接触与位移

第 86 段,共 113 段 · 希腊语

内容简介

作者论证了动力因意义上的第一推动者与被推动者是在一起且没有中间物的,并首先以位移运动为例,通过将所有空间运动还原为拉和推这两种基本动作来加以证明。

§7.2#1Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλʼ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἄμα τῷ κινουμένῳ ἐστί (λέγω δὲ τὸ ἄμα, ὅτι οὐδέν ἐστιν αὐτῶν μεταξύ)· τοῦτο γὰρ κοινὸν ἐπὶ παντὸς κινουμένου καὶ κινοῦντός ἐστιν.
第一推动者——不是作为目的因,而是作为运动起点的动力因——与被推动者是在一起的(我说的“在一起”,是指它们之间没有任何中间物);因为这在一切被推动者和推动者中是共同的。
ἐπεὶ δὲ τρεῖς αἱ κινήσεις, τε κατὰ τόπον καὶ ἡ κατὰ τὸ ποιὸν καὶ ἡ κατὰ τὸ ποσόν, ἀνάγκη καὶ τὰ κινοῦντα τρία εἶναι, τό τε φέρον καὶ τὸ ἀλλοιμωῦν καὶ τὸ αὖξον ἢ φθῖνον.
既然运动有三种,即就位置而言的、就性质而言的和就数量而言的,那么推动者也必然有三种,即移动者、变化者以及增大或减少者。
πρῶτον οὖν εἴπωμεν περὶ τῆς φορᾶς· πρώτη γὰρ αὕτη τῶν κινήσεων.
因此,让我们首先谈谈位移;因为这是运动中第一位的。
ἅπαν δὴ τὸ φερόμενον ἢ ὑφ’ ἑαυτοῦ κινεῖται ἢ ὑπʼ ἄλλου.
凡被移动的事物,确实要么由自身推动,要么由他物推动。
ὅσα μὲν οὖν αὐτὰ ὑφʼ αὑτῶν κινεῖται, φανερὸν ἐν τούτοις ὅτι ἄμα τὸ κινούμενον καὶ τὸ κινοῦν ἐστιν· ἐνυπάρχει γὰρ αὐτοῖς τὸ πρῶτον κινοῦν, ὥστʼ οὐδέν ἐστιν ἀναμεταξύ·
在那些由自身推动的事物中,显而易见被推动者和推动者是在一起的;因为第一推动者存在于它们自身之中,所以它们之间没有任何中间物。
ὅσα δʼ ὑηʼ ἄλλου κινεῖται, τετραχῶς ἀνάγκη γίγνεσθαι· τέτταρα γὰρ εἶδη τῆς ὑπʼ ἄλλου φορᾶς, ἕλξις, ὦσις, ὄχησις, δίνησις.
而对于那些由他物推动的事物,则必然以四种方式发生;因为由他物推动的位移有四种:拉、推、载、旋转。
ἅπασαι γὰρ αἱ κατὰ τόπον κινήσεις ἀνάγονται εἰς ταύτας·
因为一切就空间而言的运动都可以还原为这些。
ἡ μὲν γὰρ ἔπωσις ὦσίς τίς ἐστιν, ὅταν τὸ ἀφʼ αὑτοῦ κινοῦν ἐπακολουθοῦν ὠθῇ, ἡ δʼ ἄπωσις, ὅταν μὴ ἐπακολουθῇ κινῆσαν, ἡ δὲ ῥῖψις, ὅταν σφοδροτέραν ποιήση τὴν ἀφʼ αὐτοῦ κίνησιν τῆς κατὰ φύσιν φορᾶς, καὶ μέχρι τοσούτου φέρηται ἕως ἂν κρατῇ ἡ κίνησις.
因为推进(ἔπωσις)是一种推,指从自身出发的推动者随之跟进并推,而排斥(ἄπωσις)是推动之后不跟进,投射(ῥῖψις)则是使从自身发出的运动比自然位移更为剧烈,只要这种运动占主导地位,物体就会一直被移动。
πάλιν ἡ δίωσις καὶ σύνωσις ἄπωσις καὶ ἕλξις εἰσίν· ἡ μὲν γὰρ δίωσις ἄπωσις (ἢ γὰρ ἀφʼ αὐτοῦ ἢ ἀπʼ ἄλλου ἐστὶν ἡ ἄπωσις, ἡ δὲ σύνωσις ἕλξις (καὶ γὰρ πρὸς αὑτὸ καὶ πρὸς ἄλλο ἡ ἕλξις).
再者,推开(δίωσις)与推拢(σύνωσις)就是排斥和拉;因为推开是排斥(因为排斥要么是离于自身,要么是离于他物),而推拢是拉(因为拉是朝向自身或朝向他物)。
ὥστε καὶ ὅσα τούτων εἴδη, οἷον σπάθησις καὶ κέρκισις· ἡ μὲν γὰρ σύνωσις, ἡ δὲ δίωσις.
因此,属于这些物体的种,例如织布的紧线(σπάθησις)和打线(κέρκισις)也是如此;因为前者是推拢,后者是推开。
ὁμοίως δὲ καὶ αἱ ἄλλαι συγκρίσεις καὶ διακρίσεις—ἅπασαι γὰρ ἔσονται διώσεις ἢ συνώσεις —πλὴν ὅσαι ἐν γενέσει καὶ φθορᾷ εἰσιν.
同样,其他结合和分离也是如此——因为它们都将是推开或推拢——除了那些在产生和消灭中的。
ἅμα δὲ φανερὸν ὅτι οὐδʼ ἔστιν ἄλλο τι γένος κινήσεως ἡ σύγκρισις καὶ διάκρισις· ἅπασαι γὰρ διυανέμονται εἴς τινας τῶν εἰρημένων.
同时很明显,结合和分离并不是运动的其他类;因为它们全部分配到上述的那些之中。
ἔτι δʼ ἡ μὲν εἰσπνοὴ ἕλξις, ἡ δʼ ἐκπνοὴ ὦσις.
此外,吸气是拉,呼气是推。
ὁμοίως δὲ καὶ ἡ πτύσις, καὶ ὅσαι ἄλλαι διὰ τοῦ σώματος ἢ ἐκκριτικαὶ ἢ ληπτικαὶ κινήσεις· αἱ μὲν γὰρ ἕλξεις εἰσίν, αἱ δʼ ἀπώσεις.
同样,吐唾沫以及其他一切通过身体进行的排泄或吸收运动也是如此;因为一些是拉,另一些是排斥。
δεῖ δὲ καὶ τὰς ἄλλας τὰς κατὰ τόπον ἀνάγειν· ἅπασαι γὰρ πίπτουσιν εἰς τέσσαρας ταύτας, τούτων δὲ πάλιν ἡ ὄχησις καὶ ἡ δίνησις εἰς ἕλξιν καὶ ὦσιν.
我们也必须将其他就空间而言的运动还原;因为它们全部落入这四种之中,而在这些之中,载和旋转又被还原为拉和推。
ἡ μὲν γὰρ ὄχησις κατὰ τούτων τινὰ τῶν τριῶν τρόπων ἐστίν (τὸ μὲν γὰρ ὀχούμενον κινεῖται κατὰ συμβεβηκός, ὕτι ἐν κινουμένῳ ἐστὶν ἢ ἐπὶ κινουμένου τινός, τὸ δʼ ὀχοῦν ὀχεῖ ἢ ἑλκόμενον ἢ ὠθούμενον ἢ δινούμενον, ὥστε κοινή ἐστιν ἁπασῶν τῶν τριῶν ἡ ὄχησις)· ἡ δὲ δίνησις σύγκειται ἐξ ἕλξεως τε καὶ ὤσεως· ἀνάγκη γὰρ τὸ δινοῦν τὸ μὲν ἕλκειν τὸ δʼ ὠθεῖν· τὸ μὲν γὰρ ἀφʼ αὑτοῦ τὸ δὲ πρὸς αὑτὸ ἄγει.
因为载是按照这三种方式之一进行的(因为被载者是附带地运动的,因为他在运动的事物中,或在某种运动的事物之上,而载者则是通过被拉、被推或被旋转来载的,所以载是这三种方式所共同的);而旋转是由拉和推组成的;因为进行旋转的物体必然要拉一部分并推另一部分;因为它使一部分远离自身,而使另一部分朝向自身。
ὥστʼ εἰ τὸ ὠθοῦν καὶ τὸ ἕλκον ἅμα τῷ ὠθουμένῳ καὶ τῷ ἑλκομένῳ, φανερὸν ὅτι τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.
因此,如果推者和拉者与被推者和被拉者是在一起的,那么显而易见,就空间而言的被推动者与推动者之间没有任何中间物。

词汇与语法注释

  1. §7.2#1Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλʼ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως — 此处明确指出“第一推动者”并非作为目的因(tò hoû héneken),而是作为运动起点的动力因(hóthen hē archḕ tē̂s kinḗseōs)。这里的否定词 mḗ 用于限定或界定这一概念。
  2. ¦35¦λέγω δὲ τὸ ἅμα, ὅτι οὐδέν ἐστιν αὐτῶν μεταξύ — 将“在一起”(háma)严格定义为空间上的接触,即“它们之间没有任何中间物”。连词 hóti 起到引导解释性从句的作用,用以具体说明前句的内容。
  3. ¦5¦ἡ μὲν γὰρ δίωσις ἄπωσις... ἡ δὲ σύνωσις ἕλξις — 通过将带有前缀 di-(表示分离/扩散)的 díōsis(推开)映射到 ápōsis(排斥),以及将带有前缀 syn-(表示结合/集中)的 sýnōsis(推拢)映射到 hélxis(拉),从而将复杂的空间运动还原为更根本的力学动作。
  4. ¦15¦δεῖ δὲ καὶ τὰς ἄλλας τὰς κατὰ τόπον ἀνάγειν — 这是一个省略了名词(隐含 kīnḗseis)的句子。它指明了整体论证的结构:首先将所有一般的空间运动还原为四种基本类型(拉、推、载、旋转),然后将其中的两种(载、旋转)通过第二阶段进一步还原为“拉”和“推”。
  5. ¦244a¦τὸ μὲν γὰρ ἀφʼ αὑτοῦ τὸ δὲ πρὸς αὑτοῦ ἄγει — 文本中的 tò dḕ pròs hautou 很可能是 pròs hautó 的笔误或异读。它解释了旋转运动(dínēsis)中推和拉的动态结合,即推动者使一部分“远离自身”(aph' hautou),而使另一部分“朝向自身”(pròs hautó)。

引用这一段

亚里士多德, 物理学 §7.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:7.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。